179
θείοις νεύμασιν ὑπουργοῦσι. Λέγει δὲ οὕτως ὁ θεῖος Ἀπό στολος· "Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κλη ρονομεῖν σωτηρίαν;" Καὶ πάλιν· "Εἰ γὰρ ὁ δι' ἀγ γέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος," καὶ τὰ ἑξῆς. Ἄρτον δὲ οὐρανοῦ ὡς ἄνωθεν ἐνεχθέντα καλεῖ. Καὶ τοὺς ἀεροπόρους γὰρ ὄρνιθας πετεινὰ οὐρανοῦ ἡ θεία προσαγορεύει Γραφή. "Ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς, εἰς πλησμονήν." Εἰς κόρον, φησὶ, ταύτης μετέδωκεν αὐτοῖς τῆς τροφῆς. Εἶτα καὶ τὴν τῶν κρεῶν διέξεισι χορηγίαν. 80.1492 κʹ, κζʹ. "Ἀπῆρε νότον ἐξ οὐρανοῦ· καὶ ἐπ ήγαγεν ἐν τῇ δυνάμει αὑτοῦ λίβα. Καὶ ἔβρεξεν ἐπ' αὐτοὺς ὡσεὶ χνοῦν σάρκας· καὶ ὡσεὶ ἄμμον θαλασσῶν, πετεινὰ πτερωτά." ∆ιὰ γὰρ τῶν ἀνέμων συνελάσας πανταχόθεν τῶν ὀρνίθων ἐκείνων τὸ γένος, καταπτῆναι προσέταξε παρὰ τὰς τούτων σκηνὰς, αὐτόματον αὐτοῖς χαρισάμενος θήραν. κηʹ-λʹ. Καὶ ἔπεσεν εἰς μέσον τῆς παρεμβολῆς αὐτῶν, κύκλῳ τῶν σκηνωμάτων αὐτῶν. Καὶ ἔφα γον καὶ ἐνεπλήσθησαν σφόδρα· καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς. Οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν." Ἀπήλαυσαν, φησὶν, ὧν ὠρέ χθησαν, καὶ τὴν γαστριμαργίαν ἐνέπλησαν· ἀλλ' ὅμως τῆς ἀπληστίας εἰσεπράχθησαν δίκας. "Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, [λαʹ] Καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ' αὐτοὺς, καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν, καὶ τοὺς ἐκλε κτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν." Ἐπειδὴ γὰρ πεῖραν πολλὴν λαβόντες τῆς θείας δυνάμεως, οὐκ ἐπίστευσαν δύνασθαι τὸν Θεὸν χορηγῆσαι τὴν τροφὴν, καὶ τὴν παιδείαν ἐπήγαγε, διδάσκων ὡς ἀμφότερα ποιεῖν ἱκανὸς, καὶ τὰ ἀγαθὰ παρέχειν, καὶ τὰς τιμωρίας ἐπάγειν. Ἀλλ' ὅμως, οὐδὲν ἧττον ἐπέμειναν πλημμελοῦντες. Τοῦτο γὰρ ἐπήγαγεν· λβʹ, λγʹ. "Ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι, καὶ οὐκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ. Καὶ ἐξέλι πον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν· καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς." Ἁμαρτάνοντες, φησὶ, καὶ πλημμελοῦντες, καὶ τῶν μὲν ὠφελεῖν δυναμένων οὐδεμίαν ποιούμενοι πρόνοιαν, τοῖς δὲ ματαίοις καὶ ἀκερδέσι προστετηκότες ἐπιτηδεύμασι, καὶ μετὰ πάσης ταῦτα μετιόντες σπουδῆς, τὸν βίον ὑπεξ ῆλθον. λδʹ, λεʹ. "Ὅτ' ἂν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζή τουν αὐτὸν, καὶ ἐπέστρεφον, καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Καὶ ἐμνήσθησαν ὅτι ὁ Θεὸς βοηθὸς αὐτῶν ἐστι, καὶ ὁ Θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστι." Οὐ μάτην δὲ αὐτοῖς ὁ φιλάνθρωπος ∆εσπότης τὰς πέδας ἐπήγαγεν· ὠφέλειαν γὰρ ἐντεῦθεν οὐ σμι κρὰν ἐκαρποῦντο. Ἀπολαύοντες μὲν γὰρ τῶν ἀγαθῶν, οὐκ ᾐσθάνοντο· κολαζόμενοι δὲ, τὴν θείαν προσῄεσαν αἰτοῦντες φιλανθρωπίαν. λʹ, λζʹ. "Καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν· καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ. Ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ' αὐτοῦ· οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ." Ἀγαπᾷν δὲ αὐτὸν ὑπισχνοῦντο ψευδέσι χρώμενοι λόγοις. 80.1493 Ἀντεφθέγγετο γὰρ τοῖς λόγοις ὁ λογισμὸς, ἐναντία τοῖς θείοις βουλευόμενος νόμοις, καὶ πι στεύειν τοῖς θείοις λογίοις οὐκ ἀνεχόμενος. ληʹ. "Αὐτὸς δέ ἐστιν οἰκτίρμων, καὶ ἱλάσεται ταῖς ἁμαρτίαις αὐτῶν, καὶ οὐ διαφθερεῖ. "Ἀλλ' ὅμως αὐτὸς, τῇ οἰκείᾳ χρώμενος ἀγαθότητι, οὐκ ἠνέσχετο αὐτοὺς παντελεῖ παραδοῦναι φθορᾷ." Καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὑτοῦ, καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὑτοῦ." Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ ἐπὶ πολὺ ἀπέστρεψε τὴν ὀργὴν αὑτοῦ, καὶ οὐ διήγειρεν ὅλον τὸν θυμὸν αὑτοῦ. Οὐκ ἀξίαν αὐτοῖς, φησὶ, τῶν πεπλημμελημένων τιμωρίαν ἐπήγαγεν. λθʹ. "Καὶ ἐμνήσθη ὅτι σάρξ εἰσι, πνεῦμα πορευό μενον, καὶ οὐκ ἐπιστρέφον." Ἤδει γὰρ αὐτῶν τῆς φύσεως τὴν ἀσθένειαν· καὶ ὅτι οὐκ εἰς μακρὰν δέξονται τοῦ βίου τὸ πέρας. μʹ, μαʹ. "Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ· παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ. Καὶ ἐπ έστρεψαν καὶ ἐπείρασαν τὸν Θεὸν, καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ παρώξυναν." ∆ιὰ τούτων ἁπάντων τὴν θείαν διδάσκει μακροθυμίαν. Ἀκριβέστερον δὲ τούτων ἕκαστον ἐκ τῆς ἱστορίας καταμαθεῖν δυνατόν. Ποτὲ μὲν γὰρ τὸν μόσχον ἐθεοποίησαν· ποτὲ δὲ τῷ Βεελφεγὼρ ἐτελέσθησαν. Ἄλλοτε τὴν κατὰ τοῦ μεγάλου Μωσοῦ ἐμελέτησαν τυραννίδα· τῆς τοῦ