180
προσβαλών, καὶ ἐπὶ τεσσαράκοντα πολιορκήσας ἡμέρας, πορθεῖ μὲν αὐτήν, αἱρεῖ δὲ καὶ τὸν ̓Ιώσηπον στρατηγοῦντα τῆς Γαλιλαίας καὶ τῆς εἰρημένης ὑπερμαχοῦντα πόλεως. ἐκεῖθεν δὲ καθ' ἑτέρων ἐχώρει φρουρίων καὶ πολισμάτων, καὶ τὰ μὲν ὁμολογίᾳ, τὰ δὲ πολιορκίᾳ ὑπὸ ̔Ρωμαίους πεποίητο. καὶ ταῦτα ηδη κατεργασάμενος ἡτοιμάζετο καὶ αὐτῇ προσμίξαι τῇ μητροπόλει, διακειμένῃ κακῶς ἐκ τοῦ πρὸς ἀλλήλους στασιάζειν τοὺς ἐν αὐτῇ, καὶ εἰς ἐμφυλίους ἐκκυλισθῆναι μάχας καὶ ἀλλήλων σφαγάς, κἀντεῦθεν τὸ μάχιμον διαφθείρεσθαι. ἐπέσχε δὲ τῷ Οὐεσπασιανῷ τὴν ὁρμὴν ἀγγελθεὶς ὁ Νέρων τῆς αὐταρχίας ἐκπεπτωκὼς καὶ τῆς ̔Ρώμης λαθραίως ἐκδρὰς καὶ ἑαυτὸν ἀνελών. ειτα Γάλβαν μαθὼν γενόμενον αὐ2.52 τοκράτορα, Τίτον πέμπει πρὸς αὐτόν, προσεροῦντά τε καὶ ο,τι περὶ ̓Ιουδαίων κελεύει πευσόμενον. ετι δὲ καθ' ὁδὸν οντος Τίτου καὶ ὁ Γάλβας ἀνῄρητο. οπερ ἀκούσας ὁ Τίτος πρὸς τὸν πατέρα παλινοστεῖ. καὶ διὰ τὸ περὶ τῆς ̔Ρωμαίων ἀρχῆς ἀμφίβολον οὐκ ἐπεχείρουν τῇ κατὰ τῆς ̔Ιερουσαλὴμ προσβολῇ, ἀλλ' ἠρέμουν ἐν Καισαρείᾳ. Γάλβου δὲ ἀνῃρημένου Οθων τὴν ἀρχὴν διεδέξατο. τὰ δ' ἐν Γερμανίᾳ τυγχάνοντα τάγματα Οὐιτέλλιον ἀνηγόρευσαν αὐτοκράτορα. στείλας ουν Οθων ἐπολέμει Οὐιτελλίῳ. ἡττημένων δὲ τῶν ἀπεσταλμένων Οθων ἑαυτὸν διεχρήσατο. καὶ Οὐιτέλλιος εἰς ̔Ρώμην ἀπῄει σὺν τοῖς στρατεύμασιν· ηδη γὰρ αὐτῷ καὶ οἱ τοῦ Οθωνος προσεχώρησαν. Οὐεσπασιανὸς δέ, ει τινα ησαν περίλοιπα τῶν ̓Ιουδαίων πολίχνια μήπω ἑαλωκότα, στείλας ἐπόρθει καὶ ταῦτα, ὡς μόνην ηδη τὴν τῶν ̔Ιεροσολύμων πόλιν σκοπὸν ̔Ρωμαίοις περιλιμπάνεσθαι. ἐνόσει δὲ δεινῶς, ὡς ειρηται, τὰ τῆς πόλεως. εξωθεν μὲν γὰρ ὁ Σίμων καὶ οἱ περὶ αὐτὸν τοῖς ̓Ιουδαίοις ̔Ρωμαίων ἐτύγχανον φοβερώτεροι, ενδον δ' οἱ ζηλωταὶ καλούμενοι καὶ ὁ τούτων ἐξάρχων ̓Ιωάννης καὶ ̔Ρωμαίων ησαν καὶ τοῦ Σίμωνος χαλεπώτεροι. σφοδρότατα δὲ βιαζομένων τοὺς ἐν τῇ πόλει τῶν ζηλωτῶν, ἠναγκάσθησαν οἱ τοῦ δήμου τὸν Σίμωνα μετὰ τοῦ περὶ αὐτὸν πλήθους εἰς τὴν πόλιν παρακαλοῦντες εἰσαγαγεῖν, ὡς τάχα τῆς τῶν ζηλωτῶν τυραννίδος αὐτοὺς ἀπαλλάξοντα· ελαθον δὲ χείρονα καθ' ἑαυτῶν εἰσδεξάμενοι τύραννον. τούτων δ' ἐν ̔Ιεροσολύμοις πραττομένων Οὐιτέλλιος τὴν ̔Ρώμην κατέλαβεν αὐτοκράτωρ ἀναρρηθείς. Οὐεσπασιανῷ δὲ μαθόντι ταῦτα οὐκ ηρεσκε, καὶ ἀπηξίου δεσπότην εχειν τὸν Οὐιτέλλιον. οἱ δ' ἡγεμόνες τῶν σὺν αὐτῷ ταγμάτων, 2.53 ἀλλὰ μὴν καὶ οἱ στρατιῶται συνελθόντες ἀναγορεύουσι τὸν Οὐεσπασιανὸν αὐτοκράτορα. Ὁ δὲ μέλλων ηδη ἐκπλεῖν τῷ υἱῷ Τίτῳ τὴν τῶν ̔Ιεροσολύμων πολιορκίαν ἀνέθετο. ος τὰς δυνάμεις συναγαγὼν ἀπῄει πρὸς τὰ ̔Ιεροσόλυμα, καὶ πρὸ τριάκοντα σταδίων ἐστρατοπεδευκώς, ἐκεῖθεν ἑξακοσίους τῶν ἐπιλέκτων ἱππέων παραλαβὼν ῃει τὴν πόλιν κατασκεψόμενος καὶ τὰ φρονήματα τῶν ἐντός. ἐπεκθέουσι δὲ τῆς πόλεως απειροι· καὶ οἱ μὲν πλεῖστοι τῶν μετὰ Τίτου μανιώδη τὴν ὁρμὴν τῶν ̓Ιουδαίων ὁρῶντες ἀνεκόπησαν τοῦ πρόσω χωρεῖν, ὁ Τίτος δὲ μετ' ὀλίγων τῶν αλλων ἀποτμηθεὶς εἰς μέσους τοὺς πολεμίους ἐμπεριείληπτο. καὶ γνοὺς ἐν κινδύνῳ τὰ κατ' αὐτόν, ἐπιστρέφει τὸν ιππον, καὶ τοῖς περὶ αὐτὸν ἐμβοήσας επεσθαι ἐμβάλλει τοῖς ̓Ιουδαίοις, καὶ τῷ ξίφει τοὺς ἐπιόντας ἀναστέλλων ἐπὶ τὸ στρατόπεδον διασώζεται, δύο πεσόντων ἐκ τῶν ἑπομένων αὐτῷ. Μεθ' ἡμέραν ουν ἐπὶ τὸν σκοπὸν ἐλθών, τόπος δ' ἐστὶν ουτω καλούμενος διέχων τῆς πόλεως σταδίους ἑπτά, οθεν η τε πόλις καὶ ὁ ναὸς καταφαίνεται, περιβαλέσθαι κελεύει στρατόπεδον. τῶν δ' ἐν τῇ πόλει συρρηγνυμένων ἀλλήλοις ἀεί, τότε πολὺς ἐπελθὼν ὁ εξωθεν πόλεμος τὴν εριν ἀνέπαυσεν. ἐμάχοντο ουν τοῖς βαλλομένοις στρατόπεδον οἱ ̓Ιουδαῖοι τῆς πόλεως ἐκτρέχοντες καὶ ἐκάκουν τοὺς ἐναντίους, μᾶλλον δ' ἐκακοῦντο αὐτοί. λωφήσαντος δὲ πρὸς βραχὺ τοῦ θύραθεν πολέμου, πάλιν τοῖς ενδον ἡ στάσις ἠγείρετο. καὶ δόλῳ τὸ ἱερὸν ὁ ̓Ιωάννης σὺν τοῖς ζηλωταῖς κατασχών, πολλῶν ἀναιρεθέντων, κατεθάρρει τοῦ Σίμωνος. 2.54 ̔Ο δὲ Τίτος ἐξομαλίσαι προσέταξε τὸ ἀπὸ τοῦ σκοποῦ μέχρι τοῦ τείχους διάστημα. καὶ τὸ μὲν