179
μὴ ἀποκτεῖναι τοσοῦτον πλῆθος; ἢ δοκεῖς ὅτι καὶ ταύτην πολέμῳ λαμβάνεις; ἰδοὺ ἐτέχθη σοι καὶ υἱός, καὶ ἀπόστειλον, λάβε αὐτούς." ὁ δὲ ἀποστείλας Θεοφύλακτον κουβικουλάριον ἤγαγε τὴν Θεοδώραν καὶ Τιβέριον, τὸν υἱὸν αὐτῆς, καὶ ἔστεψεν αὐτούς· καὶ συνεβασίλευσαν αὐτῷ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. βʹ. βʹ. βʹ. βʹ. Τούτῳ τῷ ἔτει Οὐαλὶδ ἥρπασε τὴν καθολικὴν ∆αμασκοῦ ἁγιω376 τάτην ἐκκλησίαν φθόνῳ τῷ πρὸς Χριστιανοὺς ὁ ἀλιτήριος διὰ τὸ ὑπερβάλλον κάλλος τοῦ τοιούτου ναοῦ· καὶ ἐκώλυσε γράφεσθαι Ἑλληνιστὶ τοὺς δημοσίους τῶν λογοθεσίων κώδικας, ἀλλ' ἐν Ἀραβίοις αὐτὰ παρασημαίνεσθαι, χωρὶς τῶν ψήφων, ἐπειδὴ ἀδύνατον τῇ ἐκείνων γλώσσῃ μονάδα ἢ δυάδα ἢ τριάδα ἢ ὀκτὼ ἥμισυ ἢ τρία γράφεσθαι· διὸ καὶ ἕως σήμερόν εἰσι σὺν αὐτοῖς νοτάριοι Χριστιανοί. Κόσμου ἔτη σʹ. Τῆς θείας σαρκώσεως ἔτη ψʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ʹ. γʹ. Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτη θʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Κῦρος ἔτη ʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. γʹ. Τούτῳ τῷ ἔτει Ἰουστινιανὸς τὴν ἀναμεταξὺ Ῥωμαίων καὶ Βουλγάρων εἰρήνην διέστρεψε καὶ περάσας τὰ καβαλλαρικὰ θέματα εἰς τὴν Θρᾴκην καὶ ἐξοπλίσας πλώϊμον κατὰ Βουλγάρων καὶ Τέρβελι ὥρμησεν. καταλαβὼν δὲ τὴν Ἀγχίαλον τὸ μὲν πλώϊμον ἔμπροσθεν τοῦ κάστρου προσώρμισεν, τὰ δὲ καβαλλαρικὰ εἰς τοὺς ἄνωθεν κάμπους ἀπαραφυλάκτως καὶ πάσης ὑποψίας ἐκτὸς ἀπληκεῦσαι προσέταξεν. τοῦ δὲ λαοῦ σκορπισθέντος ὡς πρόβατα ἐπὶ τοὺς κάμπους πρὸς τὸ συλλέξαι χόρτον, εἶδον ἐκ τῶν ὀρέων οἱ κατάσκοποι τῶν Βουλγάρων τὴν τῶν Ῥωμαίων ματαίαν διοίκησιν· καὶ σωρευθέντες ὡς θῆρες ἐξάπινα ἐπιρρίψαντες μεγάλως διέφθειραν τὸ Ῥωμαϊκὸν ποίμνιον, πολλὴν αἰχμαλωσίαν τε καὶ ἵππους καὶ ἄρματα δίχα τῶν ἀναιρεθέντων λαβόντες. ὁ δὲ Ἰουστινιανὸς ἐν τῷ κάστρῳ καταφυγὼν σὺν τοῖς περισωθεῖσιν ἐπὶ τρισὶν ἡμέραις ἀπέκλεισε τὰς πύλας. θεασάμενος δὲ τὴν τῶν Βουλγάρων παραμονὴν αὐτὸς πρῶτος τὸν ἑαυτοῦ ἵππον νευροκοπήσας πάντας τὸ αὐτὸ ποιῆσαι παρεκελεύσατο. τρόπαια δὲ ἐπὶ τῶν τειχῶν θέμενος διὰ νυκτὸς εἰς τὰ σκάφη ἐπιβὰς λαθραίως ἀπέπλευσε καὶ μετ' αἰσχύνης τῇ πόλει παραγέγονεν. δʹ. δʹ. δʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς καὶ Ἄβας τὴν Τύανον 377 διὰ τὴν μανίαν τοῦ ἀποκτανθέντος στρατοῦ σὺν τῷ Μαϊουμᾶ ὑπὸ Μαριανοῦ, καὶ ταύτην πολιορκοῦντες παρεχείμασαν ἐκεῖ. καὶ ἀποστέλλει πρὸς αὐτοὺς ὁ βασιλεὺς δύο στρατηγούς, Θεόδωρον τὸν Καρτεροῦκαν καὶ Θεοφύλακτον τὸν Σαλιβᾶν μετὰ στρατοῦ καὶ γεωργικοῦ λαοῦ χωρικοβοηθείας πρὸς τὸ πολεμῆσαι καὶ ἐκδιῶξαι αὐτούς. αὐτοὶ δὲ εἰς ἔριν ἀλλήλων ἐλθόντες καὶ ἀτάκτως συμβαλόντες αὐτοῖς τρέπονται, καὶ πολλαὶ χιλιάδες ἀπώλοντο, καὶ ᾐχμαλωτεύθησαν πολλοί. λαβόντες δὲ τὸ τοῦλδον καὶ τὰ τούτων βρώματα παρεκάθισαν, ἕως οὗ παρέλαβον τὴν πόλιν. λειφθέντες γὰρ ἦσαν τὰ βρώματα, καὶ ἤμελλον ἀναχωρεῖν. οἱ δὲ τῆς πόλεως Τυάνων ταῦτα ἰδόντες καὶ ἀπογνόντες ἔλαβον λόγον τῆς ἑαυτῶν ἀπαθείας καὶ ἐξῆλθον πρὸς αὐτοὺς καταλιπόντες τὴν πόλιν ἔρημον ἕως τοῦ νῦν. οἱ δὲ τὸν λόγον μὴ φυλάξαντες τούτους εἰς τὴν ἔρημον ἐξώρισαν, καὶ πολλοὺς δούλους ἐκράτησαν. σβʹ. ψβʹ. εʹ. εʹ. εʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἄβας τὴν Ῥωμανίαν καὶ πολλοὺςαἰχμαλωτίσας ὑπέστρεψεν. καὶ ἤρξατο κτίζειν τὸ Γαρὶς εἰς τὴν χώραν Ἡλιουπόλεως. ʹ. ʹ. ʹ. ʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Οὐθμὰν τὴν Κιλικίαν καὶ πολλὰ κάστρα ὑπὸ λόγον παρέλαβεν. προεδόθη αὐτοῖς καὶ τὸ Κάμαχον σὺν τοῖς παρακειμένοις τόποις. Ἰουστινιανὸς δὲ ἀπέλυσε Μαῦρον τὸν πατρίκιον εἰς Χερσῶνα διὰ μνησικακίαν σὺν Στεφάνῳ πατρικίῳ, τὸ ἐπίκλην Ἀσμίκτῳ, ἐξοπλίσας στόλον πολύν, μνησθεὶς τῆς κατ' αὐτοῦ γενομένης ἐπιβουλῆς ὑπό τε τῶν Χερσωνιτῶν καὶ Βοσφοριανῶν καὶ τῶν λοιπῶν κλιμάτων, πᾶσαν ναῦν δρομώνων τε καὶ τριηρῶν καὶ σκαφῶν μυριαγωγῶν καὶ ἁλιάδων καὶ ἕως χελανδίων, ἀπὸ διανομῆς τῶν οἰκούντων τὴν πόλιν συγκλητικῶν τε καὶ ἐργαστηριακῶν καὶ δημοτῶν καὶ παντὸς