1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

179

καὶ Ὀλδάν, ὁ μὴ ἀπαξιώσας τὸν μονογενῆ σου Υἱὸν γεν νηθῆναι ἐκ γυναικός, ὁ καὶ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ ἐν τῷ ναῷ προχειρισάμενος τὰς φρουρὰς τῶν ἁγίων σου πυλῶν· αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τὴν δούλην σου τήνδε τὴν προχειριζομένην εἰς διακονίαν, καὶ δὸς αὐτῇ Πνεῦμα ἅγιον καὶ καθάρισον αὐτὴν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος πρὸς τὸ ἐπαξίως ἐπιτελεῖν αὐτὴν τὸ ἐγχει ρισθὲν αὐτῇ ἔργον εἰς δόξαν σὴν καὶ ἔπαινον τοῦ Χριστοῦ σου, δι' οὗ σοὶ δόξα καὶ προσκύνησις ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Περὶ δὲ ὑποδιακόνων ἐγὼ Θωμᾶς διατάσσομαι ὑμῖν τοῖς ἐπισκόποις. Ὑποδιάκονον χειροτονῶν, ὦ ἐπίσκοπε, ἐπιθήσεις ἐπ' αὐτὸν τὰς χεῖρας καὶ ἐρεῖς· ∆έσποτα ὁ Θεός, οὐρανοῦ καὶ γῆς δημιουργὲ καὶ πάντων τῶν ἐν αὐτοῖς, ὁ καὶ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου τοὺς νεωκό ρους ἀναδείξας τῶν ἁγίων σου σκευῶν φύλακας· αὐτὸς καὶ νῦν ἐπίβλεψον ἐπὶ τὸν δοῦλόν σου τόνδε, τὸν προχει ρισθέντα ὑποδιάκονον, καὶ δὸς αὐτῷ Πνεῦμα ἅγιον πρὸς τὸ ἐπαξίως ἐφάπτεσθαι τῶν λειτουργικῶν σου σκευῶν καὶ ποιεῖν τὸ θέλημά σου διαπαντὸς διὰ τοῦ Χριστοῦ σου, δι' οὗ σοι δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Περὶ δὲ ἀναγνωστῶν ἐγὼ Ματθαῖος ὁ καὶ Λευὶς ὅ ποτε τελώνης διατάσσομαι. Ἀναγνώστην προχείρισαι ἐπιθεὶς αὐτῷ τὴν χεῖρα, καὶ ἐπευξάμενος πρὸς τὸν Θεὸν λέγε· Ὁ Θεὸς ὁ αἰώνιος, ὁ πολὺς ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ὁ τὴν τοῦ κόσμου σύστασιν διὰ τῶν ἐνεργουμένων φανε ροποιήσας καὶ τὸν ἀριθμὸν τῶν ἐκλεκτῶν σου ἐν ὅλῳ τῷ κόσμῳ διαφυλάττων· αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τὸν δοῦλόν σου τὸν ἐγχειριζόμενον τὰς ἁγίας σου γραφὰς ἀναγινώσκειν τῷ λαῷ σου, καὶ δὸς αὐτῷ Πνεῦμα ἅγιον, πνεῦμα προφητι κόν. Ὁ σοφίσας Ἔσδραν τὸν θεράποντά σου ἐπὶ τὸ ἀναγινώσκειν τοὺς νόμους σου τῷ λαῷ σου, καὶ νῦν παρα καλούμενος ὑφ' ἡμῶν σόφισον τὸν δοῦλόν σου καὶ δὸς αὐτῷ, ἀκατάγνωστον διανύσαντα τὸ ἐγχειρισθὲν αὐτῷ ἔργον, ἄξιον ἀναδειχθῆναι μείζονος βαθμοῦ διὰ Χριστοῦ, δι' οὗ σοὶ ἡ δόξα καὶ τὸ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Ἰάκωβος δὲ ὁ Ἀλφαίου κἀγὼ διατάσσομαι περὶ ὁμολογητῶν. Ὁμολογητὴς οὐ χειροτονεῖται, γνώμης γὰρ τοῦτο καὶ ὑπομονῆς· τιμῆς δὲ μεγάλης ἐπάξιος ὡς ὁμολογήσας τὸ ὄνομα τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ