1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

180

Ὁ μὲν οὖν Ἀφρικανὸς συμφώνως τῇ ἀποστολικῇ παραδόσει τῷ εφʹ ἔτει τὴν θείαν χρονολογήσας σάρκωσιν, περὶ τὸ πάθος καὶ τὴν σωτήριον ἀνάστασιν δυσὶν ἔτεσι διήμαρτε, κατὰ τὸ εφλαʹ ἔτος τοῦ κόσμου ταύτην συναγαγών. Εὐσέβιος δὲ ὁ Παμφίλου τὰ ἀπὸ Ἀδὰμ ἕως Ἀβραὰμ γενέσεως, ἣ κατὰ τοὺς χρόνους Νίνου καὶ Σεμιράμεως τῶν Ἀσσυρίων βασιλέων ὡμολόγηται, συντεμὼν ἔτη γρπδʹ ἐστοιχείωσε τῷ Ἑβραϊκῷ ἐξακολουθήσας καὶ τὸν δεύτερον Καϊνᾶν ἔτη ρλʹ ζήσαντα πρὸ τῆς τεκνώσεως μὴ στοιχειώσας, οὗ 396 ὁ θεῖος εὐαγγελιστὴς Λουκᾶς μέμνηται ἐν τῇ κατ' αὐτὸν γενεαλογίᾳ, ὡς καὶ ἀλλαχοῦ λέλεκται. τὸ δὲ καθ' ἡμᾶς τοῦτο χρονογράφιον ἀπὸ Ἀδὰμ ἕως γενέσεως Ἀβραὰμ ἔτη γλβʹ περιέχει συμφώνως τῇ θείᾳ Μωυσέως γραφῇ καὶ ταῖς γενεαῖς τοῦ κατὰ Λουκᾶν εὐαγγελίου. καὶ ἀπὸ τῆς γεν νήσεως Ἀβραὰμ ἕως τοῦ σωτηρίου σταυροῦ καὶ τῆς ζωοποιοῦ ἀναστάσεως βμηʹ ἔτη συνῆξεν, ἅτινα κατὰ τὸν ἀληθῆ λόγον ἔτη βσκαʹ ἡμῖν ἐπιλε λόγισται. ἔτη δὲ τὰ πάντα ἐξ Ἀδὰμ εφλγʹ, κατὰ δὲ Εὐσέβιον εσλβʹ, ὅπερ ἀλλότριον πάντη τῆς ἀποστολικῆς παραδόσεως· ὃ καὶ ἐκ παραλογι σμοῦ τοιοῦδε πέπονθε πρὸς τοῖς ρλʹ τοῦ Καϊνᾶν ἔτεσι καὶ τῶν ἐν τοῖς κρι ταῖς ἀλλοφύλων ἔτη ριαʹ, παραλείψας τά τε τῆς ἀναρχίας καὶ εἰρήνης ἔτη μʹ καὶ ἔτι τὰ ∆αρείου τοῦ καὶ Ἀστυάγους ἔτη ιαʹ. Πανόδωρος δέ τις τῶν κατ' Αἴγυπτον εἷς μοναχός, ἱστορικὸς οὐκ ἄπει ρος χρονικῆς ἀκριβείας, ἐν τοῖς χρόνοις ἀκμάσας Ἀρκαδίου βασιλέως καὶ Θεοφίλου Ἀλεξανδρείας ἀρχιεπισκόπου, ἀλήθειαν ἀσπασάμενος ἐν πολλοῖς, ζʹ διήμαρτεν ἔτεσιν, ἐλθὼν εἰς τὴν σωτήριον σάρκωσιν τῷ ευζγʹ ἔτει ταύτην συλλογισάμενος. ἡ δὲ αἰτία τοῦ σφάλματος αὐτοῦ γέγονεν οὕτως· ἐπεὶ γὰρ τὸ πρῶτον ἔτος Φιλίππου τοῦ Ἀριδαίου τοῦ μετὰ Ἀλέξανδρον τὸν Μακεδόνα βασιλεύσαντος Μακεδόνων αʹ, καθ' ὃ ἔτος καὶ ὁ Κλαύδιος Πτολεμαῖος τὴν τῶν προχείρων κανόνων ψηφηφορίαν ἐπήξατο, ἀρχὴν Αἰγυπτιακοῦ καὶ Ἑλληνικοῦ ἔτους κατὰ τὴν πρώτην τοῦ Θὼθ μη νὸς παρ' Αἰγυπτίοις λεγομένου, κθʹ τοῦ Αὐγούστου μηνὸς οὖσαν ἀπο καταστατικήν, ὁμόχρονον ὁμολογουμένως ἐστὶ τῷ εροʹ ἔτει τοῦ κόσμου, ἀπὸ δὲ τοῦ αὐτοῦ πρώτου ἔτους Φιλίππου μέχρι τῆς καθαιρέσεως Κλεο πάτρας ἔτη κατὰ τοὺς ἀστρονομικοὺς κανόνας ἐπισυνάγεται ςζδʹ, ἀπὸ τοῦ αὐτοῦ εροʹ κοσμικοῦ ἔτους ἔτη γίνονται ευξγʹ ἀπὸ Ἀδὰμ ἕως καθ αιρέσεως Κλεοπάτρας κατὰ τοῦτο, ὅπερ οὐ συνᾴδει τῇ ἐκκλησιαστικῇ παραδόσει, ὡς πρὸς τὸ μγʹ ἔτος Αὐγούστου Καίσαρος, ἡνίκα ὁ κύριος ἡμῶν ἐσαρκώθη. μόνα γὰρ ἀπὸ τῆς αὐτῆς καθαιρέσεως καὶ ὑποταγῆς Αἰγύπτου μγʹ ἔτη λέγεται βεβασιλευκέναι παρὰ τοῖς μαθηματικοῖς ὁ Αὔγουστος, ὅπερ εἰ δῶμεν ἀληθεύειν, εὑρεθήσεται κατὰ τὸ εφεʹ ἔτος τοῦ 397 κόσμου τελευτήσας ὁ Αὔγουστος. τὸ δ' αὐτὸ εʹ ἔσται τῆς τοῦ σωτῆρος ἡλικίας. ἀλλ' ὅτι μέν ἐστι πρόδηλον, ὅτι δὲ κατὰ τὸν Αὐγούστου Καίσαρος θάνατον ιεʹ ἐγγὺς ἦγεν ἔτος ὁ κύριος καὶ κατὰ τὸ ιεʹ ἔτος Τιβερίου Καίσα ρος ὡσεὶ ἐτῶν ἦν λʹ, ὡς τὰ λόγια, καὶ τοῦτο προφανές. ἔσται ἄρα ὁ μὲν Αὐγούστου Καίσαρος θάνατος μεταξύ που τοῦ εφιδʹ κοσμικοῦ ἔτους καὶ τοῦ εφιεʹ, ἡ δὲ ἀρχὴ τῆς ὅλης βασιλείας αὐτοῦ τῷ ευνηʹ. Πανόδωρος δὲ τῇ μαθηματικῇ ἐξακολουθῶν ἐκδόσει τὴν μὲν ἀρχὴν τῆς Αὐγούστου βασιλείας τῷ ευναʹ ἔτει τοῦ κόσμου ἐστοιχείωσε, τὸ δὲ τέλος τῷ εφςʹ, τὴν δὲ σωτήριον γέννησιν τῷ ευζγʹ, οὐ καλῶς δια νοησάμενος.

ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛ∆ Τῆς θείας σαρκώσεως ἔτη λδʹ Πρώτῃ ἡμέρᾳ τούτου τοῦ

ἔτους, Μαρτίου κεʹ, ἡμέρᾳ κυριακῇ, ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστὸς ἐκ νεκρῶν ἀνέστη τριήμερος, καὶ ὤφθη πρῶτον ταῖς μυροφόροις, ἔπειτα τοῖς ἀποστόλοις, οὓς καὶ ἀπέστειλεν εἰς πάντα τὰ ἔθνη διδάσκειν τὰ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος δόγμα τα, ἀναληφθεὶς εἰς οὐρανοὺς τῇ μʹ ἡμέρᾳ, Μαΐου γʹ, καὶ καταπέμψας αὐ τοῖς τὸ παράκλητον πνεῦμα τῇ ἁγίᾳ νʹ ἡμέρᾳ, διαμερίζων αὐτοῖς γλώσσας πυρίνας καὶ τὰ λοιπὰ θεῖα χαρίσματα. Πέτρῳ καὶ Ἰακώβῳ τῷ ἀδελφοθέῳ