179
βασιλεὺς ̓Αγρίππας ταῦτα πυθόμενος δίδωσι τὴν ἀρχιερωσύνην ̓Ιωσὴφ τῷ καλουμένῳ ∆εκαβί, υἱῷ τοῦ ἀρχιερατεύσαντος Σίμωνος· ειτα τῷ Αννᾳ υἱῷ τοῦ 2.49 Αννα ταύτην ἐξ ̓Ιωσὴφ ἀφελόμενος προσεκλήρωσεν. Ουτος ουν ὁ νέος Αννας τὴν ἀρχιερωσύνην παρειληφὼς τολμητίας ην καὶ θρασύς. Φήστου τοίνυν θανόντος, καὶ ̓Αλβίνου μήπω καταλαβόντος τὴν ̓Ιουδαίαν, ος ἀντὶ Φήστου παρὰ Νέρωνος ἐστάλη τῆς ̓Ιουδαίας ἐπίτροπος, καθίσας συνέδριον, ιν' αὐτοῖς τοῖς ̓Ιωσήπου χρήσωμαι ῥήμασι, παράγει τὸν ἀδελφὸν ̓Ιησοῦ τοῦ λεγομένου Χριστοῦ, ̓Ιάκωβος ονομα αὐτῷ, καί τινας ἑτέρους, ὡς παρανομησάντων κατηγορῶν αὐτῶν, καὶ παρέδωκε λευσθησομένους. οσοι δὲ τῶν κατὰ τὴν πόλιν ἐδόκουν ἐπιεικέστατοι καὶ περὶ τοὺς νόμους ἀκριβεῖς, βαρέως ηνεγκαν ἐπὶ τούτῳ, καὶ κατεῖπον αὐτοῦ καὶ πρὸς ̓Αλβῖνον καὶ πρὸς ̓Αγρίππαν. διὸ τὴν ἀρχιερωσύνην ἀφελόμενος ὁ βασιλεὺς ἐξ αὐτοῦ, μῆνας αρξαντος τρεῖς, ̓Ιησοῦν τὸν τοῦ Μνασέα κατέστησεν. ̓Αλβῖνος δ' ἐλθὼν εἰς ̔Ιεροσόλυμα σπουδὴν εἰσήνεγκεν εἰρηνεύειν τὴν χώραν, καὶ πολλοὺς τῶν σικαρίων διέφθειρεν. ̓Αγρίππας δὲ τὴν ἀρχιερωσύνην δίδωσι ̓Ιησοῦ τῷ τοῦ Γαμαλιήλ, παύσας τὸν τοῦ Μνασέα ̓Ιησοῦν. στάσις ουν τῶν ἀρχιερέων ἐγένετο, προσεταιρισαμένων τοὺς θρασυτάτους, καὶ μέχρι λίθων ἡ στάσις ἐξ υβρεων τῶν πρὸς ἀλλήλους προυχώρησεν. οθεν ἐξ ἐκείνου τοῦ χρόνου μάλιστα κακῶς εχειν τὴν τῶν ̔Ιεροσολύμων πόλιν συμβέβηκε, καὶ πάντα ἐπὶ τὸ χεῖρον προέκοπτον. ̓Αλβῖνος δὲ Γέσσιον Φλῶρον μαθὼν ἀφικνεῖσθαί οἱ διάδοχον, προαγαγὼν τοὺς δεσμώτας, οσοι ησαν αὐτῷ προδήλως θανεῖν αξιοι, τούτους μὲν ἀναιρεθῆναι προσ2.50 έταξε, τοὺς δ' ἐκ μικρῶν αἰτιῶν καθειργμένους χρήματα λαμβάνων ἀπέλυε. καὶ ουτως ἡ μὲν εἱρκτὴ τῶν δεσμωτῶν ἐκενώθη, ἡ χώρα δὲ λῃστῶν ἐπληρώθη. ὁ δ' ̓Αγρίππας τὸν τοῦ Γαμαλιὴλ ̓Ιησοῦν τῆς ἀρχιερωσύνης ἐκβαλὼν Ματθίᾳ τῷ Θεοφίλου προσένειμεν, ἐφ' ου ὁ πρὸς ̔Ρωμαίους ηρξατο πόλεμος. Ηρξατο μὲν ουν ἡ ἀρχιερωσύνη ἐξ ̓Ααρών, τελευτήσαντος δὲ ἐκείνου οἱ παῖδες αὐτοῦ αὐτὴν διεδέξαντο, καὶ ἐξ ἐκείνων τοῖς ἀπ' αὐτῶν διέμεινεν ἡ τιμή. οθεν πάτριον ην ̓Ιουδαίοις μηδένα τὴν ἀρχιερωσύνην λαμβάνειν, καν βασιλεὺς ην αὐτῆς ἐφιέμενος, εἰ μὴ τοὺς ἐξ αιματος ̓Ααρών· εἰ καὶ οὐ μέχρι παντὸς τὸ εθος τοῦτο τετήρητο. ἐγένοντο ουν πάντες ἀπὸ ̓Ααρὼν μέχρι Φινεὲς τοῦ κατὰ τὸν πόλεμον ὑπὸ τῶν στασιασάντων ἀναδειχθέντος ὀγδοήκοντα καὶ τρεῖς. Γέσσιος δὲ Φλῶρος εἰς ̓Ιουδαίαν ̓Αλβίνου διάδοχος ἀφικόμενος πολλῶν ἐνέπλησεν ̓Ιουδαίους κακῶν, τοσοῦτον δὲ γέγονε κάκιστος ωστε διὰ τὴν ὑπερβολὴν τῆς αὐτοῦ κακίας ἐπαινεῖσθαι τὸν ̓Αλβῖνον ὡς εὐεργέτην. ὁ μὲν γὰρ τὴν πονηρίαν ἐπέκρυπτε καὶ ἀδικῶν μὴ γίνεσθαι κατάφωρος εσπευδε, Φλῶρος δὲ ἀπαρακαλύπτως καὶ ἀναιδῶς τὰς εἰς τὸ εθνος παρανομίας ἐποίει, ωσπερ ἐπιδεικνύμενος. καὶ τί δεῖ τῶν ἐκείνου κακῶν ἀπαριθμεῖν τὸ καθ' εκαστον; τοσοῦτον δ' εἰπὼν δηλώσω τὸ πᾶν, οτι ὁ τοὺς ̓Ιουδαίους τὸν πρὸς ̔Ρωμαίους αρασθαι πόλεμον βιασάμενος Φλῶρος ην. ελαβε δὲ τὴν ἀρχὴν ὁ πόλεμος δευτέρῳ μὲν ετει τῆς Φλώρου ἐπιτροπῆς, δωδεκάτῳ δὲ τῆς μοναρχίας τοῦ Νέρωνος. ̓Εντεῦθεν ουν ἡ τῶν ̓Ιουδαίων ἀποστασία εἰς 2.51 προῦπτον ἀνερράγη καὶ ὁ πόλεμος ηρξατο. διηγήσασθαι δὲ τούτου εκαστα πλείονος αν γένοιτο πραγματείας η κατὰ τὴν παροῦσαν ἐγχείρησιν. ἀλλὰ τὰ μὲν αλλα ἐᾶσαί μοι κέκριται, μόνα δ' ἐπιτεμεῖν τὰ περὶ τῆς ἁλώσεως τῶν ̔Ιεροσολύμων αὐτῶν. Οὐεσπασιανὸς γὰρ παρὰ Νέρωνος, μαθόντος τὴν ̓Ιουδαίων ἀποστασίαν, τὴν τοῦ πολέμου διοίκησιν πιστευθείς, οὐ πρώτοις τοῖς ̔Ιεροσολύμοις προσέβαλεν, ἀλλὰ τὰς ὑπὸ τὴν μητρόπολιν εσπευσε πρότερον ἑλεῖν πόλεις, καὶ ουτως αὐτὴν χειρώσασθαι τὴν μητρόπολιν. καταλαβὼν ουν τὴν Πτολεμαΐδα, καὶ ἑνωθεὶς ἐν αὐτῇ τῷ υἱῷ Τίτῳ ἐξ ̓Αλεξανδρείας ἀφικομένῳ καὶ τὸ πεντεκαιδέκατον τάγμα κομίζοντι, σταλέντι παρ' αὐτοῦ ἐξ ̓Αχαΐας, οπου τοῦ πολέμου στρατηγὸς κεχειροτόνητο παρὰ Νέρωνος, ἐν ̓Αχαΐᾳ γὰρ ἐτύγχανεν ων ἐκεῖνος οτε ἡ τῶν ̓Ιουδαίων ἀποστασία κατηγγέλθη αὐτῷ, κατὰ τῆς Γαλιλαίας πρότερον ωρμησε, καὶ τῇ πόλει τῶν ̓Ιωταπάτων πρώτῃ