λαλεῖ. Ὅτι δὲ καὶ ἰδίως ἦν ἐκεῖ που ἐμβάλλων ποταμὸς εἰς τὸν κυκλοῦντα τὴν γῆν θαλάττιον Ὠκεανὸν ὁμώνυμος ἐκείνῳ, παρασημειούνται ἐν τῇ Ὀδυσσείᾳ τινές. ὅπως δὲ γένεσις πάντεσσιν ὁ Ὠκεανός, πρὸ ὀλίγων ἠλληγόρηται. μνηστέον δὲ μόνον, ὡς πρὸ βραχέων μὲν θεῶν εἶπε γένεσιν τὸν Ὠκεανόν, ἐνταῦθα δὲ ἐκεῖνο σαφέστερον ἔφρασεν. (ῃ. 247) Ἐν δὲ τῷ «Κρονίονος ἆσσον» ὑπερτεθέντος τοῦ χρόνου καὶ τῆς μακρᾶς ἀναπεμφθείσης εἰς τὸ δίχρονον συστέλλεται, καθὰ καὶ ἀλλαχοῦ, ἡ παραλήγουσα τοῦ Κρονίονος. (ῃ. 248) Τὸ δὲ «ὅτε μὴ αὐτός γε κελεύει» νηφάλιον αἰνίττεται δεῖν εἶναι τὸν ἄρχοντα, ὡς κελεύειν τῷ Ὕπνῳ ἐλθεῖν, οὐ μὴν τυραννεῖσθαι ὑπ' αὐτοῦ. (ῃ. 249) Ἐν δὲ τῷ «ἤδη γάρ με καὶ ἄλλο» οἱ ἀκριβέστεροι ἐπίρρημα νοοῦσι τὸ ἄλλο ἐξ ἀποκοπῆς Αἰολικῆς τοῦ ἄλλοτε. ἔστι δὲ καὶ ἀντωνυμίαν αὐτὸ νοηθῆναι, ἵνα λέγῃ, ὡς ἤδη γάρ με καὶ κατὰ ἄλλο ἔργον ἡ σὴ ἐντολὴ ἐπίνυσσεν, ἤγουν ἐπαίδευσεν, ἀφ' οὗ καὶ πινυτὸς ὁ συνετός, καὶ πινυτὴ ἡ φρόνησις, καὶ πινύσσειν τὸ φρονεῖν, καὶ ἀπινύσσειν τὸ ἀφραίνειν, ποιητικὰ ταῦτα πάντα. (ῃ. 250) Ὅρα δὲ καί, ὅτι ὁ μὲν Ὕπνος κατ' ἐξοχὴν ἔφη τὸ «ἐκεῖνος ὑπέρθυμος ∆ιὸς υἱός». τοιοῦτον γάρ τι συνήθως ἐμφαίνει τὸ ἐκεῖνος. Ἥρα δὲ ὠνόμασεν Ἡρακλῆν. ἐχρῆν γὰρ οὕτω ποιῆσαι τὸν Ὅμηρον διὰ σαφήνειαν. ἴσως δὲ καὶ 3.633 ἄλλως ὁ Ὕπνος ἐξονομάζειν τὸν Ἡρακλέα οὐ βούλεται, ὡς βαρυνόμενος, ἐφ' οἷς δι' ἐκεῖνον ἔπαθε. (ῃ. 252) Τὸ δὲ «ἔλεξα», ἤτοι ἐκοίμησα, εὔνασα, «∆ιὸς νόον» ἢ περιφραστικῶς τὸν ∆ία δηλοῖ, ἢ καὶ μάλιστα τὴν κατὰ νοῦν ἀργίαν τῶν ὑπνούντων. οὕτω καὶ πρὸ βραχέων ἐρρέθη χεύειν ὕπνον ἐπὶ βλεφάροισι καὶ φρεσίν. (ῃ. 253) Ὅρα δὲ καὶ τὸ «νήδυμος» ἐνταῦθα φανερῶς κείμενον μετὰ τοῦ ˉνˉυ, ἅτε μὴ κειμένης ὄπισθε λέξεως ἐφελκυστικῆς τοῦ ˉνˉυ, ὡς ἦν ἐν τῷ «ἔχε νήδυμος ὕπνος», καὶ «προσεφώνεε νήδυμος Ὕπνος». εἰπὼν γὰρ «αἰγιόχοιο» ἐπήγαγε τὸ «νήδυμος ἀμφιχυθείς», ὥστε οὐκ ἔστιν ἀμφιβαλεῖν ἐνταῦθα, εἴτε ἥδυμος γραπτέον εἴτε νήδυμος. Ἰστέον δὲ ὡς οὐ μόνον τοῦ κατὰ ζῷα ὕπνου ἐπίθετον τὸ νήδυμος, ἀλλὰ καὶ τοῦ μυθικοῦ καὶ σωματοειδοῦς, ὡς δηλοῖ τὸ «προσεφώνεε νήδυμος», ὡς εἴρηται, «Ὕπνος», καὶ τὸ «ἐγὼ νήδυμος ἀμφιχυθείς». (ῃ. 254) Τὸ δὲ «ἀργαλέων ἀνέμων ἀήτας» ἐντελῶς ἐρρέθη, ὡς καὶ προεγράφη. (ῃ. 255) Τὴν δὲ Κῶ νῆσον οἱ μὲν ἄλλοι γράφουσι καὶ μετὰ τοῦ ˉν Κῶν, Ὅμηρος δὲ Κόων πλεονασμῷ συνήθει τοῦ ˉο, ἣν καὶ εὐναιομένην καλεῖ διὰ τὸ τῆς νήσου εὔδαιμον. [Οὗ χάριν ἐπιπολάζει παροιμία οὐ παλαιὰ τὸ «ὃν οὐ θρέψει Κῶς, ἐκεῖνον οὐδὲ Αἴγυπτος».] Ἕτεροι δὲ Κόον ἔγραψαν ἐν συστολῇ παντελεῖ διὰ δύο μικρῶν ˉο, καὶ ἐξ αὐτοῦ συναιροῦσι τὴν Κῶν ὁμοίως τῷ σόον σῶν. Φασὶ δὲ τοὺς Κᾶρας οὕτω καλεῖν τὰ πρόβατα. ὅθεν καὶ ἡ νῆσος Κῶς ὡς πολυθρέμμων δι' εὐβοσίαν. Μέροπες δ' αὐτὴν ᾤκουν τότε, ἔθνος οὕτω καλούμενον, ἀφ' ὧν καὶ Μεροπηῒς Κῶς καλεῖται. οἱ καὶ λῃστήν, φασί, τὸν Ἡρακλέα νομίσαντες ἐπηρέασαν, ὁπηνίκα ὑπ' ἀνέμων ἐξώσθη ἐκεῖ χόλῳ Ἥρας, ἀέρος δηλαδή, ὁ δὲ πολέμῳ περιγέγονεν αὐτῶν. Τοῦ δὲ «ἀπένεικας» θέμα μὲν τὸ ἀπενείκω, ἐξ οὗ καὶ τὸ ἀπενεῖκαι ἀπαρέμφατον, καὶ τὸ «ἀνενείκατο φώνησέν τε». Σκευωρίαν δέ τινα τοιαύτην ἔχει τὸ ῥῆμα. ἔστι θέμα πρωτότυπον χῶ, τὸ χωρῶ, ἐξ οὗ τὸ ἔχω, ὡς θέλω ἐθέλω, καὶ Ἰωνικῶς ἔκω, καὶ πλεονασμῷ εἴκω, ὡς δέχω δέκω δείκω, καὶ μετὰ προθέσεως ἐνείκω, τὸ κομίζω, ἤδη δὲ 3.634 καὶ ἔχω. ὃ γάρ τις κομίζει, πολὺ πρότερον ἐκεῖνο καὶ ὁπωσοῦν ἔχει. ἐκ δὲ τούτου τὸ ἐνέγκω τροπῇ τοῦ ˉι εἰς ˉν, ὡς καὶ ἐπὶ τοῦ αἰεί αἰέν. τὸ δὲ ῥηθὲν ἔχω συντεθὲν καὶ γεγονὸς ἐνέχω γεννᾷ μέσον παρακείμενον ἤνοχα καὶ ἐνήνοχα. εἰ γάρ τις ἐρεῖ ἀπ' αὐτοῦ τοῦ ἐνέγκω ταῦτα γενέσθαι, ζητητέον οὐ μόνον ποῦ ἀπῆλθε τὸ ˉν, ἀλλὰ καὶ ποῦ εὑρέθη τὸ ˉχ, δέον ὂν ἤνοκα καὶ ἐνήνοκα λέγειν, ἵνα ᾖ πρὸ τοῦ ˉα τὸ τοῦ ἐνεστῶτος σύμφωνον. εἶτα ῥητέον καὶ ὅτι τὸ ἐνέγκω οὐκ ἔστιν ἐνεστώς, ἀλλ' αὐθυπότακτον ῥῆμα. τὰ δὲ αὐθυπότακτα χρόνου ἀορίστου εἰσὶν ἢ πρώτου ἢ δευτέρου, ὥσπερ καὶ τὸ ἐνέγκω δεύτερος ἀόριστός ἐστι, καθὰ καὶ τὸ ἤνεγκον καὶ τὸ ἐνεγκεῖν, καὶ ἡ ὀξύτονος μετοχὴ