180
θάνατον προσεδέξω; Ὅτε σοι πρῶτον προσηγγέλθη τοῦ υἱοῦ ἡ γέννησις, εἴ τίς σε ἤρετο, ποταπόν ἐστι τὸ τεχθέν· τί ποτε ἂν ἀπέκρινες; ἆρα ἄλλο τι ἂν εἶπες, ἢ ὅτι ἄνθρωπός ἐστι τὸ γεννηθέν; Εἰ δὲ ἄνθρωπος, καὶ θνητός. Οὐχ ὁρᾷς ἥλιον ἀνατέλλοντα, καὶ πάλιν δυόμενον; σελήνην αὔξουσαν, εἶτα φθίνουσαν; οὐ τὴν γῆν θάλλουσαν, εἶτα ξηραινομένην; Τί τῶν περὶ ἡμᾶς ἕστηκεν; τί ἀκίνητον ἔχει τὴν φύσιν καὶ ἀμετάπτωτον; Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ ἴδε τὴν γῆν· οὐδὲ ταῦτα διαιωνίζει. Ὁ γὰρ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, φησὶν, οἱ ἀστέρες ἐκ τοῦ οὐρανοῦ πεσοῦνται, ὁ ἥλιος σκοτισθήσεται, ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Τί οὖν θαυμαστὸν, εἰ καὶ ἡμεῖς μέρος ὄντες τοῦ κόσμου ἀπολαύομεν τῶν ἐκ τοῦ κόσμου; Ἔθους γὰρ χωρισμὸς καὶ τοῖς ἀλόγοις ἐστὶ δυσφορώτατος. Καὶ τότε εἶδον ἐγὼ βοῦν ἐπὶ φάτνης δακρύοντα τοῦ συννόμου αὐτοῦ καὶ ὁμοζύγου τελευτήσαντος, καὶ τὰ λοιπὰ τῶν ἀλόγων σφοδρῶς τῆς συνηθείας ἔστιν ἰδεῖν ἀντεχόμενα. Σὺ δὲ οὐχ οὕτως ἔμαθες, οὐδὲ ἐδιδάχθης. Ἀλλ' ἀρχὴν μὲν φιλίαν λαμβάνειν ἐκ μακρᾶς ὁμιλίας καὶ χρονίου ἔθους, οὐδὲν ἀπεικός· ὀδύρεσθαι δὲ χωρισμὸν διὰ τὴν ἐπὶ πλεῖστον ἡμῖν γενομένην διατριβὴν, παντελῶς ἄλογον. Οἷον, γυνὴ συνεκληρώθη σοι κατὰ τὴν κοινωνίαν τοῦ βίου, πᾶσαν ἡδονήν σοι κατὰ τὸν βίον παρεχομένη, εὐθυμίας δημιουργὸς, θυμηδίων πρόξενος, τὰ χρηστὰ συναυξάνουσα, ἐν ταῖς λοιπαῖς τὸ πλεῖστον μέρος τῶν ἀνιαρῶν ἀφαιρουμένη. Αὕτη δὲ ἐξαίφνης ἀναρπασθεῖσα οἴχεται. Μὴ ἀγριαίνῃ τῷ πάθει, μηδ' αὐτόματόν τινα εἴπῃς εἶναι συντυχίαν τὸ γινόμενον, ὡς μηδενὸς προστάτου τὸν κόσμον οἰκονομοῦντος· μηδὲ 96.36 ἐκπέσῃς τῶν ὅρων τῆς εὐσεβείας. Ἐπειδὴ γὰρ ὅλως ἐγένεσθε οἱ δύο εἰς σάρκα μίαν, πολλὴ συγγνώμη τῷ τὴν διχοτομίαν καὶ τὴν τῆς συναφείας διαίρεσιν μετ' ἀλγημάτων δεχομένῳ· οὐ μὴν τούτου ἕνεκεν, ἢ διανοεῖσθαί τι τῶν οὐ προσηκόντων, ἢ φθέγγεσθαί σοι λυσιτελές. Ἐννόησον γὰρ ὅτι ὁ πλάσας ἡμᾶς καὶ ψυχώσας Θεὸς, ἰδίαν ἔδωκεν ἑκάστῃ ψυχῇ τὴν διαγωγὴν, καὶ ἄλλους ὅρους ἔπηξε τῆς ἐξόδου. Τὸν μὲν γὰρ ἐπὶ πλεῖον παραμεῖναι τῇ παρουσίᾳ τῆς σαρκὸς ᾠκονόμησε, τὸν δὲ θᾶττον ἀπολυθῆναι τῶν δεσμῶν τοῦ σώματος διετάξατο, κατὰ τοὺς ἀῤῥήτους τῆς σοφίας αὐτοῦ καὶ τῆς δικαιοσύνης λόγους. Ὥσπερ οὖν οἱ ἐν ταῖς εἱρκταῖς ἐπιπίπτοντες, οἱ μὲν ἐπὶ πλείονα χρόνον τῇ κακώσει δεσμωτηρίων ἐναποκλείονται, οἱ δὲ ταχυτέραν εὑρίσκουσι τῆς κακοπαθείας ἀπαλλαγήν· οὕτω καὶ αἱ ψυχαὶ, αἱ μὲν ἐπὶ πολὺ προσκατέχονται τῇ ζωῇ ταύτῃ, αἱ δὲ ἐπ' ἔλαττον κατὰ τὴν ἀναλογίαν τῆς ἀξίας ἑκάστου, σοφῶς καὶ βαθέως, καὶ ὡς οὐκ ἂν ἐφίκοιτο νοῦς ἀνθρώπων, τὰ περὶ ἐσχάτων ἡμῶν τοῦ Κτίσαντος προβλεπομένου. Οὐκ ἀκούεις λέγοντος τοῦ ∆αβίδ; Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου; Οὐκ ἤκουσας περὶ τοῦ ἁγίου, ὅτι ἀπελύθη αὐτοῦ ἡ ψυχή; Τί δὲ Συμεὼν, ὅτε ἐνηγκαλίσατο τὸν Κύριον ἡμῶν, ποίαν ἀφῆκε φωνήν; Οὐχ ὅτι Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα; Τῷ γὰρ ἐπειγομένῳ πρὸς τὴν ἄνω διαγωγὴν βαρυτέρα πάσης κολάσεως καὶ δεσμωτηρίου παντὸς ἡ μετὰ τοῦ σώματός ἐστι διατριβή. Μὴ τοίνυν τῇ σεαυτοῦ ἀπολαύσει ἐπιζήτει τὰς περὶ τῶν ψυχῶν διατάξεις ἀκολουθεῖν, ἀλλὰ λογίζου περὶ τῶν συναφθέντων κατὰ τὸν βίον, εἶτα θανάτῳ διισταμένων, ὅτι παραπλήσιοί εἰσιν ὁδοιπόροις μίαν ὁδὸν πορευομένοις. Οὔτε ἀωρίαι θανάτου, οὔτε ἄλλαι τινὲς δυσκληρίαι ἀδοκήτως ἐπιοῦσαι ἐκπλήξουσιν ἡμᾶς ποτε, τοὺς παιδευομένους τῷ λόγῳ τῆς εὐσεβείας. Οἷον, παῖς μοι ἦν νεανίας, μόνος τοῦ γένους διάδοχος, παραμύθιον γήρως, ἐγκαλλώπισμα γένους, ἄνθος τῶν ὁμηλίκων, στήριγμα τῆς οἰκίας, αὐτὸ τῆς ἡλικίας ἄγων τὸ χαριέστατον, οὗτος ἀνάρπαστος οἴχεται· καὶ γῆ καὶ κόνις γέγονεν, ὁ πρὸ βραχέος ἡδὺ μὲν ἄκουσμα φθεγγόμενος, ἥδιστον δὲ θέαμα ὢν τοῖς τοῦ γεννήσαντος ὀφθαλμοῖς. Τί οὖν ποιήσομεν; Καταῤῥήξομαι τὴν ἐσθῆτα, καὶ καταδέξομαι κυλινδεῖσθαι χαμαὶ, καὶ ποτνιᾶσθαι, καὶ δυσανασχετεῖν, καὶ δεικνύειν ἐμαυτὸν τοῖς παροῦσιν, οἱονεὶ παῖδά τινα ὑπὸ πληγῶν ἐκβοῶντα καὶ ἀποσπαίροντα; Ἢ τῷ ἀναγκαίῳ τῶν γινομένων προσχὼν, ὅτι ἀπαραίτητος ὁ τοῦ θανάτου νόμος,