180
στρατιῶται τοὺς ἁλόντας αὐτῶν πολλῶν ἔλυσαν χρημάτων ἐκ τῶν οἰκείων μεταπεμπομένους. οἱ μὲν δὴ βάρβαροι οὕτως ἀπώλοντο κακοὶ κακῶς. βασιλεὺς δὲ ἐπεὶ τὰ πρὸς τοὺς γάμους τῆς θυγατρὸς πάντα παρεσκευασμένα ἦν, ἄρας ἐκ Βυζαντίου, ἧκεν εἰς Ἀδριανούπολιν, ἐκεῖ τοὺς γάμους ἐκτελέσων. ἧκε δὲ καὶ ὁ τῶν Μυσῶν βασιλεὺς Ἀλέξανδρος ἄγων καὶ τὸν υἱὸν Ἀσάνην Μιχαὴλ, βασιλέα καὶ αὐτὸν κεχειροτονημένον ὑπ' αὐτοῦ. καὶ εὐλογίαι μὲν καὶ ὅσα ἱερῶς νενόμισται ἐπὶ τοῖς γάμοις ἔνδον ἐτελοῦντο τῆς πόλεως Ἀδριανοῦ· εὐωχίαι δὲ καὶ πότοι καὶ ὅσα πρὸς τέρψιν ἐξεύρηντο τῆς ἑορτῆς, παρὰ τοὺς τῆς Κομνηνῆς προσ 1.509 αγορευομένους λειμῶνας οὐ πολὺ τῆς πόλεως διεστηκότας παρὰ τὴν Τοῦντζαν ὠνομασμένον ποταμόν. ὀκτὼ δὲ ἡμέραις Ῥωμαίων τε καὶ Μυσῶν τοὺς τῶν σφετέρων βασιλέων γάμους συνεορτασάντων, τῇ ἐννάτῃ ἅμα ἕῳ βασιλεὺς Ἀλέξανδρος καὶ Μυσοὶ τὴν βασιλέως θυγατέρα, βασιλίδα δὲ αὐτῶν Μαρίαν τὴν Παλαιολογίναν παραλαβόντες, ἀνεχώρησαν εἰς τὴν Μυσίαν· εἵποντο δὲ αὐτῇ καὶ Ῥωμαίων ἐκ τῶν ἐπιφανῶν πολλοὶ ἄχρι Τρινόβου. ἐκεῖ δὲ ὑπολελειμμένων τῶν παρὰ βασιλέως τεταγμένων ἀεὶ τῇ θυγατρὶ συνεῖναι, οἱ λοιποὶ ἀνεχώρησαν ἐπ' οἴκου. μετὰ δὲ χρόνον οὐκ ὀλίγον οἱ παρὰ Ἀκαρνάσι μὴ βουλόμενοι δουλεύειν βασιλεῖ, ἀλλὰ καὶ τοὺς ἄλλους πρότερον ἐξορμῶντες πρὸς τὸν πόλεμον, καιρὸν ἑαυτοῖς πρὸς νεωτερισμὸν εἶναι τὴν βασιλέως ἀποδημίαν οἰηθέντες καὶ ἑτέρους προσεταιρισάμενοι πολλοὺς, Ἄρταν μὲν, ἣ τῆς Ἀκαρνανίας ὡς παρὰ κεφάλαιον τῶν πόλεών ἐστι, Νικόλαος ὁ Βασιλίτζης κατέσχεν, ἅμα Καβασίλᾳ ἀποστήσας βασιλέως, καὶ τὸν πρωτοστράτορα αὐτόθι διατρίβοντα εἰς δεσμωτήριον ἤγαγον ὑπὸ φρουρᾷ· Ἀλέξιος δὲ Καβασίλας τὴν Ῥωγώ. τεσσαράκοντα δὲ τῆς αὐτῆς συνωμοσίας ἕτεροι τὸ Θωμόκαστρον ὀνομαζόμενον παράλιον ὂν κατὰ τὴν θάλασσαν τὴν πρὸς Ἀδρίαν, τῶν ἄλλων ἁπάντων οὐκ ἀποστάντων βασιλέως, ἀλλὰ τὴν εὔνοιαν ἀκμάζουσαν τηρούντων. ἦσαν δὲ οὐκ ὀλίγαι πόλεις, τό,τε Μεσοπόταμον ὀνομαζόμενον, καὶ ὁ Σοποτὸς καὶ ἡ Χειμάῤῥα· πρὸς τούτοις τε τὸ Ἀργυρόκα 1.510 στρον καὶ ἡ Πάργα καὶ ὁ Ἅγιος ∆ονάτος καὶ Ἀγγελόκαστρον καὶ Ἰωάννινα, ὅ,τε Εὐλοχὸς καὶ τὸ Βάλτον καὶ ἕτερ' ἄττα φρούρια οὐκ ὀλίγα. ἐκεῖνοι δὲ οἱ ἀποστάντες βασιλέως πρεσβείαν πρὸς πριγκίπισσαν τὴν Τάραντος δεσπότιν πέμψαντες, Νικηφόρον τε τὸν παῖδα ᾐτοῦντο δεσπότου ὡς σφῶν ἄρξοντα κατὰ πατρῷον κλῆρον, καὶ συμμαχίαν, μεθ' ἧς καὶ τὰς ἄλλας δυνήσονται πόλεις ἀποστῆσαι βασιλέως, ἢ ἑκούσας προσχωρησάσας ἢ βιασάμενοι τοῖς ὅπλοις. πριγκίπισσα δὲ ἡδέως τε ἐδέξατο Νικηφόρον φυγόντα πρὸς αὐτὴν, ἤλπισε γὰρ Ἀκαρνανίας κρατήσειν δι' αὐτοῦ, καὶ πάλιν ἐπεὶ ἐπύθετό τινας βασιλέως ἀποστάντας καὶ προσχωρήσαντας αὐτῷ, ἐξέπεμπε προθύμως, καὶ μίαν ἐκείνῳ τῶν θυγατέρων δύο δὲ ἦσαν αὐτῇ κατεγγυήσας συμμαχίαν τε παρασχομένη ὅση δυνατή. ἡ γὰρ πριγκίπισσα αὕτη δὴ ἀπόγονος οὖσα Βαλδουΐνου, ὃς Βυζαντίου ἐβασίλευσεν ἐπὶ καιρὸν, καθ' ὃν ὑπὸ Λατίνοις ἑάλω χρόνον, τόν τε πρόγονον ὡς βασιλέα Ῥωμαίων διεθρύλλει καὶ ἑαυτὴν βασιλίδα προσηγόρευε Ῥωμαίων ὡς ἀπόγονον ἐκείνου. διὸ καὶ διὰ σπουδῆς ἁπάσης ἐποιεῖτο μέρους ἄρξαι τινὸς τῆς ὑπὸ τοὺς Ῥωμαίων βασιλέας οὔσης ἀρχῆς. οὗ δὴ ἕνεκα καὶ τότε Νικηφόρον ἐξέπεμπε διὰ σπουδῆς καὶ δύναμιν παρασχοῦσα ναυτικὴν, οἰομένη ἂν Ἀκαρνανίας αὐτὸς ἄρξῃ τῇ θυγατρὶ ἐκείνης συνοικῶν, τὴν ἐπιθυμίαν ἠνυκέναι, ὃς δὴ καὶ Θωμοκάστρῳ ἐνδιῆγεν ὄντι παραλίῳ. βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο περὶ τῶν κατὰ τὴν Ἀκαρνανίαν, στρατεύειν 1.511 μὲν αὐτὸς οὐκ ᾤετο δεῖν τὸ νῦν ἔχον ἐπ' αὐτοὺς, ἤδη περὶ ἐκβολὰς τοῦ φθινοπώρου ὄντος· Ἰωάννην δὲ Ἄγγελον τὸν πιγκέρνην ἅμα Μονομάχῳ ἐκέλευσεν ἀναλαβόντα στρατιὰν χωρεῖν ἐπὶ Ἀκαρνανίαν, κἀκεῖ διαχειμάζειν, ἅμα μὲν ταῖς ὑπὸ βασιλέα τελούσαις ἔτι πόλεσι δύναμιν παρέχοντας καὶ δέος τοῦ μὴ συναφίστασθαι ταῖς ἄλλαις· ἅμα δὲ καὶ τὰς ἀφεστηκυίας εἰ μὴ τελείως, ἀλλ' ἐκ μέρους πολιορκήσοντας λεηλασίαις, ὡς ἂν ἅμα ἦρι βασιλεῖ ἐπιστρατεύσαντι ῥᾴδιαι