179
εκριναν ποιῆσαι. οσαι τὸ πρᾶγμα τοῦτο ἐνεστήσαντο καὶ μετῆλθον. ̓Ενετιμᾶτο καὶ ἀπετιμᾶτο διαφέρει. οταν μὲν γάρ τις ως τι ποσὸν ἀργύριον ἀποτίμημα λαμβάνῃ, ἀποτιμᾶσθαι λέγεται. οταν δὲ ἐν ειδεσί τισι λογίσηταί τις μέρος τι τοῦ ἀργυρίου, τοῦτο λέγεται ὡς ἐνετιμήσατο. ̓Ενετολμήσατο. ἀπεθάῤῥησεν. ειτα μέντοι ἐνετολμήσατο τηλικοῦτον τόλμημα. ̓Ενετρύλλησε. κατεῖπεν. ̓Αριστοφάνης· προαγωγὸς ου σ' ἐνετρύλλησεν τῷ δεσπότῃ. ̓Ενεχώρουν. συνεχώρουν. οἱ δὲ ἱερεῖς καταπεπληγμένοι τῷ δέει ἐξίσταντο, καὶ ἐνεχώρουν αὐτῇ απαντες. ̓Ενέχραυε. τὸ σῶμα ἐπέπληττεν. ̔Ηρόδοτος· ἐνέχραυε τὸ πρόσωπον τῷ σκήπτρῳ. epsilon.746 ̓Ενεῖχεν. ὠργίζετο. ἐχόλα. ̓Ενείργω. τὸ κωλύω. ̓Ενείη. ἀντὶ τοῦ ενεστιν. ουτως ̓Αριστοφάνης. καὶ ἀντὶ τοῦ ὑπάρχει. ̓Ενείκασθαι. ἐνεγκεῖν. καὶ ἐνεῖκαι. ̓Ενείκησεν. ἐκακολόγησεν. υβρισεν. ἐνίκησε δὲ, ἀντὶ τοῦ ἐμάστιξεν, ˉι καὶ ˉη. ̓Ενείλλοντεσ. ἐμβάλλοντες. Θουκυδίδης· ἐν ταρσοῖς καλάμου πηλὸν ἐνείλλοντες, ἐσέβαλλον εἰς τὸ διῃρημένον τοῦ τείχους. ̓Ενείραντεσ. ἐμπερονήσαντες. ̓Ενειρμένοσ. συμπεπλεγμένος. ἐνειρμένος πέδαις. ̓Ενεῖσα. ἐμβαλοῦσα. σαρκὶ τὸν ἐκ γενείων πικρὸν ἐνεῖσα χόλον. καὶ ενεισιν, ἀντὶ τοῦ ἐμβάλλει. ̓Ενῆγεν. ἐκίνει. παρέπειθεν. ἐνῆγε δὲ αὐτὸν εἰς τοῦτο Χριστιανῶν λόγος. ουτως Προκόπιος. ̓Ενηγκυλωμένα. ἐντεταμένα. ηὐτρεπισμένα. πεφωραμένα. ἐπὶ κατασκοπῇ παρεγένοντο, τῷ καὶ τὰ τόξα ἐνηγκυλωμένα φέροντας ἁλῶναι. epsilon.747 ̓Ενήθλει. ἐνεκαρτέρει. καὶ ὁ μὲν ἐπὶ τούτοις τῇ πενίᾳ ἐνήθλει. ̓Ενῆκαν. ἐνέβαλον. ̓Ενήλατο. ̓Αριστοφάνης· ἐνήλατ', ἐσκίρτ', ἀπεπόρδει, ὡς καχρύων ὀνίδιον εὐωχημένον. ̓Ενηλινδεῖσθαι. κεκυλίσθαι. καὶ ἐνηλινδοῦντο. ̓Ενημμένοσ. περιβεβλημένος. διφθέραν ἐνημμένος. ̓Ενῆν. ἀντὶ τοῦ ἐνυπῆρχεν. η δυνατὸν καὶ ἐνδεχόμενον. ὁ δὲ μάστιξιν, ὡς ἐνῆν, ἀνετάσας, διέγνω, ὡς εχει τὸ πολέμιον. αἰνεῖν δὲ ἀντὶ τοῦ ἐπαινεῖν, τὰ δύο δίφθογγα. ̓Ενήρατο. ἀπέκτεινεν. ̓Ενήρεισεν. ἐπεστήριξεν η προσεπέλασεν. ̓Ενῆρσεν. ἐφήρμοσεν. ̓Ενῆρκται. ἀρχὴν ἐποίησεν. ̓Ενήσομεν. ἐμβαλοῦμεν. ̓Ενθουσιᾷ. θεοφορεῖται. η ὑπὸ τοῦ θείου πνεύματος καταλάμπεται. λέγεται δὲ καὶ ἀντὶ τοῦ μαίνεται. epsilon.748 ̓Ενθυμιζόμενοι. ἐνθυμούμενοι. Ενι. εστιν. ὑπάρχει. ̓Αριστοφάνης ἀντὶ τοῦ ενεστιν· ενι φύσις, ενι θράσος. ̓Ενισχημένοσ. κατεχόμενος. ̓Ενιαυτίζω. ἐνιαυτόν που διατρίβω. ̓Ενίετε. ἐμβάλετε. προπέμπετε. καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ. καὶ ἐνίησι. καὶ ἐνίεται. καὶ ἐνίεσαν. καὶ τοῖς πύργοις πῦρ ἐνίεσαν. καὶ ἐνίει. ̓Ενιζῆσαι. ἐγκαθίσαι. ̓Ενιζάνει. κάθηται. ὁ δὲ κατ' ιχνος ἑπόμενος τῷ τυράννῳ καὶ ἐς τὸν ̓Οργῶνα ποταμὸν ἐνιζάνει. ̓Ενίδρυται. ἐγκαθέζεται. ̓Ενίκησεν. ὑπερέβαλλεν. ̓Ενικλᾷν. ἐμποδίζειν. ̓Ενιλλωπῶ η ἐνιλλιπῶ. τὸ τοὺς ὀφθαλμοὺς συστρέφω. epsilon.749 ̓Ενισκήφθη. κατηνέχθη. ̓Ενίσπω. ἐπιπλήξω. καὶ ενισπε, ἀντὶ τοῦ εἰπέ. ̓Ενίπτω. κακολογῶ. ἐπιπλήσσω. λοιδορῶ. παρὰ τὸ ἐνέπω, τὸ λέγω, κατ' ἐπένθεσιν τοῦ ˉτ, καὶ τροπῇ τοῦ ˉε εἰς ˉι, ἐνίπτω. τὸ γὰρ ˉε, ἡνίκα πλεονάσοι σύμφωνον, τρέπεται εἰς ˉι. οιον επω, ἐνίπτω. μή με, γύναι, χαλεποῖσιν ὀνείδεσιν θυμὸν ενιπτε. ̓Ενίστασθαι. εὐτρεπίζεσθαι. παρασκευάζεσθαι. μὴ διαμέλλειν, ἀλλ' ἐνίστασθαι τῷ πολέμῳ. ̓Ενίσσω. τὸ ἐπιπλήττω καὶ κακολογῶ. αἰνίσσω δὲ, τὸ αἰνιγματωδῶς δηλῶ, δίφθογγον. ̓Ενθουσιᾷ. ὑπὸ ἐνθέου κατέχεται πνεύματος. ̓Ενθουσιώσασ. ἀντὶ τοῦ ἐξανεγειρούσας. η μαινομένας. Πισίδης· καὶ τὰς ἀθέσμους ἡδονὰς epsilon.750 τοῦ βαρβάρου ἐνθουσιώσας τῇ πυρώσει τῆς μέθης. ̓Ενθυμιζόμενοι. λογιζόμενοι. ουτως ∆ίων. ̓Ενοπτρίσαι. ἑαυτὸν κατανοῆσαι. ̓Ενόρσασ. ἐμβαλών. ̓Ενοχλῶ σοι.- ̓Ενράσσει. ὁρμητικῶς ἐφορμᾷ. ̓Ιώσηπος· ὁ δὲ Σαμψὼν ἐνράσσει ταῖς πύλαις αὐτῶν καὶ φλοιαῖς καὶ μοχλοῖς, οση τὲ αλλη περὶ αὐταῖς ην ξύλωσις. ̓Ενσκήψαντα. ἐφορμήσαντα. ̓Ενστερνισάμενοι. περιπτυξάμενοι. ̓Ενσείει τὴν ιππον αὐτοῖσ. ἀντὶ τοῦ ἐπιτίθησιν. ἐπᾴρας ἐνσείει τὴν ιππον αὐτοῖς ἀθρόαν. ̓Ενσεισθείσ. τιναχθείς. ὁ δὲ Σαμψὼν ἐνσεισθεὶς τοῖς κίοσιν ἐπεὶ καταβάλλει τὸν οικον. ̓Ενσημαινόμενοσ. ἐνδεικνύμενος, ἐμφαίνων. ̓Ενστροβιλήσασ. συντρίψας. epsilon.751 ̓Ενταλθέντα. ἐπιτραπέντα. ̓Εντακείσ. ἐμφυείς. ̓Εντενεῖ. ἐκτενεῖ. ̓Εντέτατο.