179
ἔτη γὰρ συνάγονται ρπεʹ καὶ ἐνιαυτὸς εἷς, ἐν ᾧ τὴν πόλιν ἐτείχισεν ὁ Νεεμίας. τοὺς οὖν ρπςʹ ἐνιαυτοὺς μῆνας εὑρίσκομεν βτʹ Ἑβραϊκούς, τῆς ὀκταετίας ἀκολούθως τοὺς πρὸς τούτοις ἐμβολίμους τρεῖς μῆνας προσλαμβανούσης. ἀπὸ δὲ Ἀρταξέρξου, ὅθεν ὁ λόγος ἐξῆλθεν οἰκοδομηθῆναι Ἱερουσαλήμ, οʹ ἑβδομάδες συντελοῦνται. ἰδίᾳ δὲ περὶ τούτων καὶ ἀκριβέστερον ἐν τῷ περὶ ἑβδομάδων καὶ τῆσδε τῆς προφητείας ἀπεδείξαμεν. Θαυμάζω δὲ Ἰουδαίων μὲν μήπω φασκόντων ἐληλυθέναι τὸν κύριον, τοὺς ἀπὸ Μαρκίωνος δὲ ἀπὸ τῶν προφητειῶν μὴ προηγορεῦσθαι, οὕτω γυμνῶς ὑπ' ὄψιν τῶν γραφῶν δεικνυουσῶν. Καὶ μετ' ὀλίγα· συνάγονται δὲ τοίνυν οἱ χρόνοι ἐπὶ τὴν τοῦ κυρίου παρουσίαν ἀπὸ Ἀδὰμ καὶ τῆς ἀναστάσεως ἔτη εφλαʹ. ἀφ' οὗ χρόνου ἐπὶ ὀλυμπιάδα σνʹ ἔτη ρζβʹ, ὡς ἐν τοῖς πρόσθεν ἡμῖν ἀποδέδεικται. 394 Εὐσεβίου τοῦ Παμφίλου περὶ τῶν αὐτῶν Ἰησοῦς ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ κύριος ἡμῶν κατὰ τὰς περὶ αὐτοῦ προφητείας ἐπὶ τὸ πάθος προῄει ἔτους ιθʹ τῆς Τιβερίου βασιλείας. καθ' ὃν καιρὸν καὶ ἐν ἄλλοις μὲν Ἑλληνικοῖς ὑπομνήμασιν εὕρομεν ἱστορούμενα κατὰ λέξιν ταῦτα. ὁ ἥλιος ἐξέλιπε. Βιθυνία ἐσείσθη. Νικαίας τὰ πολλὰ ἔπεσεν. ἃ καὶ συνᾴδει τοῖς περὶ τὸ πάθος τοῦ σωτῆρος ἡμῶν συμβεβηκό σιν. γράφει δὲ καὶ Φλέγων ὁ τὰς ὀλυμπιάδας περὶ τῶν αὐτῶν ἐν τῷ ιγʹ ῥήμασιν αὐτοῖς τάδε· τῷ δὲ δʹ ἔτει τῆς σβʹ ὀλυμπιάδος ἐγένετο ἔκλειψις ἡλίου μεγίστη τῶν ἐγνωσμένων πρότερον, καὶ νὺξ ὥρᾳ ἕκτῃ τῆς ἡμέρας ἐγένετο, ὥστε καὶ ἀστέρας ἐν οὐρανῷ φανῆναι. σεισμός τε μέγας κατὰ Βιθυνίαν γενόμενος τὰ πολλὰ Νικαίας κατεστρέψατο. καὶ ταῦτα μὲν ὁ δηλωθεὶς ἀνήρ. τεκμήριον δ' ἂν γένοιτο τοῦ κατὰ τόδε τὸ ἔτος πεπονθέ ναι τὸν σωτῆρα ἡ τοῦ κυρίου κατὰ Ἰωάννην εὐαγγελίου μαρτυρία, ἥτις μετὰ τὸ ιεʹ ἔτος Τιβερίου τριετῆ χρόνον τῆς διδασκαλίας αὐτοῦ διαγενέ σθαι μαρτυρεῖ. κατὰ τοὺς αὐτοὺς δὲ χρόνους καὶ Ἰώσηππος ἱστορεῖ ἐν ἡμέρᾳ πεντηκοστῆς κινήσεως καὶ κτύπου ἱερέας ἀντιλαμβάνεσθαι πρῶ τον, ἔπειτα φωνῆς ἀθρόας ἔνδοθεν ἀκοῦσαι ἀπὸ τοῦ ἐσωτάτου ἱεροῦ αὐτοῖς ῥήμασιν εἰπούσης· μεταβαίνωμεν ἐντεῦθεν. καὶ ἄλλο δέ τι ὁ αὐτὸς ἀναγρά φει Ἰώσηππος, ὡς Πιλάτου τοῦ ἡγεμόνος κατὰ τὸν αὐτὸν χρόνον Καίσαρος τὰς εἰκόνας νύκτωρ εἰς τὸ ἱερόν, ἅσπερ οὐκ ἦν θέμις, ἀναθέντος, μεγίστου τε θορύβου καὶ στάσεως ἀρχὴν ἐμβεβληκότος τοῖς Ἰουδαίοις· ἔνθεν ἐπι στήσεις πόσαι τὸ Ἰουδαίων ἔθνος διεδέξαντο συμφοραί. Φλάκκος Ἀσύλαιος τῆς Ἀλεξανδρείας καὶ Αἰγύπτου ἐπίτροπος ὑπὸ Τιβερίου ἐκπέμπεται. πολλὰ δὲ τοῦ Ἰουδαίων ἔθνους ἐπεβούλευσεν. Ὅτι μὲν εφλαʹ, οὐχὶ δὲ εφλγʹ ὁ Ἀφρικανὸς λέγων δύο σφάλλεται ἔτη κατὰ τὴν ἀψευδῆ τῶν εὐαγγελίων ὑφήγησιν. πρόδηλον γὰρ ὅτι τῷ λʹ ἔτει ἀρχομένῳ που ἢ μικρῷ πρὸς ἢ ἔλαττον διὰ τὸ εἰρημένον, «Ἰησοῦς δὲ ἦν 395 ὡσεὶ ἐτῶν λʹ» παρὰ τῷ μεγάλῳ εὐαγγελιστῇ Λουκᾷ ἐβαπτίσθη καὶ ἐδίδαξε καὶ ἐθεράπευσε πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐπὶ τρία ἔτη· ὡς εἶναι τὸν ἀπὸ τῆς θείας αὐτοῦ συλλήψεως χρόνον ἀρξάμενον τῷ εφαʹ ἔτει τοῦ κόσμου, τῇ πρώτῃ τοῦ πρωτοκτίστου μηνὸς Νισάν, Μαρτίου κεʹ, μέχρι τῆς ζωοποιοῦ ἀναστάσεως κατὰ τὴν αὐτὴν συμπεσοῦσαν ἡμέραν κεʹ Μαρτίου ἐτῶν λγʹ καὶ ἡμέρας μιᾶς τῷ εφλδʹ ἔτει ἀρξαμένην, ἀφ' ἧς ἐπὶ τὴν εἰς οὐρανοὺς μετὰ σώματος θεοπρεπῆ θείαν ἀνάληψιν ἡμέραι μʹ. ἀπὸ δὲ Ἀδὰμ ἐπὶ τὴν αὐτὴν ἔτη εφλγʹ, ἡμέραι μʹ. εἰ δέ τις ἀπιστεῖ τοῖς λεγομένοις περὶ τῆς αὐτῆς πολλαχοῦ λεγομένης, ὅτι ἐν αὐτῇ τὸν θάνατον πατήσας ὁ κύριος ἡμῶν πρωτοκτίστῳ ἡμέρᾳ ζωὴν ἡμῖν ἐκ νεκρῶν ἐπήγα σε, σκοπείτω εἰς τὴν ιαʹ περίοδον τῶν φλβʹ. κυκλικῶν ἐτῶν κατὰ τὸ σιγʹ ἔτος τῆς αὐτῆς περιόδου τὴν ιδʹ τοῦ παρ' Ἑβραίοις πάσχα, καὶ εὑρήσει κατὰ τὴν κγʹ τοῦ αὐτοῦ Μαρτίου μηνὸς ἐν ἡμέρᾳ παρασκευῇ καταντῶσαν ἐπὶ τὸ σωτήριον πάθος, ὃ ὑπὲρ ἡμῶν ἑκουσίως ὑπέστη, καὶ ταφεὶς ὑπὸ Ἰωσὴφ τοῦ ἐξ Ἀριμαθαίας καὶ Νικοδήμου ἀνέστη τῇ μετὰ τὴν αὐτὴν παρασκευὴν ἐπιφωσκούσῃ τρίτῃ ἡμέρᾳ, μιᾷ σαββάτων, πρώτῃ δὲ τοῦ παρ' Ἑβραίοις Νισὰν πρώτου μηνός, ἥτις ἀεὶ τῇ κεʹ Μαρτίου μηνὸς μία καὶ ἡ αὐτή ἐστιν.