Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ἀναβρύουσι γὰρ ὥσπερ τοῖς ὑπὸ χεῖρα λαοῖς τὸν ἐξ οὐρανοῦ λόγον, αὐτοὶ δε χόμενοι παρὰ Χριστοῦ. Ὡς γὰρ αὐτοί φασιν οἱ ἅγιοι· "Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβο μεν." [Ὅταν τοίνυν ἀκούσῃς περὶ τῶν ἁγίων ποταμῶν ὅτι κροτήσουσι χεῖρας, ἀντὶ τοῦ εὐφρανθήσονται, νόει, τερφθήσονται, καὶ χαρήσονται, καὶ ἑορτάσουσι. ∆ιὰ ποίαν αἰτίαν; Ὅτι ἔσωσε Κύριος τὴν ὑπουράνιον, ὄτι καταβέβηκεν ἐξ οὐρανοῦ ὁ Μονογενὴς ὢν Λόγος, καὶ γέγονεν ὅμοιος ἡμῖν, ἵνα καταργήσῃ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, ἵνα παραλύσῃ τὴν φθορὰν, ἀναστρέψῃ θάνατον, ἀποστήσας τοῦ κόσμου τὴν ἁμαρτίαν, καὶ ἡμᾶς καθαροὺς ἀπεργάσῃ διὰ τοῦ βαπτίσματος, ἁγιάσῃ διὰ τοῦ Πνεύματος, υἱοὺς ἀποφήνας Θεοῦ. Αὕτη τῆς τῶν ἁγίων θυμηδίας ἡ πρόφασις ἐπὶ τού τοις κελεύονται κροτεῖν, τουτέστιν εὐφραίνεσθαι.] [Τὰ ὄρη ἀγαλλιάσονται. Ὄρη φησὶν οὐ ταῦτα τὰ αἰσθητὰ καὶ ὁρώμενα, ἀλλὰ τὰς νοερὰς καὶ ὑψηλὰς δυνάμεις, ἤτοι τοὺς τὸν θεῖον θρόνον περιεστῶτας ἀγγέλους. Ὑψηλαὶ γοῦν εἰσιν αἱ ἀρεταί. Αὗται τοίνυν αἱ λογικαὶ καὶ ἀνωτάτω δυνάμεις χαίρουσι λίαν ἐπὶ τοῖς ἐν Χριστῷ διασε σωσμένοις· χαίρουσι δὲ δι' ἡμᾶς δοξολογοῦσαι τὸν σώσαντα.]
ΨΑΛΜΟΣ Ηʹ.
[Ὁ Κύριος ἐβασίλευσεν. Πεμπέτωσαν εἰκῆ τῆς ἑαυτῶν βασκανίας τὰ βέλη
κατὰ Χριστοῦ, ἀρτυέτωσαν ἐπιβουλὰς οὐδὲν ἀδικῆσαι δυναμένας τὸν οὐδὲν εἰδότα παθεῖν.] [Κύριος ἐν Σιὼν μέγας. Οὐ παρὰ τῇ Σιὼν σωματικῇ μέγας ἦν ἢ ὑψηλὸς ὁ Σωτὴρ, παρὰ τῇ νοητῇ δὲ μᾶλλον, τουτέστι τῇ Ἐκκλησίᾳ· ἢν αὐτὸς ἑαυτῷ παρέστησε μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον, κατὰ τὸ γεγραμμένον] [Οὐ γὰρ καθ' ἕνα τῶν ψευδωνύμων θεῶν γινωσκό μενος μὲν παρά τινων, ἀγνοούμενος δὲ παρ' ἑτέρων· ἀλλ' αὐτὸς ἐν οὐρανῷ μὲν δοξαζόμενος παρὰ τῶν ἄνω πνευμάτων, ἐπὶ γῆς δὲ προσκυνούμενος παρ' ἡμῶν. Ὑψηλὸς τοιγαροῦν ἐν δόξῃ καὶ τὸν ἑαυτοῦ φόβον ἐν τιθεὶς τοῖς εἰδόσιν αὐτὸν, σωτηρία δὲ καὶ τοῦτο ψυ χῆς.] [Ἐξομολογησάσθωσαν πάντες τῷ ὀνόματί σου. Αἱ τιμαὶ, φησὶ, τῶν βασιλέων ἀγαπῶσιν ἔχειν τὸ 69.1257 δύνασθαι κρίνειν καὶ νομοθετεῖν. Ἀκολουθεῖ γὰρ πάντως τῇ τοῦ βασιλέως τιμῇ τὸ χρῆναι κρίνειν καὶ νομοθετεῖν. Ἤδη κριτής ἐστι καὶ νομοθέτης Θεὸς τοῦ παντός. Γέγραπται γάρ· "Ὅτι Θεὸς κριτής ἐστι." Καὶ πάλιν· "Εἷς ἐστι νομοθέτης καὶ κριτής." Καὶ, "Τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ." Πρόσεστι δὲ τῷ Υἱῷ τὸ δύνασθαι κρίνειν καὶ νομοθετεῖν. Καὶ γοῦν ἔφη πρὸς ἡμᾶς· "Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα."] Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ. (B f. 396 b, H f. 450) Μέγα γὰρ καὶ ὑψηλὸν τὸ τῆς θεότητος ὄνομα, ἤγουν ἡ δόξα. Οὐ γάρ ἐστιν καθ' ἒν τῶν κτισμάτων ὁ τῶν ὅλων ∆ημιουργὸς, ἀπαραβλή τοις δὲ μᾶλλον ὑπεροχαῖς τὰ πάντα ὑπέρκειται. Ὅμοιον δὲ αὐτῷ κατὰ φύσιν οὐδὲν, πλὴν ὅτι μόνος ὁ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ καὶ ὁμοούσιος αὐτῷ Θεὸς Λό γος, ὃς δοξολογεῖται γενόμενος ἄνθρωπος παρὰ τῶν Σεραφείμ. Αὐτὸς γάρ ἐστιν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· καὶ γὰρ ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμ πτει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χρι στὸς εἰς δόξαν Θεοῦ Πατρός. Μέγα δὴ οὖν καὶ τεθαυ μασμένον τὸ τῆς θεότητος ὄνομα, εἴπερ αὐτῷ κάμπτει πᾶν γόνυ, προσκυνούσης δηλονότι τῆς κτίσεως, καὶ ταῖς θεοπρεπέσι τιμαῖς στεφανούσης αὐτόν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν. (H f. 451 b) Τουτέστιν, Ὕψιστον εἶναι πιστεύετε τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, μηδὲν ταπεινὸν φρονήσαντες περὶ αὐτοῦ, καθάπερ ἀμέλει καὶ οἱ τά λανες Ἰουδαῖοι. [Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἆρ' οὖν καὶ πόδας τοιούτους ἔχει Θεὸς ἐπικειμέ