179
οὖσαν τὸν μέγαν δομέστικον ἐκέλευεν ὁ βασιλεὺς παραλαβόντα, πρὸς τὰ περὶ Βυζάντιον χωρεῖν παράλια χωρία, τὴν ἔφοδον τῶν βαρβάρων περιμένοντα. αὐτὸς δὲ ὡς ἅμα ἐκ θαλάσσης ἐπιθησόμενος, ἐφώπλιζε τριήρεις. ὁ μέγας μὲν οὖν δομέστικος πρός τινι χωρίῳ Ἐννακόσια προσαγορευομένῳ ἐγκαθίδρυσε τὴν στρατιάν· κατασκό 1.506 πους τε καταστήσας ἐφ' ὅσα μάλιστα χωρία ἀπόβασιν ὑπώπτευε τῶν Περσῶν, διενυκτέρευεν ἐκεῖ. περὶ δὲ ὄρθρον ἐκ τῶν κατασκόπων τινὲς ἀπήγγελλον, ὡς οἱ βάρβαροι τοῖς ἐκεῖ αἰγιαλοῖς τὴν ἀπόβασιν ἐποιήσαντο, καὶ τεκμήριον ἀληθὲς τῆς ἀγγελίας ἐποιοῦντο τὸ τραυματίαι γεγενῆσθαι παρ' αὐτῶν. οἱ βάρβαροι δὲ οὐκ ἐφ' ἑνὶ χωρίῳ προσέσχον πάντες, ἀλλ' οὐ μακρὰν ἀλλήλων διεστηκότες, δύο ναυλοχίας ἐποιήσαντο· οἱ μὲν οὖν ἐκ τῆς μιᾶς μερίδος πρὸς ἕτερα ἐτράποντο χωρία, οἱ δὲ τῆς ἑτέρας ὥσπερ σκοπούς τινας ὀλίγους ἑαυτῶν προπέμψαντες, οἱ λοιποὶ συντεταγμένοι ᾔεσαν, ὡς διὰ τῶν χωρίων ἐκείνων ἐλευσόμενοι, οἷς ὁ μέγας δομέστικος ἐνήδρευεν. ὡς δὲ οἱ προτεταγμένοι ἐκεῖνοι ἐγένοντο πλησίον τῆς Ῥωμαίων στρατιᾶς, πλὴν ὀλίγων πάντες ἔπεσον, ἀπροσδοκήτοις ἐμπεσόντων· ὅσοι δὲ διεσώθησαν, εἰς τὴν αὐτῶν ἐλθόντες στρατιὰν, ἀπήγγελλον ὡς διαφθαροῖεν, στρατιᾷ περιτυχόντες ὀλίγῃ μὲν, ὡς ᾠήθημεν, καθαρῶς οὐκ ἔχοντες διὰ τὴν νύκτα διαγνῶναι, ἀγαθῇ δὲ καὶ τὰ πολέμια κρατίστῃ. ὃ δὴ καὶ οἱ τῆς Περσικῆς ἄρχοντες πυθόμενοι στρατιᾶς, παρεσκευάσαντο ὡς ἐπὶ μάχην. ἐπιγενομένης δὲ ἤδη καὶ ἡμέρας, συνεπλέκοντο οἵ τε Ῥωμαῖοι καὶ οἱ βάρβαροι ἀλλήλοις καὶ ἀντέσχον μὲν ἐπὶ πολὺ, τῶν παρὰ Πέρσαις ἐπιφανῶν ὄντες καὶ γνωρίμων πάντες· ὅμως νικηθέντες κατὰ κράτος, πλὴν ἑπτὰ οἱ μὲν ἀπέθανον παρὰ τὴν μάχην, οἱ δ' ἑάλωσαν. τῆ αὐτῆς δὲ ὥρας καὶ ὁ βασιλεὺς δυσὶ τριήρεσι παρέπλει, ἃς 1.507 ἦν τῆς νυκτὸς πεπληρωκώς· ἕτεραι γὰρ οὐκ ἔτυχον οὖσαι πλώϊμοι. πυθόμενος δὲ ὡς οἱ μὲν τῶν βαρβάρων ἡττηθεῖεν παρὰ μεγάλου δομεστίκου καὶ τῆς στρατιᾶς, ἐπὶ δὲ τοὺς ἑτέρους ἤδη παρασκευάζονται χωρεῖν, ἀποβὰς τῆς τριήρεως, ἐπεὶ τῶν βασιλικῶν οὐ παρῆσαν ἵπποι, τοῦ μεγάλου δομεστίκου ἵππῳ ἐπιβὰς, ἄγων καὶ τὴν στρατιὰν ἐχώρει κατὰ τῶν Περσῶν σπουδῇ πολλῇ καὶ προθυμίᾳ. καὶ γενόμενος καθ' ἃ οἱ Πέρσαι ἐληΐζοντο χωρία, συνέβαλλέ τε καὶ ἐνίκα κατὰ κράτος. πλὴν γὰρ ὀλίγων καὶ αὐτοὶ οἱ μὲν ἔπεσον κατὰ τὴν μάχην, οἱ δ' ἑάλωσαν. ὅσοι δὲ τὸ διαφθαρῆναι ἠδυνήθησαν διαφυγεῖν, παρὰ τὰς ναῦς τὰς ἑαυτῶν ἐλθόντες, μίαν μὲν ἐπλήρουν, δυσὶ δὲ ἑτέραις, τῇ μὲν ὀκτὼ, δέκα δὲ τῇ ἑτέρᾳ ἐπιβάντες, ἱστία τε ἄραντες καὶ πνεύματος εὐτυχηκότες ἐπιφόρου, παρὰ δόξαν διέφυγον τὸ ἀπολέσθαι, οὕτως ἄνωθεν τοῦ θεοῦ καὶ τὴν σωτηρίαν καὶ τὴν ἧτταν τοῖς βαρβάροις πρυτανεύοντος. αἱ γὰρ μετὰ βασιλέως ἐλθοῦσαι δύο τριήρεις, ἐπεὶ τὰς Περσικὰς εἶδον ἀραμένας πρὸς τὸ πέλαγος ἱστία ἐπὶ φυγῇ, τῇ εἰρεσίᾳ τὴν δίωξιν ἀπαγορεύσαντες διὰ τὸ μηκόθεν τὰς Περσικὰς ὁρᾷν ἐπιφόρῳ πνεύματι χρωμένας, αἴρειν ὥρμηντο ἱστία καὶ αὐτοί. ἅμα δὲ αἰρόντων, τῶν μὲν ἐῤῥάγησαν οἱ κάλω οἷς ἀνῆγον τὴν κεραίαν· τῶν ἑτέρων δὲ ἡ κεραία καταχθεῖσα κατέπεσεν ἐπὶ τοῦ καταστρώματος. καὶ οὕτως ἀπέσχοντο τὸ διώκειν ἀπειπόντες. αἱ λοιπαὶ δὲ πέντε τρεῖς καὶ τριάκοντα οὖσαι νῆες Περσικαὶ κατελείφθη 1.508 σαν ἐπὶ τοῦ αἰγιαλοῦ κεναί. βασιλεὺς δὲ μετὰ τῆς στρατιᾶς καὶ αἱ τριήρεις ηὐλίσαντο αὐτοῦ τὴν νύκτα σκυλεύοντες τοὺς νεκροὺς τῶν πολεμίων. τῆς αὐτῆς δὲ νυκτὸς περὶ μέσην ἕτεροι βάρβαροι ἐννέα ναυσὶ, μηδὲν εἰδότες τῶν γεγενημένων, κατέπλεον ἐπὶ τοὺς αὐτοὺς αἰγιαλοὺς ὡς συμμίξοντες τοῖς ἄλλοις. ἀπροσδοκήτως δὲ ταῖς δυσὶ τριήρεσι περιπεσόντες τῶν Ῥωμαίων κατεπλάγησαν μὲν τῷ ἀδοκήτῳ· πλὴν διὰ τὴν ὀλιγότητα θαῤῥήσαντες αὐτῶν, συνεπλέκοντο πρὸς μάχην. καὶ παρ' ὀλίγον μὲν ἦλθον τὰς τριήρεις διαφθεῖραι. ἐπέβησαν γὰρ οἱ βάρβαροι καὶ τῆς μιᾶς. πλὴν πρὸς ἀλκὴν τραπόμενοι οἱ τριηρῖται ἐνίκησάν τε καὶ πασῶν ἐκράτησαν Περσικῶν νεῶν, μιᾶς διαδρᾶναι δυνηθείσης. ἦσαν δὲ καὶ οὗτοι ὥσπερ καὶ οἱ πρότεροι λογάδες τῶν παρὰ Πέρσαις ὀνομαστοτάτων. ὅθεν καὶ οἱ