180
μάννα τροφῆς ἀπολαύοντες, ἠχαρίστησαν· ἀπολα βεῖν τὴν ἐπηγγελμένην κελευσθέντες γῆν, τὸ δέος προὐβάλλοντο· καὶ ἄλλα μυρία πρὸς τούτοις εἰργά σαντο, ἅπερ μηκύνειν οὐκ ἐθέλοντες τὸν λόγον παραλείψομεν. μβʹ. "Οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος," Οὐκ ἐβουλήθησαν λαβεῖν εἰς διάνοιαν τὰς προτέρας εὐερ γεσίας, οὐδὲ λογίσασθαι τοῦ Θεοῦ τὴν ἰσχὺν, δι' ἧς ἀπηλλάγησαν τῆς Αἰγυπτίων δουλείας. Εἶτα διέξεισι τὰς ἐκεῖ γεγενημένας θαυματουργίας. μγʹ. "Ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὑτοῦ, καὶ τὰ τέρατα αὑτοῦ ἐν πεδίῳ Τάνεως." Ἡ Τάνις εἶχε τοῦ Φαραὼ τὰ βασίλεια. Ἐκεῖ δὲ τοῖς Αἰγυπτίοις τὰς τιμωρίας ὁ μέγας ἐπήγαγε Μωσῆς. μδʹ. "Καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν." Πρῶτον μὲν γὰρ οὐ τὰ ποτάμια μόνον ὕδατα, ἀλλὰ καὶ τὰ ἐξ ὑετῶν συνιστάμενα μετέβαλεν εἰς αἵματος φύσιν, τῷ δίψει πιέζων τοὺς ἀντιλέ γοντας. μεʹ, μʹ. "Ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν, καὶ κατέφαγεν αὐτοὺς, καὶ βάτραχον, καὶ διέφθει ρεν αὐτούς. Καὶ ἔδωκε τῇ ἐρυσίβῃ τοὺς καρποὺς αὐτῶν, καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι." Κυνο 80.1496 μυίᾳ δὲ καὶ βατράχοις ὑπουργοῖς τῆς ὀργῆς χρησά μενος, πικρὰς αὐτοῖς τὰς ὀδύνας ἐπήγαγεν. Ἐρυ σίβῃ δὲ καὶ ἀκρίδι τῆς γῆς διέφθειρε τοὺς καρπούς. μζʹ. "Ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐ τῶν, καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ." Ἐρυσίβῃ μὲν καὶ ἀκρίδι τὸν καρπὸν κατηνάλωσε, χαλάζῃ δὲ καὶ πάχνῃ καὶ αὐτὰς τὰς ῥίζας τῶν δένδρων ἐνέκρωσε. Τὰς μέντοι συκαμίνους οἱ ἄλλοι ἑρμηνευταὶ συκομόρους ἡρμήνευσαν. μηʹ. "Καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτῶν, καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί." Ὁ δὲ Σύμμαχος οὕτως· Τοῦ ἐκδόντος λοιμῷ τὰ κτήνη αὐτῶν, καὶ τὰ κτήματα αὐτῶν οἰωνοῖς. Ἀθρόαν γὰρ δεξάμενα τελευτὴν, θοίνη τῶν σαρκοβόρων ὀρνί θων ἐγένετο. μθʹ. "Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὑτοῦ· θυμὸν, καὶ ὀργὴν, καὶ θλῖψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν." Θυμὸν, καὶ ὀργὴν, καὶ θλῖψιν, τὰς πικρὰς τιμωρίας ἐκάλεσεν· ἀγγέλους δὲ πονηροὺς, τῆς τιμωρίας τοὺς ὑπουργούς· οὔτε φύσεως, οὔτε προαιρέσεως μοχθηρίαν, τὴν πονηρίαν καλῶν, ἀλλὰ τὴν τῆς κολάσεως τιμωρίαν. Οὕτω πονηρὰν ἡμέραν τὴν τῆς τιμωρίας ἡμέραν καλεῖ. Τοῦτο δὲ καὶ ὁ Σύμμαχος παρεδήλωσεν· ἀντὶ γὰρ ἀγγέλων πονηρῶν, ἀγγέλων κακούντων εἴρηκεν. νʹ. "Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὑτοῦ." Ἀντὶ τοῦ, οὐκ ἐκώλυσεν ἡ φιλανθρωπία τὴν τιμωρίαν, ἀλλ' ἔδωκε χώραν τῇ δικαίᾳ παιδείᾳ. Τοῦτο καὶ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν. "Οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν· καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισε. [ναʹ.] Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρ χὴν παντὸς πόνου αὐτῶν. ἐν τοῖς σκηνώμασι Χάμ." Θεασάμενος γὰρ αὐτῶν τὴν ἀντίτυπον γνώμην, ἀφειδῶς αὐτοῖς τὰς τιμωρίας ἐπήγαγε· πρῶτον μὲν τοῖς κτήνεσιν ὄλεθρον, ὕστερον δὲ τοῖς πρωτοτόκοις θάνατον ἐπάγων ἀπροσδόκητον. Σκηνώ ματα δὲ Χὰμ, τὴν Αἴγυπτον προσηγόρευσεν, ἐπειδὴ τοῦ Χὰμ υἱὸς ὁ Μεσρὲμ, Μεσρὲμ δὲ ἡ Αἴγυ πτος. νβʹ. "Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὑτοῦ· καὶ ἀνήγαγεν αὐτοὺς ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ." Οὕτως ἐκείνους παιδεύσας, ἐπὶ τὴν ἔρημον ἤγαγε τὸν οἰκεῖον λαόν· ποιμένα μιμούμενος, τῆς ποίμνης ἡγούμενον. νγʹ. "Καὶ ὡδήγησεν αὐτοὺς ἐπ' ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν." Πολλὰ γὰρ ἐνέγγυα τῆς οἰκείας δυνάμεως δεδωκὼς, θαῤῥεῖν αὐτῷ, καὶ μὴ δεδιέναι προσέταξε. Τοῦτο δὲ παρὰ μὲν τοῦ Θεοῦ τῶν ὅλων 80.1497 ἐγένετο· ἐκεῖνοι δὲ τῇ δυνάμει τοῦ Θεοῦ θαῤῥεῖν οὐκ ἠβούλοντο. "Καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψε θάλασσα." Ἡ γὰρ αὐτὴ θάλασσα τούτοις μὲν παρ έσχεν ὁδὸν, ἐκείνους δὲ τοῖς κύμασιν ἔχωσε. νδʹ. "Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὑτοῦ, ὄρος τοῦτο ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ." Ἐκεῖ θεν τοίνυν ἐλευθερώσας, ἔδωκεν αὐτοῖς ἣν ἐπηγ γείλατο γῆν· διὰ γὰρ τοῦ Σιὼν ὄρους πᾶσαν τὴν γῆν παρεδήλωσε. "Καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη, καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας." Τῶν γὰρ παλαιῶν οἰκητόρων τὴν γῆν ἐκείνην ἐλευθερώσας, τούτοις κατὰ τὰς ὑπο σχέσεις τὴν ταύτης δέδωκε