179
καὶ εἰς τὰ ἔσχατα τῆς οἰκουμένης διὰ τὸ τῆς κακίας περιβόητον. ∆ιωγμὸς κατείληφεν ἡμᾶς, ὦ μακαριώτατε, καὶ διωγμῶν ὁ βαρύτατος. πάλαι μὲν οὖν Ἀχαάβ, ζητῶν Ἠλίαν τὸν προφήτην, πάντα τόπον ἐμπρῆσαι λέγεται, τοῦ ἐμπρησμοῦ τὸν θυμὸν τοῦ ἀσεβοῦς ὑποφαίνοντος· νυνὶ δὲ ὁ Ἀχααβίτης καὶ τὴν ἀξίαν καὶ τὴν καρδίαν οὐ τὸν Ἠλιοῦ μόνον ἐγγεγραμμένον, ἀλλὰ καὶ τὸν τούτου δεσπότην Ἰησοῦν Χριστόν, τὸν Κύριον καὶ θεὸν ἡμῶν, τὴν Θεοτόκον καὶ πάντα ἅγιον ζητῶν ἐκζητεῖ καὶ εὑρὼν ἐξαφανίζει θυμῷ μεγάλῳ ἐκ πάσης πόλεως καὶ χώρας τῆς ὑπὸ χεῖρα. ἐντεῦθεν θυσιαστήρια κατεσκαμμένα, ναοὶ Κυρίου ἠχρειωμένοι καὶ κατ' οἴκους καὶ καθολικῶς καὶ ἐν ἀνδρῶσι καὶ ἐν παρθενῶσιν, οἱ πάλαι, οἱ νεωστὶ ἐγηγερμένοι· ἐλεεινὸν θέαμα, ὥσπερ ἐξοψισθέντας ἀνθρώπους, τέρατά τινα, οὕτως τὰς τοῦ θεοῦ ἐκκλησίας βλέπειν ἀφῃρημένας τὸν οἰκεῖον κόσμον καὶ ἀμορφώτους καθεστώσας. τίς ἤκουσε τοιοῦτον ἢ ἑώρακεν ἐν τοῖς πάλαι ἀσεβήσασι; τάχα ὁ ἐπικείμενος ὑμῖν Ἄραψ αἰδοῖ χρώμενος φιλοχριστότερον διέξεισιν ἐν τούτῳ, ἀλλ' οὐχ ὁ ἡμέτερος Ταβεήλ· φεῖσαι, Κύριε, καὶ μὴ δῷς τέλεον τὴν κληρονομίαν σου εἰς ὄνειδος. καίει τοὺς ἐν πίναξι χαρακτῆρας, τοὺς ἐν ἱεροῖς ἀναθήμασι, δέλτους τὰς ὑπομνηματιζούσας περὶ αὐτῶν, σκώπτει, κωμῳδεῖ, διασύρει ὡς βδελύγματα, ὡς θεοστυγῆ, τὰ θεοφιλῆ καὶ κόσμου σωτήρια. Ὤ, τίς οὐκ ἐπιστάξειεν δάκρυον; τίς οὐκ ἀφήσει στεναγμόν, ἐκ βάθους καρδίας ἀναπεμπόμενον; ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ μὴ εἶναι τοὺς εὐσεβῶς διοδεύοντας. καί γε πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· ἱεραρχεῖν δοκοῦντες καὶ ἱερεῖς, μονασταὶ καὶ μιγάδες, πᾶν γένος καὶ πᾶσα ἡλικία, οἱ μὲν τέλεον ναυαγήσαντες περὶ τὴν πίστιν, οἱ δέ, εἰ καὶ τοὺς λογισμοὺς οὐ καταποντισθέντες, τῇ δὲ αἱρετικῇ κοινωνίᾳ ἐξ ἡμισείας δέει σωματικοῦ θανάτου συγκινδυνεύοντες. πλὴν ὅτι εἰσὶν ὑπολελειμμένοι οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βαάλ, καὶ τοσοῦτοι, ὁπόσοι καὶ ἠρίθμηνται Κυρίῳ· πρὸ πάντων ὁ πρώτι στος, ἡ ἱερὰ ἡμῶν κεφαλὴ καὶ ὁμοταγὴς τῇ τελειότητί σου, ἱεράρχαι καὶ ἱερεῖς Κυρίου, μονασταὶ καὶ μονάζουσαι. τούτων οἱ μὲν ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, οἱ δὲ δεσμῶν καὶ φυλακῆς, ἄρτῳ μετρίῳ καὶ ὕδατι τρεφόμενοι, ἄλλοι ἐξορίαις περιορισθέντες, ἕτεροι ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἐνδιαιτώμενοι· ἔνιοι δὲ καὶ παραυτὰ μαστιγωθέντες μαρτυρικῶς πρὸς Κύριον ἐνεδήμησαν. εἰσὶ δὲ οἳ καὶ σακκισθέντες ἐθαλασσεύθησαν ἀωρίᾳ, ὡς σαφὲς γέγονεν ἐκ τῶν τούτους θεασαμένων. Τί τἆλλα; ἀναθεματίζονται οἱ ἅγιοι ἡμῶν πατέρες, ἀνακηρύττονται οἱ ἠσεβηκότες· τὰ νήπια ἐν τοῖς τῆς ἀσεβείας δόγμασιν ἀνατρέφονται τῷ δοθέντι τόμῳ τοῖς διδασκάλοις. οὐκ ἔστι που καταφευκτήριον σώσματος ἐν οἰκουμένοις· οὐκ ἔστι προέσθαι εὐσεβές τι ῥῆμα, καὶ ἡ θήρα ἐγγύθεν, ὡς φυλάττεσθαι ἄνθρωπον καὶ ἀπὸ τῆς συγκοίτου. μηνυταὶ καὶ πιττακοδόται εἰς αὐτὸ τοῦτο παρὰ τοῦ κρατοῦντος μεμισθωμένοι, ποῦ τίς τι λέγοι ἀπαρέσκον τῷ Καίσαρι ἢ μὴ κοινωνὸν τῇ ἀσεβείᾳ ἢ βίβλον ἔχων περὶ εἰκόνων ἔχουσάν τι λεγόμενον, ἤγουν αὐτὴν εἰκόνα· ἄν τε φυγαδευόμενον εἰσδεχόμενος ἢ τοῖς διὰ Κύριον φρουρουμένοις διακονῶν κἂν φωραθείη, εὐθὺς ἀνάρπαστος, δαρήσιμος, ἐξόριστος, ἐξ οὗ καὶ τοῖς δούλοις οἱ δεσπόται ὑποπίπτοντες δέει μηνύσεως. ἡμῖν πρέπει λέγειν ὅτι οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων οὔτε προφήτης οὔτε ἡγούμενος, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιον Κυρίου καὶ εὑρεῖν ἔλεος. ∆ιὰ τοῦτο ταῦτα ἐπεβοησάμεθα οἱ ἀνάξιοι τῇ ἁγίᾳ σου ψυχῇ ὡς ἀπὸ στόματος πάντων τῶν ἀντεχομένων τῆς ἀληθείας, εἰς ἀντίληψιν καὶ συμπάθειαν ἡμῶν ἐκκαλούμενοι αὐτήν· οἴδαμεν γὰρ ὅτι, κἂν μὴ οἷόν τε ἐπικουρεῖν ἄλλως, ἀλλά γε τῇ τῶν εὐχῶν βοηθείᾳ μέγα παρέξει ἡμῖν ἐν τοῖς ἀναγκαιοτάτοις τὸ ὄφελος, εὐμενῆ τὸν θεὸν ἔχουσα. ἵνα δὲ γνοίη ἐκ μέρους οἷα τὰ ἀσεβῆ δόγματα τῶν ἀθέων, συναπέστειλα τοῖς γράμμασι καὶ ταῦτα ἐν τετραδίοις· ἃ καὶ ἔδοξα ὁ ἀμαθὴς ἀνατρέπειν, προτραπεὶς