15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
Καὶ μὴν οὗτός ἐστιν ὁ τὴν κάμινον τοῖς τρισὶ δροσίσας παισὶ καὶ τὸ πῦρ ἀποσβεννὺς τῶν παθῶν καὶ συνιστῶν τὴν φύσιν καὶ διασῴζων τὴν τῶν γεγενημένων ὁλότητα καὶ ἐπὶ τούτῳ εἰς γῆν κατεληλυθώς, ἵν' εἴ τι τὸ πονηρὸν πῦρ ἐλυμήνατο, τοῦτο ἀναπληρώσῃ καὶ ἀποδώσει τοῖς ὅλοις τὴν τελειότητα. πῶς οὖν φησιν ὅτι «πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν»; ὅτι φυτουργός ἐστι τῆς ἡμετέ ρας ζωῆς καὶ τῶν ἀνθρωπίνων ψυχῶν γεωργὸς ἐμπειρότατος. τέχνη δέ ἐστιν ἀρίστη τοῖς γεωργοῖς, ἐφ' ἣν ἐργάζονται γῆν, οὐκ εὐθὺς καταβάλ λουσι ταύτῃ τὰ σπέρματα, ἀλλὰ πρῶτον μὲν ἀνακαθαίρουσιν ἅπαν τὸ ὑποκείμενον, διαιροῦσί τε τὸ πάχος τῆς γῆς καὶ ἀναχωννύουσιν, ἐκτέ μνουσί τε τὰς φαρμακώδεις βοτάνας καὶ εἴ τι ἄλλο ἄχρηστον ἀναβλαστά νει τῆς γῆς· ἔπειτα καὶ σπείρουσι καὶ φυτεύουσι τὰ λυσιτελοῦντα τῇ ἡμετέρᾳ ζωῇ, φυτουργικῇ τέχνῃ κηπεύοντες. εἰ μὲν οὖν βραχὺ εἴη τὸ μὴ εὔχρηστον μηδὲ ἐδώδιμον, τῇ ἀπὸ τοῦ σιδήρου χρῶνται τομῇ· εἰ δὲ λόχμην δασεῖαν θεάσαιντο, τότε δὴ πῦρ ἐπαφέντες ἐμπιπρῶσι τὴν ὕλην, καὶ εὔθετον εἰς γεωργίαν ἢ φυτουργίαν τὴν γῆν ἀπεργάζονται. τούτῳ δὴ τῷ τρόπῳ καὶ ὁ τὴν ἡμετέραν φύσιν ἐργαζόμενος κύριος, ἀκανθηφόρον φανεῖσαν καὶ πάντῃ ὑλομανήσασαν, πῦρ ἦλθε βαλεῖν ἐπ' αὐτήν. ἕως μὲν γὰρ μετὰ τοῦ χρησίμου καὶ τὸ ἄχρηστον παρεβλάστανεν, οἷόν τις ἔνυλος νοῦς τῷ ἀύλῳ παραδυόμενος, ἠρέμα τοῦτον ἐκάθαιρε καὶ ἀπέσπα γε τοῦ κρείττονος, μετρίᾳ χρώμενος τῇ τομῇ, ἵνα μὴ καὶ τὸ κρεῖττον συνανέλῃ τῷ χείρονι· ἐπεὶ δὲ καθάπαξ τὸ ἐν ἡμῖν θεῖον σπέρμα, συμπνιγὲν ταῖς ἀκάνθαις, τὴν τοῦ φυτοῦ δύναμιν ἀπεβάλετο καὶ τὸ κώνειον κατὰ τῆς ἡμετέρας ψυχῆς ἴσχυσε, τηνικαῦτα τὸ ἐκ μέρους τέμνειν ἀφείς, πῦρ ἦλθε βαλεῖν ἐφ' ἡμᾶς, ὃ τὰς πονηρὰς ἕξεις ἀπαναλίσκον τὴν φύσιν ἀδια λώβητον συντηρεῖ. Ἢ τὸ δραστήριον τοῦ πρὸς αὐτὸν ἔρωτος βουλόμενος παρενδείξασθαι, πῦρ τοῦτο τροπικώτερον κατωνόμασεν. εἰ γὰρ καὶ πρὸ τῆς ἐκείνου ἐπι δημίας πλεῖστοι δὴ τῶν πατέρων ἔφεσιν ἔσχον τοῦ κρείττονος, ἀλλ' οὐχ οὕτω πρὸς τὸν θεῖον πόθον παρεθερμαίνοντο, οὐδ' ὅλῳ τῷ τῆς ψυχῆς τόνῳ πρὸς τὸν πρὸς ἐκεῖνον δρόμον ἐκέχρηντο, ἐπεὶ μηδ' οὗτος καθαρῶς τού τοις ὠπτάνετο μηδὲ τὸ ἑαυτοῦ παρεδείκνυ γυμνότερον κάλλος καὶ μέγεθος, ἀλλ' ἐν συμβόλοις ἰνδάλλετο. διὰ τοῦτο ἧττον ἢ ἔδει πρὸς τὸ φαινόμενον ἔθεον· ἐπεὶ δὲ ὅλος ἡμῖν ἐπεδήμησε καὶ τὸ κάλλος τῆς οἰκείας παρέδειξε φύσεως, πυρὶ ἐπιθυμίας ἀρρήτου τὴν ἡμετέραν ὑψηγόρως ὑπ ανῆψε ψυχήν. ἀλλ' ὁ μὲν οἷά τις ἥλιος ἐξ αὐτῆς τῆς κυοφορίας τὰς ἀκτῖνας ἐπαφῆκεν ἡμῖν, ἵνα εὐθὺς καὶ τῆς αὐγῆς ἐμπλησθῶμεν καὶ τῆς θερμό τητος· ἡμεῖς δὲ ἅτε τῷ τῶν παθημάτων χειμῶνι καταψυγέντες καὶ μόνον οὐκ ἀποκρυσταλλωθέντες, οὐκ εὐθὺς τὴν δύναμιν ἐδεξάμεθα τοῦ πυρός.
∆ιὰ τοῦτο αὐτῷ καὶ τοῦ πολλοῦ χρόνου ἐμέλησε τῆς μεθ' ἡμῶν συν διαγωγῆς, καὶ πρὸς ἑαυτὸν οὐκ ἐπανελήλυθεν, εἰ μὴ ἐκπυρωθέντας ἡμᾶς εἶδε. «τί» γὰρ «θέλω», φησίν, «εἰ ἤδη ἀνήφθη». ὀνειδιστικὸς ὁ λόγος καὶ καιρίαν ἐπιφέρων τοῖς ἀναισθήτοις πληγήν· εἰ γάρ, ἐφ' ᾧ παραγέγονα, τοῦτο γεγένητο, καὶ τὸ θεῖον πῦρ ἐν ταῖς ψυχαῖς εἰσεδέξασθε, τί ἔτι τῷ μεθ' ὑμῶν ἐμφιλοχωρῶ βίῳ, ἁφθέντος ἐφ' ὑμῖν τοῦ θείου πυρός; ἐγὼ γάρ, φησί, μονονουχὶ τοῦτο λέγων, ἐπὶ τούτῳ τῆς ὑμετέρας μετέλαβον φύσεως, ἵνα μεταδώσω τῆς κρείττονος, τῆς ἐμῆς, καὶ γένησθε πῦρ καθαρὸν καὶ πρὸς τὴν θείαν φύσιν μεταβληθείητε. εἰ οὖν ἤδη ἀνήφθητε καὶ οἷά τις σίδηρος ἐγχρονίσας πυρὶ ἐκπεπυρωμένοι τυγχάνετε τὴν ψυχὴν καὶ τέλος ἡ πρὸς ὑμᾶς ἐπιδημία μου εἴληφεν, εἰς μάτην ἄρα μοι ὁ μεθ' ὑμῶν χρόνος καταναλίσκεται. ἀλλ' οὔτε ἀνήφθητε, ψυχροὶ τὴν φύσιν τυγχάνον τες, κἀγὼ συμβιοτεύω ὑμῖν μέχρις ἂν τοῦ νοητοῦ πυρὸς αἴσθησθε. «Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καί πως συνέχομαι ἕως οὗ τελεσθῇ». πληρώσας τὸν περὶ τοῦ πυρὸς λόγον, τὸν περὶ τοῦ ἰδίου γυμνάζει βαπτί σματος, ὃ δὴ οὐχ ἑαυτῷ μᾶλλον ἢ