180
περιεσφίχθη. ̓Εντεθρίωται. ἐνεσκεύασται. ἀπὸ τῶν θρίων ἐντεθριῶσθαι, τὸ ἐντετυλίχθαι. ἀπὸ τοῦ σκευάσματος, ο ἐν τοῖς φύλλοις τῆς συκῆς εἱλεῖται, α λέγεται θρία. ̓Εντετευτλανωμένησ. μετὰ τῶν τεύτλων ἑψηθείσης. μετὰ γὰρ τεύτλων ησθιον τὰς ἐγχέλυς· λέγονται γὰρ τεύτλοις συνεψόμεναι ηδισται ειναι. μὴ δὲ γὰρ θανὼν ποτέ σου χωρισθείην ἐντετευτλανωμένης. ̓Εντέτηκεν. ἐγκεκόλληται. πέπηγε. τούτοις ἀντ' ἀληθοῦς ψευδὴς ἐντέτηκε δόξα. ̓Εντετριμμένη. ἀντὶ τοῦ σμυχθεῖσα. η εἰδυῖα. οπως ἐντετριμμένη κανηφορῇς. τὰ κανίσκια εχουσα. ̓Εντευξόμενοσ. διαλεχθησόμενος. ̓Εντεῖλαι. προστάξαι. ̓Εντείλῃσ. ἀνθυπότακτον. καὶ ἐντείλωμαι. epsilon.752 ̓Εντήκων. ἐμβάλλων, ἐνιείς. καὶ αὐτῷ τῷ στόματι ἐντήκων χρυσόν. ̓Εντήξασ. ἐμβαλὼν, ἐμφυτεύσας. διδάξας. καὶ ἐντήξας ταῖς αὐτῶν ψυχαῖς ἰσχὺν λόγων αμαχον καὶ σειρῆνα εὐγλωττίας ἐφολκοτάτην. * ̓Εντοπίζει.* ̓Εντρέπει. ἐπιστρέφει. ̓Εντρεπομένουσ. ἐγκλίνοντας. οἱ δὲ Λίβυες θεωροῦντες τοὺς Ιβηρας ἐντρεπομένους καὶ δεδιότες. ̓Εντυγχάνειν καὶ συντυγχάνειν ταὐτόν ἐστιν. ἐντυγχάνειν ηρωσιν. ̓Εν τῷ ἐπικαλεῖσθαι. ἐν τῷ δέεσθαι. ̓Εν τῷ ἐκλείπειν. ἐν τῷ ἀποθνήσκειν. ̓Εν τῷ ὑπερηφανεύεσθαι. ἐν τῷ ἐπαίρεσθαι. ̓Εντροπαλιζομένη. ὑποστρεφομένη. ̓Ενών. ἐνυπάρχων. ̓Ενωρμίσθη. προσωρμίσθη. ̓Εννώσασ. διανοηθείς. παρὰ ̔Ηροδότῳ. ̓Ενώτισαι. ἀντὶ τοῦ ακουσον. ἐνώτισε δὲ ἀντὶ τοῦ νῶτα περιεσκέπασε, τὸ ˉσˉε ψιλόν. epsilon.753 ̓Ενῶρτο. εστιν ορω· ὁ μέλλων ορσω· ὁ παθητικὸς ορομαι, ὁ παρατατικὸς ὠρόμην, ωρου, ωρετο καὶ συγκοπῇ ωρτο, καὶ ἐνῶρτο ἀντὶ τοῦ διεγείρετο. ωρτο μὲν μέγα κῦμα. ̓Ενέκοψεν. ἐνεπόδισεν. ὁ ̓Απόστολος· ἐνέκοψεν ἡμᾶς ὁ σατανᾶς. τοῦ σατανᾶ λέγει αὐτὸ εργον, κατὰ συγχώρησιν θεοῦ γεγονός. ̓Ενδιάζεσθαι. σκιάζεσθαι. τοῦ Ψελλοῦ· κορύμβοις ἐνδιάζεσθαι· τὸ σκιάζεσθαι φύλλοις. ( ̓Επίῤῥημα.) Εναγχοσ. πρὸ μικροῦ. ἐν τῷ εγχιστα χρόνῳ, τῷ παρελθόντι. παρὰ τὸ ἀγχοῦ γέγονεν αγχος καὶ ἐν συνθέσει εναγχος. η χθές. ̓Εναργῶσ. φανερῶς. ̓Εναλλάξ. ὡς παρὰ τὸ μίξω γίνεται μὶξ, ουτως καὶ παρὰ τὸν ἀλλάξω μέλλοντα γίνεται ἀλλὰξ καὶ ἐναλλάξ. ηγουν ἐνηλλαγμένως. ̓Εναλλάγδην. συμπεπλεγμένως. παρήγαγε δὲ τοὺς πρέσβεις εἰς μέσον ἐναλλάγδην τὼ χεῖρε ὑπὸ τὴν ἰξὺν περιεσφιγμένους. ̓Ενάρθρωσ. ἠκριβωμένως. ̓Ενδελεχῶσ. ἐπιμόνως. συνεχῶς. Ἐνδυκέωσ. ἐπιμελῶς. Ενερθεν. ὑποκάτωθεν. epsilon.754 Ενθεν καὶ ενθεν. τῇδε κᾀκεῖσε. ενθεν καὶ ἀντὶ τοῦ διὰ τοῦτο. Ενθα. τότε. ̓Ενθαδί. ἀντὶ τοῦ ἐνθάδε. διὰ τοῦ ˉι. ὡς δεῦρο, δευρί. η οτι αἱ ἐκτάσεις οὐ γίνονται διὰ τῆς ˉεˉι διφθόγγου, ἀλλὰ διὰ τοῦ ˉι· ἐκεινοσὶ, δευρὶ, νυνὶ, ἐνθαδί· τὸ δὲ οἱονεὶ καὶ ὡσπερεὶ διὰ διφθόγγου. καὶ οὐκ ἀντίκειται. διάφορα γὰρ μέρη λόγου ἐστίν. εστι γὰρ οιον ονομα, καὶ ὁ εἰ συναπτικὸς σύνδεσμος. τὸ δὲ ὡσπερεὶ τρία μέρη λόγου ἐστίν· εστι γὰρ ὡς ἐπίῤῥημα, καί περ σύνδεσμος παραπληρωματικὸς, καὶ εἰ συναπτικός. φησὶ δὲ ὁ τεχνικός· εχουσιν εθος αἱ λέξεις αἱ εἰς σύμφωνα λήγουσαι, δέχεσθαι ἐπέκτασιν τὴν διὰ τοῦ ἰῶτα, οιον νῦν, νυνί· η τὸ φωνῆεν τρέπουσιν εἰς τὸ ἰῶτα, οιον ἐνθάδε, ἐνθαδὶ, οδε, ὁδὶ, δεῦρο, δευρί· η τὸ ἰῶτα προσλαμβάνουσι κατὰ διάστασιν, οιον τούτου, τουτουῒ, τούτῳ, τουτωΐ. ̓Ενιαχοῦ. πολλαχοῦ. καὶ ἐνιαχῆ. ̓Εντεῦθεν. παραυτίκα. η ἀντὶ τοῦ ἐκ τούτου. ̓Ενωμότωσ. μετὰ ορκου. καὶ ἐνώμοτος ἀντὶ τοῦ ενοχος τοῖς ορκοις. ̓Ενωπίωσ. εμπροσθεν. Ενδυο. ὡς ἡμεῖς τὸ ταχέως. Μένανδρος ̓Εφεσίῳ· παρέσομαι γὰρ ενδυο. epsilon.755 ̓Ενδίκωσ. δικαίως. καὶ ὁ ̓Απόστολος· ενδικον μισθαποδοσίαν. Τὸ Ε μετὰ τοῦ Ξ. ( ̓Αρσενικόν.) ̓Εξ ἀπόπτου. ἐξ ὑψηλοῦ τόπου. Εξαρθροσ. ἀρθρητικός. Εξαρνοσ. ἀρνούμενος. ̓Εξάγιστοσ. μυσαρός. *εξω τῶν ἁγίων.* ̓Εξάντεισ. ὑγιεῖς, ἐλευθέρους, εξω βλάβης. καὶ οἱ μὲν εδρασαν ταῦτα, ειτα μέντοι ἐξάντεις γίνονται τοῦ κακοῦ. ̓Εξαμβιτίωνοσ. παρὰ ̔Ρωμαίοις ἐκ περιδρομῆς τὶ πράττων. Εξαιμοι. οἱ λείφαιμοι. ̓Εξαίτησ. ἀφαιρέτης. ̓Εξελιγμόσ. ὁ κατὰ λόχους. ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν εμπροσθεν τόπον. ἀντὶ δὲ epsilon.756 τῆς κατὰ πρόσωπον ἐπιφανείας, τὸν οπισθεν, ος καὶ ἐξελιγμὸς Μακεδὼν λέγεται. ̓Εξ ερον. ὁ