Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
μεμολυσμένον χιτῶνα. Οὐκοῦν προευτρεπιστὴς ὁ νόμος, καὶ τῶν διὰ Χριστοῦ χαρισμάτων προαναφαίνει τὸ κάλλος, ὡς ἐν παχέσιν ἔτι τοῖς τύποις. Περιαθρῶμεν δὲ, εἰ δοκεῖ, καὶ αὐτὸν τῆς ἐπιφανείας τὸν τρόπον. Ἐγένετο γὰρ, φησὶ, τῇ ἡμέρᾳ τῇ τρίτῃ γενηθέντος πρὸς ὄρθρον, ἐγίνοντο φωναὶ καὶ ἀστραπαὶ, καὶ νεφέλη γνοφώδης ἐπ' ὄρους Σινᾶ. Φωνή τις σάλπιγγος ἤχει μέγα. Ἐπεδήμησε γὰρ, ὡς ἔφην, καὶ καταβέβηκεν ἐξ οὐρανῶν ὁ Μονογενὴς, οὐκ ἐν πρώτῳ καιρῷ, οὐδ' ἐν ἀρχαῖς αἰῶνος τούτου· οὔτε μὴν ἐν δευτέρῳ καὶ τῷ διὰ μέσου χρόνῳ, ἀλλ' ὡς τρίτῳ καὶ τελευταίῳ, καὶ ὡς ἐν ὄρθρῳ τε καὶ ἐν ἡμέρας ἀρχῇ, τουτέστιν, ἀπεληλαμένης ἤδη τῆς νοητῆς ἀχλύος, τῆς ἐνούσης ἐν ἡμῖν, καὶ οἱονεὶ παρελαυνούσης νυκτὸς, καὶ ἠφανισμένου τοῦ σκότους. Ὁ μὲν γὰρ ἐξ ἀπάτης καὶ πλεονεξίας ὑπονοηθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου, κατεσκότισεν νοητῶς τὴν σύμπασαν γῆν ἀποφέρων εἰς πολύθεον πλάνησιν, καὶ εἰς πᾶν εἶδος ἀκαθαρσίας. Ὁ δὲ τῶν ὅλων Θεὸς καὶ Κύριος, τουτέστιν Χριστὸς, ἐπέφανεν ἡμῖν, καὶ τριπόθητον ἀληθῶς ἐνέδειξεν ἡμέραν· ἧς καὶ ὁ θεσπέσιος ∆αβὶδ ἐμέμνητο λέγων· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Γέγραφε δέ που καὶ ὁ σοφώτατος Παῦλος, ὅτι μὲν Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ὅτι δὲ αὖ· Οὔκ ἐσμεν νυκτὸς, οὐδὲ σκότους· ἀλλ' υἱοὶ φωτὸς, καὶ υἱοὶ ἡμέρας. Ὄρθρου δὴ 69.505 οὖν καὶ ὡς ἐν ἡμέρᾳ τρίτῃ καταβέβηκεν ὁ Μονογενής. Ἀστραπαὶ δὲ ἦσαν ἐπ' ὄρους Σινᾶ, καὶ νεφέλη γνοφώδης. Καὶ ἀστραπὴ μὲν, εἰς τύπον τοῦ θείου φωτὸς, καὶ τῆς νοητῆς αὐγῆς, δηλονότι τοῦ ἐν πνεύματι, διὰ Χριστοῦ καταλαμπούσης τὰ σύμπαντα, καὶ διαθεούσης τὴν ὑπ' οὐρανόν. Οὕτω γάρ που καὶ ὁ προφήτης ἀνεφώνει λέγων πρὸς τὸν τῶν ὅλων Θεὸν καὶ Σωτῆρα Χριστόν· Ἔφανεν ἡ ἀστραπή σου τῇ οἰκουμένῃ. Καὶ οὐ δή πού φαμεν, ὅτι τῆς ἐξ ὑετοῦ γεγενημένης ἀστραπῆς ἐποιεῖτο μνήμην· ἀλλ', ὡς ἔφην ἀρτίως, τὴν τοῦ νοητοῦ φωτὸς ἀνάλαμψιν τῷ τῆς ἀστραπῆς ὀνόματι κατασημαίνειν ἤθελεν. Ὅτι δὲ δυσκάτοπτον ἀληθῶς τὸ Χριστοῦ μυστήριον, ὑπεμφήνειεν ἂν ὁ γνόφος. Καὶ γοῦν καὶ αὐτὸς ὁ μακάριος ∆αβὶδ, ὧδέ πη συνιεὶς, καθάπερ ἐγᾦμαι, προανακεκράγει λέγων. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτῷ ἡ σκηνὴ αὐτοῦ· σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. Ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον. Κεκρυμμένον γὰρ οὕτως ἐστὶ τὸ Χριστοῦ μυστήριον, ὡς δεῖσθαι μυσταγωγίας τῆς ἄνωθεν, καὶ ἀποκαλύψεως τῆς παρὰ Θεοῦ. Ἤκουε γοῦν ὁ Πέτρος εὖ μάλα, συνιεὶς τὸν ἐν σαρκὶ πεφηνότα Θεὸν Λόγον, καὶ ἀληθῶς Υἱόν· Μακάριος εἶ, Σίμων βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Ἐγνωρίσθαι δὲ καὶ ὁ Παῦλος διεβεβαιοῦτο ἑαυτῷ τὸ μυστήριον κατὰ ἀποκάλυψιν Θεοῦ. Οὐκοῦν, τὸ ἀσυμφανὲς τῆς γνώσεως ὁ γνόφος δηλοῖ. Ἀνακέκραγε δὲ καὶ ἡ σάλπιγξ, τῶν εὐαγγελικῶν θεσπισμάτων τὸ εὔηχες ἀποφαίνουσα. Καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς τῶν προφητῶν τοῖς Ἰουδαίων δήμοις· Καθέστηκα ἐφ' ὑμᾶς σκοπούς. Ἀκούσατε τῆς φωνῆς σάλπιγγος. Καὶ εἶπαν· Οὐκ ἀκουσόμεθα. ∆ιὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια ἐν αὐτοῖς. Ἄκουε, γῆ· Ἰδοὺ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῷ λόγῳ μου οὐ προσέσχον, καὶ τὸν νόμον μου ἀπώσαντο. Πεφώνηκε μὲν γὰρ παρ' αὐτοῖς ἡ σάλπιγξ διὰ τῶν παρὰ Θεοῦ σκοπῶν, τουτέστι, τῶν ἁγίων ἀποστόλων. Κεχειροτόνηνται γὰρ ἐφ' ἡμᾶς σκοποί. Ἀλλ' εἶπον· Οὐκ ἀκουσόμεθα. ∆ιὰ τοῦτο ἤκουσαν τὰ ἔθνη. Καὶ αὐτοὺς δὲ τοὺς ἁγίους εὑρήσομεν μαθητὰς, τοὺς ἀναφανδὸν εἰρηκότας τοῖς Ἰουδαίων λαοῖς· Ὑμῖν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν λόγον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους ὑμᾶς αὐτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλκε ἡμῖν ὁ Κύριος. Σάλπιγγι δὲ παρεικάζει διὰ τῶν Χριστοῦ κηρυγμάτων τὴν εὐφωνίαν, καὶ ὁ μακάριος Ἡσαΐας λέγων περὶ τοῦ καιροῦ τῆς ἐπιδημίας· Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, σαλπιοῦσι τῇ σάλπιγγι τῇ μεγάλῃ. Σάλπιγξ μὲν γὰρ καὶ ὁ νόμος, ἀλλ' ἦν ἰσχνόφωνος, καὶ βραδύγλωσσος. ∆ιὰ τοῦτο καὶ Μωσῆς,