Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριος. Καὶ εἶπε Μωσῆς πρὸς τὸν Θεόν· Οὐ δυνήσεται ὁ λαὸς προσαναβῆναι πρὸς τὸ ὄρος τὸ Σινᾶ. Σὺ γὰρ διεμαρτύρησας ἡμῖν, λέγων· Ἀφόρισαι τὸ ὄρος, καὶ ἁγίασαι. Εἶπε δὲ αὐτῷ Κύριος· Βάδιζε, κατάβηθι, ἀνάβηθι σὺ, καὶ Ἀαρὼν μετὰ σοῦ. Οἱ δὲ ἱερεῖς καὶ ὁ λαὸς μὴ βαδιζέτωσαν ἀναβῆναι πρὸς τὸν Θεὸν, μήποτε ἀπολέσῃ ἀπ' αὐτῶν Κύριος. Μόνον μὲν γὰρ εἰς τὸ ὄρος ἀναφοιτᾷν κελεύει τὸν μεσιτεύοντα, φημὶ δὲ Μωσέα· προσίεται δὲ τῶν ἄλλων οὐδένα· καὶ ἀστιβὲς αὐτοῖς ἀποφαίνει τὸ ὄρος. Προσηπείλει δὲ θάνατον, εἰ καταφρονεῖν ἕλοιτό τις. Οὐκ ὠμὸς, οὐδὲ ἀπηνὴς, ἢ δυσπρόσιτος εἶναι ζητῶν ὑπονοεῖσθαι, κομιδῇ γὰρ εὔηθες τὸ ὧδε φρονεῖν, ἀλλ' ἴν' ἔχοιεν εἰδέναι καὶ νοεῖν ὅτι τῶν ἄγαν ἐξῃρημένων ἐστὶ καὶ ἐν ὑπερτάταις ὄντος ὑπεροχαῖς, τιμῆς τε καὶ δόξης τὸ ἐγγὺς εἶναι δύνασθαι Θεοῦ. Ἦν δὲ καὶ ἑτέρως τῶν ἀτοπωτάτων, τοῖς μὲν Αἰγυπτίων ἔθεσιν ἐντεθραμμένους αὐτοὺς, καὶ εἰδότας ὅτι τῶν ἀκαθάρτων δαιμονίων τεμένη βάσιμα μὲν οὐχὶ τοῖς ἐθέλουσιν, ἐφήδετο μόλις τοῖς ἐξηλεγμένοις, περιηγνισμένοις τάχα που, κατά γε τοὺς παρ' αὐτοῖς ὄντας νόμους, ἐν τοῖς ἐσωτάτοις γίνεσθαι πότοις, εἶτα οἴεσθαι τὸ μηδὲν τῷ τῶν ὅλων ἐγγίσαι Θεῷ, καὶ τῶν οὕτω σεπτῶν τε καὶ ἱερῶν καταθρῆσαι χώρων, ἐν οἷς ἡ θεία καὶ ἀπόῤῥητος αὐτοῦ πέφηνε δόξα. Ἄλλως δέ· δεῖν γὰρ ἔγωγέ φημι, διὰ πολλῶν ἡμᾶς τρόπων θηρᾶσθαι φιλεῖν τὸ τελοῦν εἰς ὄνησιν. Οὐκ ἔδει τοῖς ἴσοις τιμᾶσθαι παρὰ Θεοῦ λαοὺς καὶ ἡγούμενον· τὸν παιδαγωγήσειν μέλλοντα, καὶ τοὺς ὑπ' αὐτῷ· τὸν τοῦ νόμου διάκονον, καὶ ἐφ' ὃν οἱ νόμοι· ἐξῃρημένην δὲ μᾶλλον διαλαχεῖν τὴν δόξαν ἄμεινον ἦν δή που καὶ σοφὸν, καὶ τοῖς ὑπ' αὐτοῦ κεισομένοις χρησιμώτατον. Ὅτι δὲ ἀληθὲς ὅ φημι, καὶ δι' ἑτέρου συνήσεις. Ἔφη γὰρ ὁ τῶν ὅλων ∆εσπότης πρὸς τὸν ἱεροφάντην Μωσέα· Ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃς λαλοῦντός μου πρὸς σὲ, καί σοι πιστεύσωσιν εἰς τὸν αἰῶνα. Πάντα δὴ οὖν ἐν κόσμῳ καὶ οἰκονομικῶς ἐξεπράττετο. βʹ. Ἀλλ' ἦν, ὡς ἔφην, ἐν ἀρχαῖς σκιαγραφία τις ὥσπερ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, μέλλοντος ἐπιλάμψειν τοῖς ἐπὶ τῆς γῆς, ὡς ἐν ἡμέρᾳ τρίτῃ, τῷ λοίσθῳ καιρῷ, καθ' ὃν καὶ γέγονε σὰρξ ὁ Λόγος, καὶ ἐπέφανεν ἡμῖν, κατὰ τὰς Γραφάς· προκηρύττοντος δὲ τὴν ὑπ' αὐτοῦ τε καὶ δι' αὐτοῦ προκεισομένην κατὰ καιροὺς τοῖς πιστεύσασι κάθαρσιν. ∆ιαμάρτυραι γὰρ, φησὶ, τῷ λαῷ, καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην. Τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται ὁ Κύριος ἐπὶ τῷ ὄρει Σινᾷ. Καὶ τίς ἄρα τοι τῆς ἑτοιμασίας ὁ τρόπος, διασαφεῖ 69.504 ὁ Μωσῆς οὕτω λέγων· Τρεῖς ἡμέρας, φησὶ, μὴ προσέλθητε γυναικί. Ἀποπλύνεσθαι δὲ δεῖν διεβεβαιοῦτο σαφῶς καὶ αὐτὰ τὰ ἱμάτια. Ἀλλ' ἐν μὲν τῷ χρῆναι λέγειν μὴ συγκατευνάζεσθαι γυναιξὶν, ὁμιλίας δὲ τῆς πρὸς ἐκείνας ἀποφοιτᾷν, τῶν τῆς σαρκὸς ἡδονῶν ἡ νέκρωσις εὖ μάλα κατασημαίνεται. Ἐν δέ γε τῷ δεῖν καὶ αὐτὰ καθήρασθαι τὰ ἄμφια, καταγράφεταί πως ἡμῖν ἡ δι' ὕδατος κάθαρσις, δῆλον δὲ ὅτι καὶ διὰ πνεύματος ἀπαλλάττοντος μολυσμῶν. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· Οἱ τὰ Χριστοῦ φρονεῖν ᾑρημένοι, καὶ περιπατοῦντες ἐν Πνεύματι τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις· καὶ νεκροῦσι μὲν τὰ μέλη ἐπὶ τῆς γῆς, πορνείας, ἀκαθαρσίας, πάθος, ἐπιθυμίαν κακήν. Ἔσθημα δὲ ποιοῦνται λαμπρὸν, τὴν ἄνωθεν χάριν, ἢ καὶ αὐτὸν τὸν Ἐμμανουήλ. Ἐνδύσασθε γὰρ, φησὶ, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πορνείαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν. Ἀλλὰ ταυτὶ μὲν ἐκέλευσε δρᾷν τοῖς τὸ τηνικάδε Μωσῆς. Ἀκηκόαμεν δὲ καὶ ἡμεῖς καὶ αὐτοῦ τοῦ νόμου κηρύττοντος αἰνιγματωδῶς τὸ τῷ Χριστῷ δοκοῦν, καὶ δι' ὕδατος κάθαρσιν, καὶ τῶν σαρκικῶν ἐπιθυμιῶν τὴν νέκρωσιν. Προστέταχε γὰρ ὁ νόμος, ὕδατι μὲν καταῤῥαίνεσθαι τοὺς μεμολυσμένους, πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, ἐκπέμπεσθαι δὲ τῆς παρεμβολῆς ὡς ἀκάθαρτον τὸν γονοῤῥυᾶ· διασύρων, οἶμαί που, τῆς ἀκρασίας τὸ χρῆμα, καὶ βέβηλον ἀποφαίνων τὴν τῆς σαρκὸς ἡδονήν. Τοιγάρτοι καὶ ἡμεῖς οἱ ἐν Χριστῷ δεδικαιωμένοι καὶ ἡγιασμένοι διὰ τοῦ Πνεύματος, μισεῖν κεκελεύσμεθα καὶ τὸν τῆς σαρκὸς