178
πολιτείαν. ιαʹ. "Καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ, καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς." Καὶ δεικνὺς πότε ταῦτα εἰργάσατο, ἐπήγαγεν· ιβʹ. "Ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησε θαυμάσια." Εἶτα τὸν χρόνον καὶ τὸν τόπον διδά σκει· "Ἐν γῇ Αἰγύπτῳ, ἐν πεδίῳ Τάνεως." Ταύ τας ἅπαντες τοῦ Θεοῦ τὰς θαυματουργίας, τὰς ἐν Αἰγύπτῳ γεγενημένας, ὧν οἱ πατέρες αὐτῶν αὐτό πται γεγένηνται, τῆς μνήμης ἐξέβαλον. ιγʹ. "∆ιέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐτοὺς, παρέστησεν ὕδατα ὡσεὶ ἀσκόν." Συντόμως ποιεῖ ται τὴν τῶν θαυμάτων διήγησιν, καὶ τὸ μέγιστον τῶν ἄλλων προέταξεν. Ὑπερφυὲς γάρ ἐστι τῆς θα λάσσης τὸ θαῦμα, καὶ ἡ διὰ ταύτης παρασχεθεῖσα πορεία. Τὴν γὰρ ἐπὶ τὸ πρανὲς χωρεῖν πεφυκυῖαν τῶν ὑδάτων φύσιν ἔστησεν ἑκατέρωθεν ὁ τῶν ὅλων Θεὸς, καθάπερ ἐν ἀσκῷ τινι καθείρξας τῷ λόγῳ. Ἐπειδὴ γὰρ ἡ τῶν ἀσκῶν κατασκευὴ συνέχειν ἀκρι βῶς τὴν ὑγρὰν δύναται φύσιν, εἰκότως ταύτην ἐπὶ τῆς διαιρεθείσης τέθεικε τὴν εἰκόνα, δεικνὺς τοῦ θείου λόγου τὴν δύναμιν. ιδʹ. "Καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός." Ἡ γὰρ αὐτὴ νεφέλη μεθ' ἡμέραν μὲν τὸ τῆς ἀκτῖνος λυπηρὸν ἀπεκρούετο, νύκτωρ δὲ τοῦ πυρὸς παρεῖχε τὴν χρείαν. ιεʹ. "∆ιέῤῥηξε πέτραν ἐν ἐρήμῳ, καὶ ἐπότισεν αὐ τοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ." Οὐ γὰρ βραχεῖαν ἀνεξήγαγε λιβάδα, ἀλλὰ ταῖς πολλαῖς ἐκείναις μυ ριάσιν ἀρκοῦσαν πηγήν. Καὶ τοῦτο σαφέστερον, διὰ τῶν ἐπαγομένων ἐδίδαξε. ιʹ. "Καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας, καὶ κατ ήγαγεν ὡς ποταμοὺς ὕδατα." Τὸ γὰρ ἀναβλυσθὲν ὕδωρ εἰς πολλοὺς ὀχετοὺς διῃρέθη, εὐμαρῆ καὶ φιλό τιμον παρέχον τοῖς διψῶσι τὴν χάριν. ιζʹ, ιηʹ. "Καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ· παρεπίκραναν τὸν Ὕψιστον ἐν ἀνύδρῳ. Καὶ ἐξεπεί ρασαν τὸν Θεὸν ἐν ταῖς καρδίαις αὑτῶν, τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὑτῶν." Ἀλλ' ὅμως οὐδὲ τοῦτο τῆς γνώμης αὐτῶν τὴν πονηρίαν ἐξέβαλεν, ἀλλ' ἐπ έμειναν τὴν τῆς ἀχαριστίας περικείμενοι νόσον· καὶ μετὰ τοσαύτας εὐεργεσίας πεῖραν λαβεῖν ἠβούλοντο τῆς θείας δυνάμεως, καὶ τροφῆς δεηθέντες, οὐ λαβεῖν τὴν χρείαν ἐζήτησαν, ἀλλ' ὡς ἀδυνάτου τοῦ Θεοῦ κατηγόρησαν. 80.1489 ιθʹ, κʹ. "Καὶ κατελάλησαν τοῦ Θεοῦ, καὶ εἶπον· Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; Ἐκεῖ ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν· μὴ καὶ ἄρτον δύναται δοῦναι, ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὑτοῦ;" Εὐπετὲς, φησὶ, τὸ τῶν ὑδάτων, καὶ ῥᾴδιον· τὸ γὰρ ἐν ταῖς λαγόσι κεκρυμμένον τῆς γῆς εἰς τὴν ἐπι φάνειαν ἀνεδόθη. Τὴν δὲ τοῦ ἄρτου τροφὴν, τὴν σπειρομένην, καὶ χρόνῳ φυομένην, πῶς ἂν ἡμῖν ἀθρόως παράσχοι, καὶ τὸν ἐπικείμενον ἐξελάσοι λιμόν; καʹ. "∆ιὰ τοῦτο ἤκουσε Κύριος, καὶ ἀνεβάλετο· καὶ πῦρ ἀνήφθη ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ." Οὗ δὴ χάριν ἀγανακτήσας ὁ τῶν ὅλων Κύριος, φησὶν, ἀνεβάλετο μὲν αὐτοῖς δοῦναι τὴν γῆν, τὴν τοῖς πατράσιν ἐπηγγελμένην, ταῖς δὲ παντοδα παῖς τιμωρίαις ἐξέδωκεν. Οὐκ ἐπήγαγε δὲ αὐτοῖς τὸν ὄλεθρον σύντομον, τοὺς ἐκείνων παῖδας αὐξηθῆναι προσμένων. Μέμνηται δὲ τῆς διὰ τοῦ πυρὸς τιμω ρίας τοῦ μακαρίου Μωσοῦ τὰ συγγράμματα. Ταύ την δὲ, φησὶν, ὑπέμειναν τὴν πληγήν, κβʹ. "Ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ, οὐδὲ ἤλπι σαν ἐπὶ τὸ σωτήριον αὐτοῦ." Ἀλλ' ὅμως καὶ τοιού τοις οὖσι τὴν ἀγεώργητον παρέσχε τροφήν· τοῦτο γὰρ διδάσκει τὰ ἐπαγόμενα. κγʹ, κδʹ. "Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἀνέῳξε. Καὶ ἔβρεξεν αὐτοῖς μάννα φαγεῖν." Οὐ γὰρ τὰς συνήθεις ὠδῖνας αἱ νε φέλαι παρέσχον, ἀλλ' ἀντὶ τοῦ ὑετοῦ τοῦ ἄρδειν πε φυκότος τὰ καταβαλλόμενα σπέρματα, τὴν θαυμα σίαν τροφὴν ἀπεκύησαν. Θύρας δὲ οὐρανοῦ ἀνοιγεί σας τὴν ἄνωθεν χορηγίαν ἐκάλεσε. Ἐπειδὴ γὰρ τοῖς ταμιείοις ἐπιτιθέναι θύρας εἰώθαμεν, καὶ ταύ τας ἀνοίγομεν ἐκφέρειν τι βουλόμενοι, δείκνυσιν ὁ προφητικὸς λόγος τὸν τῶν ὅλων Θεὸν, ὥσπερ ἀπό τινων ταμιείων, χορηγοῦντα τὸ μάννα. "Καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. [κεʹ.] Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος." Ἄρτον ἀγγέλων καλεῖ, ὡς δι' ἀγγέλων χορηγηθέντα· ἄγγελοι γὰρ, ὡς ὑπὸ τῆς θείας Γραφῆς ἐδιδάχθημεν, τοῖς