178
τῶν ἁγίων κλέος. Ταῦτα μὲν ὡς παρὰ τοῦ μακαριωτάτου ἀποστολικοῦ θεοκρίτως προερχόμενα· τίς δ' ἂν εἴη πλὴν σοῦ τοῦ καλοῦ παραστάτου καὶ συμβούλου δεξιοῦ καὶ κατὰ πάντα ἀποστολίζοντος συνθέσθαι καὶ συμπρᾶξαι καὶ συμπροθυμήσασθαι εἰς τελείωσιν τῶν θεοζητήτων, ὡς καὶ τὰ πάλαι ἐπὶ τοῖς πάλαι ἐνεδείξω θεάρεστα, ζηλῶν τῷ Κυρίῳ ὡς ὑπέρμαχος ἀληθείας καὶ προστάτης μετὰ τὴν ἀποστολικὴν κορυφὴν τῆς Χριστοῦ ἐκκλησίας; ∆έομαί σου τῆς ἁγίας ψυχῆς ποιεῖσθαί μου μνήμην τοῦ τὰ πάντα ἁμαρτωλοῦ εἰς τὸ σῴζεσθαι ἐν παντὶ τρόπῳ. 274 {1Ἰωάννῃ ἐπισκόπῳ Μονοβασίας καὶ Μεθοδίῳ ἡγουμένῳ}1 Τοῖς θεοτιμήτοις καὶ πνευματικοῖς μου πατράσι Ἰωάννῃ τῷ θεοφι-λεστάτῳ ἐπισκόπῳ Μονοβασίας καὶ Μεθοδίῳ τῷ εὐλαβεστάτῳ ἡγουμένῳ Θεόδωρος ἁμαρτωλὸς μοναχὸς καὶ ἡγούμενος τῶν Στουδίου. Καλὴν βουλὴν ἐβουλεύσατο ἡ ἐμμελὴς ὑμῶν ἁγιωσύνη, ἀπάρασα τοῦ τῇδε αἱρετικοῦ ψυχοφθόρου κλύδωνος καὶ πρὸς τὸν εὔδιον λιμένα τῆς πασῶν ἐκκλησιῶν πρωτοβαθρούσης εὐθυδρομήσασα, οὐ μᾶλλον τὸ καθ' ἑαυτὴν ἀσφαλισαμένη ἢ τὸ κοινῇ συμφέρον σκοπήσασα θεοβούλως, ὅπερ ἐστὶ τῆς ἀνωτάτω εὐφημίας· τοῦτο γὰρ ἐδήλωσεν ἥ τε ἱερὰ ὑμῶν συλλαβὴ καὶ μὴν καὶ ἡ γλῶσσα τῶν παλινοδησάντων ἀγαπητῶν ἡμῶν υἱῶν. Ἀλλ' εὐλογητὸς ὁ θεός, ὁ καὶ τὸν λογισμὸν ἐνσκήψας καὶ τὸν τρόπον ὑποθέμενος καὶ εὐμενῶς ὑμᾶς προσδεχθῆναι ἐν τοῖς αὐτόθι εὐοδώσας, εἰ καὶ θάτερος θατέρου προέδραμεν ὡς ἐπὶ τοῦ θεοδόχου μνήματος· καὶ γὰρ χαρᾶς εὐαγγέλια ἄμφω, δι' ὧν οἵ τε τῆς αἱρετικῆς κουστωδίας ἠπράκτησαν ἥ τε ἡμετέρα δέησις τῶν ταπεινῶν εὐμαρεστέρως εἰς τὰ ὦτα τοῦ ἀποστολικοῦ εἰσελήλυθεν καὶ ἐξ ἀμφοῖν ἐτυπώθη τὰ δακτύλῳ θεοῦ ἐν τῇ ἀποστολικῇ καρδίᾳ βεβουλευμένα. ὡς γεραρὸς ὑμῶν ὁ πλοῦς, ὡς εὐκλεὴς ὁ ἀγών, τῶν ἐνταῦθα ἐναθλούντων τιμαλφέστερον τὸ κατόρθωμα ἐργασάμενος, εἴπερ δυοῖν ἀνδροῖν ἡ πάντων σωτηρία κατέπρακται. οὐ κότινος ὑμῖν †ἐξολογικὸς ἀλλ' ὑμνικὸς ἐκ ῥοδωνίας θεοπλόκου στέφανος τῷ ἰχνηλάτῃ τοῦ Προδρόμου, εἴη δὲ εἰπεῖν καὶ συνωνύμῳ, καὶ τῷ ὡς ἀληθῶς Μεθοδίῳ, εἴπερ μέθοδος ἀρετῶν ὠφέλιμος τῇ Χριστοῦ ἐκκλησίᾳ ἡ σὴ πρᾶξις. Τί οὖν τὸ λειπόμενον, ἴστε οἱ σοφοί, κἂν ἡμεῖς σιγῶμεν· ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν καὶ τηλικοῦτον σωτήριον τῇ ἑαυτοῦ ἐκκλησίᾳ θεὸς τελειώσειεν. διὸ ὑπομνήσκομεν καὶ παρακαλοῦμεν, ὃ πάντως ποιεῖν ὑμᾶς οὐκ ἀγνοοῦμεν, μὴ ὑφεῖτε προσκείμενοι καὶ ἐκλιπαροῦντες ἕως ἂν περαιωθῇ τὰ θεοειδῶς ἐγκεκριμένα τῷ ἁγίῳ πρωτοθρόνῳ· εἰς αὐτὸ γὰρ τοῦτο ἀπεστείλαμεν Εὐφημιανόν, τὸν ἀγαπητὸν ἡμῶν υἱόν, πρὸς τὸ καὶ ἄγγελον γενέσθαι ἀκριβῆ πάντων τῶν ἐνταῦθα πραττομένων. προσειπεῖν ἅπαντας τοὺς ὁμοζήλους καὶ ἁγίους, μάλιστα τὸν σεβασμιώτατόν μου ἀρχιμανδρίτην, ἀξιώσατε· ἐπεὶ καὶ ἡμεῖς περὶ ὑμῶν, εἴ που δυνηθείημεν, εὐαγγελίσασθαι τὰ ἀγαθὰ καὶ προσαγορεῦσαι τὰ εἰκότα σπουδάσομεν. 275 {1Πάπᾳ Ἀλεξανδρείασ}1 Τῷ τὰ πάντα ἁγιωτάτῳ πατρὶ πατέρων, φωστῆρι φωστήρων, κυρίῳ μου δεσπότῃ μακαριωτάτῳ πάπᾳ Ἀλεξανδρείας, Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου. Ὡς μέγιστον τῇ ἐμῇ ταπεινώσει δῶρον καὶ εὐχῆς τῆς ἀνωτάτω ἔργον διὰ γράμματος ἀξιωθῆναι εἰς ὁμιλίαν ἐλθεῖν τῆς ἀποστολικῆς σου κορυφῆς, οὐ μόνον διὰ τὸ εὐτελὲς τῆς σμικρότητός μου, ἧς καὶ τὸ πρὸς ἴσους γράφειν ἐνδεές, μὴ ὅτι γε πρὸς οὕτω μεγάλην καὶ θείαν κεφαλήν, ἀλλὰ γὰρ καὶ διὰ τὴν ἐν τοσούτῳ μακρυσμῷ πάροδον, τῇ ἐθνικῇ ὅτι μάλιστα εἰργομένην διατειχίσει. ὅμως εὐδοκίᾳ τοῦ ὑπεραγάθου θεοῦ ἐξεγένετό μοι δυοῖν εἵνεκα, ἑνὸς μέν, ὡς ἂν ἣν πάλαι εἶχον ἐπιθυμίαν ὁ ἁμαρτωλὸς ἀποπληρώσω διὰ νοερᾶς προσψαύσεως τῶν ἱερῶν σου ἰχνῶν (οὐδὲ γὰρ ἄλλως ἦν δυνατὸν τὸ καταθύμιον πληρωθῆναι), ἑτέρου δέ, ὃ καὶ μᾶλλον κατεπεῖγον, πρὸς τὸ γνωριμώτερα παραστῆσαι τὰ ἐπελθόντα δεινὰ ἐνταῦθα τῇ θειοτάτῃ σου κορυφῇ ὡς συμπασχούσῃ τοῖς τοῦ ὅλου σώματος τῆς ἐκκλησίας μέλεσιν· ἃ ἐξήκουσται, ὡς οἶμαι,