180
ἐνώπιον ἐθνῶν καὶ βασιλέων. Ἐὰν δὲ χρεία αὐτοῦ ᾖ εἰς ἐπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον, χειροτονεῖται. Eἰ δέ τις ὁμολογητὴς μὴ χειροτονηθεὶς ἁρπάσῃ ἑαυτῷ ἀξίωμά τι τοιοῦτον ὡς διὰ τὴν ὁμολογίαν, ὁ τοιοῦτος καθαιρείσθω καὶ ἀποβαλλέσθω· οὐ γὰρ ἔστιν, ἐπείπερ ἤρνηται τὴν Χριστοῦ διάταξιν, καὶ ἔστιν ἀπίστου χείρων. Ὁ αὐτὸς περὶ παρθένων. Παρθένος οὐ χειροτο νεῖται, ἐπιταγὴν γὰρ Κυρίου οὐκ ἔχομεν· γνώμης γάρ ἐστι τὸ ἔπαθλον, οὐκ ἐπὶ διαβολῇ τοῦ γάμου, ἀλλ' ἐπὶ σχολῇ τῆς εὐσεβείας. Κἀγὼ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος τάδε περὶ χηρῶν διατάσσομαι. Χήρα οὐ χειροτονεῖται, ἀλλ' εἰ μὲν ἐκ πολλοῦ ἀπέβαλεν τὸν ἄνδρα καὶ σωφρόνως καὶ ἀκαταγνώστως ἔζησεν καὶ τῶν οἰκείων ἄριστα ἐπεμελήθη, ὡς Ἰουδὶθ καὶ Ἄννα αἱ σεμνόταται, κατατασσέσθω εἰς τὸ χηρικόν. Eἰ δὲ νεωστὶ ἀπέβαλεν τὸν ὁμόζυγον, μὴ πιστευέσθω, ἀλλὰ χρόνῳ νεότης κρινέσθω· τὰ γὰρ πάθη ἔσθ' ὅτε καὶ συγγηρᾷ ἀνθρώποις, μὴ ὑπὸ κρείττονος χαλινοῦ εἰργόμενα. Περὶ ἐπορκιστῶν ὁ αὐτός. Ἐπορκιστὴς οὐ χειροτονεῖται, εὐνοίας γὰρ ἑκουσίου τὸ ἔπαθλον καὶ χάριτος Θεοῦ διὰ Χριστοῦ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος· ὁ γὰρ λαβὼν χάρισμα ἰαμάτων δι' ἀποκαλύψεως ὑπὸ Θεοῦ ἀναδείκνυται, φανερᾶς οὔσης πᾶσιν τῆς ἐν αὐτῷ χάριτος. Ἐὰν δὲ χρεία αὐτοῦ γένηται εἰς ἐπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον, χειροτονεῖται. Σίμων δὲ ὁ Καναναῖος κἀγὼ διατάσσομαι ὑμῖν, ὑπὸ πόσων ὀφείλει χειροτονεῖσθαι ὁ ἐπίσκοπος. Ἐπίσκο πος ὑπὸ τριῶν ἢ δύο ἐπισκόπων χειροτονείσθω· ἐὰν δέ τις ὑπὸ ἑνὸς χειροτονηθῇ ἐπισκόπου, καθαιρείσθω καὶ αὐτὸς καὶ ὁ χειροτονήσας. Ἐὰν δὲ ἀνάγκη ὑπὸ ἑνὸς καταλάβῃ χειροτονηθῆναι διὰ τὸ μὴ δύνασθαι πλείονας παραγενέσθαι, διωγμοῦ ὄντος ἢ ἄλλης τοιαύτης αἰτίας, ψήφισμα κομιζέτω τῆς ἐπιτροπῆς πλειόνων ἐπισκόπων. Ὁ αὐτὸς περὶ κανόνων. Ἐπίσκοπος εὐλογεῖ, οὐκ εὐλογεῖται· χειροτονεῖ, χειροθετεῖ, προσφέρει· εὐλογίαν παρὰ ἐπισκόπου λαμβάνει, παρὰ δὲ πρεσβυτέρων οὐδαμῶς. Ἐπίσκοπος καθαιρεῖ πάντα κληρικὸν ἄξιον ὄντα καθαι ρέσεως πλὴν ἐπισκόπου· μόνος γὰρ οὐχ οἷός τε. Πρεσβύ τερος εὐλογεῖ, οὐκ εὐλογεῖται, εὐλογίας δέχεται παρὰ ἐπισκό που καὶ συμπρεσβυτέρου, ὡσαύτως ἐπιδίδωσιν συμπρεσ βυτέρῳ· χειροθετεῖ, οὐ χειροτονεῖ, οὐ καθαιρεῖ, ἀφορίζει δὲ τοὺς ὑποβεβηκότας, ἐὰν ὦσιν ὑπεύθυνοι τῇ τοιαύτῃ