15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
γεύοιτο τῆς ἡδύτητος τῶν χυμῶν καὶ τῶν μαλακῶν ἅπτοιτο, δύο τοῖς τρισὶ διεμέρισεν, ὀφθαλμὸν μὲν καὶ οὖς δοὺς τῷ θεῷ, τὰ δὲ τρία τῷ κόσμῳ καὶ τῇ σκηνῇ. εἰ δὲ «γυναικὶ» μὲν «ἐνέβλε ψεν» ὥστε «ἐπιθυμῆσαι αὐτῆς» καὶ προσέθετο τοῖς ἐν τῷ θεάτρῳ κρότοις καὶ ταῖς ᾠδαῖς, ὠσφράνθη δὲ τῆς παρὰ τῷ κυρίῳ εὐωδίας καὶ «τῷ λάρυγ γι» τούτου «γλυκέα τὰ» τοῦ θεοῦ γέγονε «λόγια», αἵ τε χεῖρες αὐτοῦ ἀπετάξαντο ταῖς λειότησι καὶ ταῖς ἁπαλότησι, τὰ τρία ταῖς δυσὶ διεμέ ρισε. «∆ιαμερισθήσεται δέ» φησί «καὶ ἐφ' υἱῷ πατήρ». πολλοῖς μὲν γὰρ ὁ νοῦς, ὁ τὸν ἐν ἡμῖν λόγον γεννῶν, ἄνω τέταται πρὸς τὸν θεόν, ὁ δὲ λόγος ἐπὶ τῆς γλώττης ὀχούμενος κοσμικώτερος μᾶλλον ἢ νοερώτερος γίνεται· ἄλλοι δὲ τὴν μὲν τῆς γλώττης περιβολὴν ἐπὶ τὸ σεμνὸν μετασχηματίζουσι, τὸν δὲ νοῦν αἰσχρῶν καταπληροῦσιν ἐπιθυμιῶν. ἀλλὰ καὶ «μήτηρ ἐπὶ θυγατρί». Μήτηρ δ' ἂν ἐν ἡμῖν εἴη ἡ πίστις καὶ ἡ εὐσέβεια, θυγάτηρ δὲ ἡ ἀρετή. οἱ μὲν οὖν τὴν πίστιν παραδεχόμενοι τὴν θυγατέρα ταύτης δια μερίζουσιν, ἄσχολοι πάντῃ τῆς τῶν ἀρετῶν τυγχάνοντες πράξεως· τοῖς δὲ ἡ μὲν περὶ τὰς ἀρετὰς ἐνέργεια σεμνὴ καὶ σπουδαία, ἡ δὲ μήτηρ ταύτης ἀπηλλοτρίωται, μὴ δεξαμένη τὸ κήρυγμα. «διαμερισθήσεται δέ» φησί «καὶ πενθερὰ ἐπὶ νύμφῃ καὶ νύμφη ἐπὶ πενθερᾷ». τὰ δὲ δύο ταῦτα γένη, φημὶ τὴν νύμφην καὶ τὴν πενθεράν, ἀλλοτρίοις διῃρημένα τοῖς γένεσι, διὰ τοῦ τῆς πενθερᾶς παιδὸς ἀγχιστεύουσιν. ἔστιν οὖν ἐν ἡμῖν δύναμίς τις, μητρὸς ἔχουσα λόγον, οἷον ἀποτίκτουσα υἱόν, ᾧ ἑτέρα τις δύναμις συν δυάζεται, νύμφης λόγον ἐπέχουσα· καὶ ποτὲ μὲν ὁμονοοῦσιν ἀλλήλαις ἥ τε νύμφη καὶ ἡ πενθερά, ποτὲ δὲ παρὰ μέρος ἀπ' ἀλλήλων ἀλλοτριοῦνται. ἔστιν οὖν ἡ κατ' εὐσέβειαν ἕξις, γεννῶσα υἱόν τινα, τὸν καθαρώτατον λογισμόν, ᾧ οἷά τις νύμφη ἔξωθεν ἡ θεωρητικὴ δύναμις συνδυάζεται. ὅσοις μὲν οὖν ἡ θεωρία τῇ εὐσεβείᾳ συνομολογεῖ καὶ τῇ θεωρίᾳ αὖθις ἡ εὐσέβεια διὰ μέσου τοῦ καθαροῦ λογισμοῦ, ὃς ἐκείνης μὲν ἀποτίκτεται, ταύτῃ δὲ συνάπτεται, τούτοις εἰρήνη ἐστὶν ὁ θεός· εἰ δ' εὐσεβοῦντες πρὸς τὰς τῶν ὄντων θεωρίας ἀποτυφλούμεθα, διεμερίσαμεν ἀπὸ τῆς νύμφης τὴν πενθεράν, ὥσπερ, εἰ ταῖς θεωρίαις ἑαυτοὺς συντείναντες τὴν κατ' εὐ σέβειαν ἕξιν οὐκ ἐκτησάμεθα, συνδιειλόμεθα τὴν νύμφην ἀπὸ τῆς πεν θερᾶς. ἐπεὶ οὖν πολυμερής ἐστιν ἡ οὐσία ἡμῶν καὶ συνῴκισεν ὁ θεὸς εἰς ἑνὸς ζῴου σύστασιν ὄχλον οὐκ ὀλίγων δυνάμεων, τὴν μὲν ὀχλοκρατίαν καταλύσωμεν, τὸν δὲ νοῦν ἡγεμόνα ἐπιστήσαντες καὶ τούτῳ τὰς ἄλλας δυνάμεις ὑποθέμενοι, βασιλείαν ἀντὶ τυραννίδος τῇ ἡμετέρᾳ ψυχῇ ἐγκα ταστησώμεθα. 78 Ἐκ τοῦ εἰς τὴν Πεντηκοστὴν θεολογικοῦ λόγου· «οἶδε μὲν τρέφειν καὶ πέντε ἄρτοις»
«Οἶδε μὲν τρέφειν καὶ πέντε ἄρτοις πεντακισχιλίους, οἶδε δὲ καὶ ἑπτὰ τετρακισχιλίους· καὶ τὰ τοῦ κόρου λείψανα, ἐκεῖ μὲν κόφινοι δώδεκα, ὧδε δὲ σπυρίδες ἑπτά». ὑμεῖς μὲν τῶν θεολογικῶν ῥητῶν τοῦτό μοι ζητεῖν ἐοίκατε, διὰ τί ἐκεῖ μὲν πέντε ἄρτοις πεντακισχιλίου εἱστίασεν ὁ Χριστός, ἰσάριθμον τοῖς δαιτυμόσιν ὁ ἑστιάτωρ ἀποδοὺς τὴν τροφήν, ἐπὶ δὲ τῆς δευτέρας εὐωχίας τοὺς λόγους διήλλαξεν, ἐλάττονας πλείοσιν ἑστιῶν, καὶ ἐπὶ μὲν τῆς πρώτης θοίνης ἐς δώδεκα κοφίνους τὸ περίττευμα γίνεται, ἐπὶ δὲ τῆς δευτέρας εἰς σπυρίδας ἑπτά. Ἐγὼ δὲ καὶ τοῦτο μὲν τῶν μεγίστων ἂν θεωριῶν ἀξιώσαιμι, οὐκ ἐλάχι στον δέ μοι εἰς ἀπορίαν καταφαίνεται καὶ τὸ περὶ τοῦ μεγάλου τούτου πατρός. τὸν γὰρ ἑπτὰ τιμῆσαι βουλόμενος τοῖς ἀπὸ τῶν διαθηκῶν παραδείγμασιν, ἐν μὲν τοῖς ἄλλοις ῥητοῖς αὐτὸν τὸν ἀριθμὸν παρατίθησιν, ἐνταῦθα δὲ προτετάχαται τούτῳ οἵ τε πεντακισχίλιοι καὶ οἱ τούτους ἐκθρέψαντες πέντε ἄρτοι, εἶθ' ὕστερον τὸ περίττευμα τῆς πανδαισίας λογιζόμενοι δώδεκά τινες παρεισηνέχθησαν