1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

178

παραπλεύσας τὴν Ἀσσάδα ἦλθε μέχρι Συμβόλου πλησίον τῆς Χερσῶνος. καὶ ἀποστείλας κρυπτῶς ἐν Χερσῶνι ἐπῆρε Βαρισβακούριον καὶ τὸν ἀδελφὸν αὐτοῦ, τόν τε Σαλιβᾶν καὶ Στέφανον, καὶ τὸν Μωρόπαυλον σὺν Θεοφίλῳ· καὶ σὺν αὐτοῖς ἀποπλεύσας διέβη τὸν φάρον Χερσῶνος. εἶθ' οὕτως παραπλεύσας τὰ Νεκρόπηλα τὸ στόμιόν τε τοῦ ∆άναπρι καὶ τοῦ ∆άναστρι, κλύδωνος γεγονότος, ἀπέγνωσαν πάντες τὴν ἑαυτῶν σωτηρίαν. Μυάκης δέ, ὁ οἰκειακὸς αὐτοῦ ἄνθρωπος, ἔφη αὐτῷ· "ἰδοὺ ἀποθνήσκομεν, δέσποτα, τάξαι τῷ θεῷ περὶ τῆς σωτηρίας σου, ἵνα, ἐὰν ὁ θεὸς ἀποδώσῃ σοι τὴν βασιλείαν σου, μηδένα ἀμύνεσθαι τῶν ἐχθρῶν σου." ὁ δὲ ἀποκριθεὶς ἐν θυμῷ λέγει αὐτῷ· "ἐὰν φείσωμαί τινος ἐξ αὐτῶν, ὁ θεὸς ἐνταῦθά με καταποντίσῃ." καὶ ἀκινδύνως ἐκ τοῦ κλύδωνος ἐκείνου ἐξῆλθε καὶ 374 εἰσῆλθεν εἰς τὸν ∆ανοῦβιν ποταμόν. ἀποστείλαντος δὲ αὐτοῦ Στέφανον πρὸς Τέρβελιν, τὸν κῦριν Βουλγαρίας, ἐπὶ τῷ δοῦναι αὐτῷ σύναρσιν, ὅπως κρατήσῃ τὴν προγονικὴν αὐτοῦ βασιλείαν, ὑπέσχετο αὐτῷ πλεῖστα παρέχειν δῶρα καὶ τὴν ἑαυτοῦ θυγατέρα εἰς γυναῖκα. αὐτοῦ δὲ πάντα ὑπακούειν καὶ συντρέχειν ἐνομότως ὑποσχομένου καὶ τοῦτον μετὰ τιμῆς δεξαμένου, συγκινεῖ πάντα τὸν ὑποκείμενον αὐτῷ λαὸν τῶν Βουλγάρων καὶ Σκλάβων· καὶ τῷ ἐρχομένῳ χρόνῳ ὁπλισθέντες ἐπὶ τὴν βασιλεύουσαν πόλιν παρεγένοντο. Κόσμου ἔτη ρζʹ. Τῆς θείας σαρκώσεως ἔτη χζʹ. Ῥωμαίων βασιλεὺς Ἀψίμαρος ἔτη ζʹ. ζʹ Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. κβʹ. Κωνσταντ. ἐπίσκοπος Καλλίνικος ἔτη ιβʹ. ιβʹ. Τούτῳ τῷ ἔτει τέθνηκεν Ἀβιμέλεχ, ὁ τῶν Ἀράβων ἀρχηγός,καὶ ἐκράτησεν Οὐαλίδ, ὁ υἱὸς αὐτοῦ. Τῷ δ' αὐτῷ ἔτει Ἰουστινιανὸς τὴν βασιλίδα πόλιν καταλαβὼν ἅμα Τέρβελι καὶ τῶν σὺν αὐτῷ Βουλγάρων ἠπλήκευσεν εἰς τὴν Χαρσίου πόρταν καὶ ἕως Βλαχερνῶν. καὶ ἐπὶ τρεῖς ἡμέρας προσλαλοῦντες τοῖς ἐν τῇ πόλει ὑβρίζοντο παρ' αὐτῶν, καὶ οὐδὲ λόγον κατεδέχοντο. ὁ δὲ Ἰουστινιανὸς μετ' ὀλίγων ὁμοφύλων πολέμου χωρὶς διὰ τοῦ ἀγωγοῦ εἰσελθὼν καὶ θόρυβον ἀνασκαφῆς βαλὼν τὴν πόλιν παρέλαβε καὶ πρὸς βραχὺ ἐσκήνωσεν ἐν τῷ παλατίῳ Βλαχερνῶν. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς πάλιν ἔτη ʹ. Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτη θʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Κῦρος ἔτη ʹ. αʹ. αʹ. αʹ. Τούτῳ τῷ ἔτει Ἰουστινιανὸς τὴν βασιλείαν ἀπολαμβάνει, καὶ πολλὰ δῶρα δοὺς τῷ Τέρβελι καὶ βασιλικὰ σκεύη ἀπέλυσεν αὐτὸν 375 ἐν εἰρήνῃ. Ἀψίμαρος δὲ καταλιπὼν τὴν πόλιν εἰς Ἀπολλωνιάδα φεύγει, καταδιωχθεὶς δὲ συλλαμβάνεται καὶ πρὸς Ἰουστινιανὸν ἄγεται. καὶ Ἡράκλειος δὲ ἀπὸ Θρᾴκης δεδεμένος ἤχθη σὺν πᾶσι τοῖς συνασπιζομένοις αὐτοῖς ἄρχουσιν, οὓς ἐν τῷ τείχει πάντας ἐφούρκισεν. ἀποστείλας δὲ καὶ εἰς τὰ μεσόγαια πλείους ἐξ αὐτῶν εὑρὼν ἐμπράκτους καὶ ἀπράκτους ὁμοίως ἀπέκτεινεν. τὸν δὲ Ἀψίμαρον καὶ Λεόντιον ἁλύσεσι δεδεμένους εἰς πᾶσαν πόλιν πομπεῦσαι πεποίηκεν· καὶ τοῦ ἱππικοῦ ἀγομένου, καὶ αὐτοῦ ἐν τῷ σένζῳ καθεζομένου, ἤχθησαν συρόμενοι δημοσίᾳ καὶ ἐρρίφησαν ὑποταγάδην αὐτῷ· καὶ ἐπάτησε τὸν τράχηλον αὐτῶν ἄχρις ἀπολύσεως τοῦ πρώτου βαΐου, τοῦ δήμου βοήσαντος, ὅτι "ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπέβης, καὶ κατεπάτησας λέοντα καὶ δράκοντα·" καὶ τούτους ἀποστείλας ἐν τῷ Κυνηγίῳ ἀπεκεφάλισεν. Καλλίνικον δὲ τὸν πατριάρχην τυφλώσας ἐν τῇ Ῥώμῃ ἐξώρισεν· καὶ ἀντ' αὐτοῦ Κῦρον, τὸν ἐν τῇ νήσῳ Ἀμάστρης ἔγκλειστον ὄντα, ὡς προσημάναντα αὐτῷ τὴν τῆς δευτέρας βασιλείας ἀποκατάστασιν προεβάλετο. ἀναρίθμητον δὲ πλῆθος ἔκ τε τοῦ πολιτικοῦ καὶ τοῦ στρατιωτικοῦ καταλόγου ἀπώλεσεν, πολλοὺς δὲ καὶ ἐν σάκκοις ἐμβαλὼν ἐν τῇ θαλάσσῃ πικροθανάτους ἐποίει, ἄλλους δὲ πρὸς ἀριστόδειπνον κλητορεύων ἅμα τῷ ἀναστῆναι οὓς μὲν ἐφούρκιζεν, οὓς δὲ ἀπέτεμνεν· κἀντεῦθεν μέγας φόβος συνεῖχε πάντας. ἀπέστειλε δὲ στόλον πρὸς τὸ ἀγαγεῖν ἐκ Χαζαρίας τὴν ἑαυτοῦ γυναῖκα, καὶ πολλὰ σκάφη ἐβυθίσθησαν σύμψυχα. ἀκούσας δὲ ὁ Χαγάνος δηλοῖ αὐτῷ· "ὦ ἀνόητε, οὐκ ἔδει σε διὰ δύο ἢ τριῶν σκαφῶν λαβεῖν σου τὴν γυναῖκα, καὶ