179
λύπης ἐκβαίνει θάνατος.» «Ἐν τῷ ἀποθανεῖν ἄνθρωπον, κληρονομήσει ἑρπετὰ, καὶ θηρία, καὶ σκώληκας.» Οὔτε γυναιξὶν, οὔτε ἀνδράσιν ἐπιτέτραπται τὸ φιλοπενθὲς καὶ φιλόδακρυ, ἀλλ' ὅσον ἐπιστυγνάσαι τοῖς λυπηροῖς, καὶ μικρόν τι δάκρυον ἀποστάξαι, καὶ τοῦτο ἡσυχῆ, μηδὲ ἀναβρασσόμενον, μηδὲ ὀλολύζοντα, μηδὲ καταῤῥηγνύντα χιτῶνα, ἢ κόνιν καταχεό 96.32 μενον, μηδὲ ἄλλο τι τῶν τοιούτων ἀσχημόνως ἐπιτηδευομένων παρὰ τῶν ἀπαιδεύτως ἐχόντων πρὸς τὰ ἀνθρώπινα. Ἀνάνδρου γὰρ ψυχῆς, καὶ οὐδένα τόνον ἐκ τῆς ἐπὶ Θεὸν ἐλπίδος ἐχούσης, τὸ σφοδρῶς καταπίπτειν, καὶ ὑποῤῥήγνυσθαι τοῖς λυπηροῖς. Ὥσπερ οἱ σκώληκες ἐν τοῖς ἁπαλωτέροις τῶν ξύλων ἐκτίκτονται μάλιστα, οὕτως αἱ λύπαι ἐν τοῖς μαλακωτέροις ἤθεσι τῶν ἀνθρώπων ἐμφυτεύονται. Μὴ τοίνυν ἀπίδῃς εἰς ἐκεῖνον τὸν νεκρὸν, τὸν μεμυκότα τοὺς ὀφθαλμοὺς, καὶ ἄφωνον κείμενον, ἀλλὰ τὸν ἀνιστάμενον ἀπόβλεπε, καὶ ἀπολαμβάνοντα δόξαν ἀκήρατον καὶ φρικώδη. Ἀλλὰ συνήθειαν καὶ ὁμιλίαν ζητεῖς, καὶ διὰ τοῦτο ὀδύρῃ, καὶ κλαίεις, καὶ θρηνεῖς; Καὶ πῶς οὐκ ἄτοπον εἴη τοῦτο; Εἰ γὰρ νυμφίῳ δέδωκας τὸ θυγάτριόν σου, εἶτα λαβὼν αὐτὸ ὁ νυμφίος εἰς μακρὰν ἀπεδήμησε χώραν, καὶ καλῶς πράττων διατελοίη, οὐδὲν ἡγῇ δεινὸν τὸ γεγενημένον ἐπὶ [τῷ] παραμυθῆσαι τὴν ἀθυμίαν. Ἐνταῦθα δὲ οὐκ ἀνθρώπου, οὐ φίλου, οὐ συγγενοῦς λαβόντος αὐτὸ, ἀλλ' αὐτοῦ τοῦ ∆εσπότου, ἀλγεῖν καὶ ὀδύρεσθαι ὀφείλομεν, Καὶ πῶς δυνατὸν, φησὶ, μὴ κλαίειν καὶ ὀδύρεσθαι ἄνθρωπον ὄντα; Οὔτε ἐγὼ τοῦτο λέγω, ἀλλὰ τὴν ἐπίτασιν τῆς ἀθυμίας ἀναιρῶ. Τὸ μὲν γὰρ ἀθυμεῖν τῆς φύσεώς ἐστι, τὸ δὲ πέρα τοῦ μέτρου, μανίας καὶ διαβολικῆς ἐστιν ἐνεργείας, καὶ γυναικώδους ψυχῆς. Ἄλγησον, δάκρυσον, ἀλλὰ μὴ ἀποδυσπετήσῃς, μὴ δυσχεράνῃς, μὴ ἀγανακτήσῃς. Εὐχαρίστησον τῷ λαβόντι, ἵνα κοσμήσῃς τὸν ἀπελθόντα, καὶ λαμπρὰ αὐτῷ ποιήσῃς τὰ ἐντάφια. Ἐὰν γὰρ δυσχεράνῃς ἢ ἀγανακτήσῃς, κἀκεῖνον καθύβρισας, καὶ τὸν λαβόντα παρώξυνας, καὶ σεαυτὸν διέβλαψας. Ἐὰν δὲ εὐχαριστήσῃς, κἀκεῖνον ἐκόσμησας, καὶ τὸν λαβόντα ἐδόξασας, καὶ σεαυτὸν ὠφέλησας. ∆άκρυσον ὡς ὁ ∆εσπότης σου ἐδάκρυσε τὸν Λάζαρον, μέτρα τιθεὶς ἡμῖν, καὶ σταθμοὺς, καὶ ὅρους τῆς ἀθυμίας, οὓς ὑπερβαίνειν οὐ δεῖ. Οὕτω καὶ Παῦλος εἶπεν· Περὶ δὲ τῶν κεκοιμημένων, ἀδελφοὶ, οὐ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ μὴ ἔχοντες ἐλπίδα. Λυποῦ, ἀλλὰ μὴ ὡς Ἕλλην ὁ ἀπογινώσκων τῆς ἑαυτοῦ ζωῆς, ὁ μὴ βλέπων εἰς τὴν μέλλουσαν ἀνάστασιν. Πιστεύσατέ μοι, ἀγαπητοὶ, ὅτι αἰσχύνομαι διερχόμενος διὰ τῆς πλατείας, καὶ ἀκούων χοροὺς γυναικῶν ἀσχημονουσῶν, τρίχας τιλλομένας, παρειὰς σπαραττομένας, βραχίονας κατατεμνομένους. Τί οὖν ἐροῦσιν οἱ Ἕλληνες καθ' ἡμῶν; Τί οὖν; Οὐχ οὗτοί εἰσιν οἱ περὶ ἀναστάσεως φιλοσοφοῦντες, καὶ ἐν τοῖς ἔργοις τὰ τῶν ἀπεγνωσμένων ἐργαζόμενοι; Εἰ γὰρ ἐθάῤῥουν οὗτοι ὅτι ἀληθῶς ἀνάστασις νεκρῶν ἐστιν, οὐκ ἂν οὕτως ἐθρήνουν. Τίνος ἕνεκεν οὕτως δακρύεις, εἰπέ μοι, τὸν ἀπελθόντα; Πονηρὸς ἦν; Οὐκοῦν διὰ τοῦτο ὀφείλεις εὐχαριστεῖν, ὅτι τάχιον ἡρπάγη, πρὶν ἢ ἀλλαγῇ αὐτῷ τὰ τῆς χρηστότητος, καὶ προσελάβετο αὐτὸν ὁ Θεὸς εἰς χωρίον, ἔνθα μετὰ ἀσφαλείας λοιπὸν διάγει, καὶ μεταβολὴν 96.33 οὐκ ἔστιν ὑποπτεῦσαι οὐκέτι. Ἀλλὰ νέος ἦν; Καὶ διὰ τοῦτο εὐχαρίστησον τῷ λαβόντι αὐτὸν, ὅτι τάχιον πρὸς τὴν ἄνω πολιτείαν αὐτὸν ἐκάλεσεν. Ἀλλὰ γέρων ἦν; Καὶ διὰ τοῦτο πλείονα δόξασον τὸν λαβόντα αὐτὸν, καὶ εὐχαρίστησον πάλιν. Αἰσχυνθῶμεν τὸ σχῆμα τῆς ἐκφορᾶς. ∆ιὰ τοῦτο εὐχαὶ, καὶ ψαλμοὶ, καὶ δοξολογία Θεῷ, ἵνα μὴ κλαίῃς καὶ θρηνῇς, ἀλλὰ μᾶλλον ἵνα εὐχαριστῇς τῷ λαβόντι αὐτὸν Θεῷ. Ὃν γὰρ τρόπον τοὺς ἐπ' ἀρχὴν καλουμένους μετὰ πολλῆς προπέμπουσιν ἅπαντες τῆς τιμῆς, οὕτω καὶ τοῦτο μετὰ πολλῆς τῆς τιμῆς, ὡς ἐπὶ μείζονα κληθέντα ἀξίαν, καὶ τιμὴν, καὶ πολιτείαν. Ἀνάπαυσίς ἐστιν ὁ θάνατος, ἱδρώτων καὶ φροντίδων βιωτικῶν ἀπαλλαγή. Μὴ δυσχεράνῃς, μὴ ἀποδυσπετήσῃς, ἀλλ' εὐχαρίστει τῷ Θεῷ. ∆ιὰ τί οὐχὶ θνητὰ φρονεῖν περὶ τοῦ θνητοῦ προηθίσθης, ἀλλ' ἀπροσδόκητον τοῦ παιδὸς τὸν