180
παρὰ εὐσεβῶν. αἰτῶ δὲ ὑπὸ τῆς θείας σου μεγαλονοίας ἐπισκεφθῆναι καὶ τὸ ἐλλιπὲς ἀνορθωθῆναι καὶ συγγνώμην τῶν ἐπωφλημένων δέξασθαί με, λαμβάνεσθαί τε εἰς μνήμην ἐν ταῖς θεοκλινέσιν αὐτῆς προσευχαῖς ὡς ἀχρεῖον τέκνον. 276 {1Πατριάρχῃ Ἱεροσολύμων}1 Τῷ τὰ πάντα ἁγιωτάτῳ πατρὶ πατέρων, φωστῆρι φωστήρων, κυρίῳ μου δεσπότῃ πατριάρχῃ Ἱεροσολύμων, Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου. Τίς ἀναγγελεῖ Ἀβραὰμ ὅτι Σάρρα θηλάζει; φησί που ὁ ἱερὸς λόγος· καὶ τίς ἐμοὶ τῷ ἀναξίῳ εὐαγγελίσοιτο, ὅτι μου τὸ ταπεινὸν γράμμα εἰς ἱερὰς χεῖρας φθάσειεν τῆς ἀποστολικῆς ὑμῶν μακαριωτάτης κορυφῆς; ὅμως πιστεύω ὅτι γενήσεται· οὐ γὰρ ἀλόγῳ ἐπιθυμίᾳ, ἀλλ' ἀναγκαίᾳ ὑποθέσει κινηθεὶς ὁ ἁμαρτωλὸς ἐτόλμησα καὶ τὸ γράμμα ἀποστεῖλαι καὶ τὸν ἐπιστοληφόρον ∆ιονύσιον τὸν ποθεινότατον ἀδελφὸν συνεκπέμψασθαι, πιστὸν ὄντα καὶ δυνατὸν ὅσα ἐλλείπει τῇ ἐπιστολῇ ἀφ' ἑαυτοῦ ἐξηγορῆσαι. Τοιγαροῦν ὡς ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι πρῶτον μὲν ὁ ταπεινὸς κατασπάζομαι τὰ θεοβαδῆ αὐτῆς ἴχνη (τοῦτο γὰρ ἐμοὶ εὐλογία τε καὶ ἁγιασμός), ἔπειτα ὡς πρὸς αὐτῆς ἐπιτραπεὶς ἄπειμι ἐν τοῖς σεβαστοῖς τόποις· προσπτύσσομαι τὸ θεῖον ἔδαφος, οὗ τὰ θεῖα ἴχνη βέβηκεν, τὸ ζωοποιὸν μνῆμα, ἐφ' ᾧ τὸ πανάγιον σῶμα τοῦ θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κατετέθη, τὸν χῶρον τοῦ ἁγίου Κρανίου, ἐν ᾧ ἐσταύρωται ὁ Κύριος τῆς δόξης. μέτειμι ἀλλαχοῦ· ὁρῶ τὴν ἁγίαν Βηθλεέμ, προσκυνῶ τὴν θείαν φάτνην ὑπὲρ τὴν στάμνον τὴν χρυσῆν, ἐν ᾗ οὐ μάννα, ἀλλ' ὁ τῆς ζωῆς ἄρτος τέθειται. καὶ μὴν βλέπω τὸ ἅγιον ὄρος, οὗ ἡ θειοτάτη μεταμόρφωσις, τὸ τῶν ἐλαιῶν ὄρος, ἀφ' οὗ ἀνέπτη πρὸς οὐρανοὺς ὁ τῶν ὅλων Κύριος, τὴν ἁγίαν Γεσσημανῆ, ἐφ' ᾗ ὁ τάφος τῆς πανσεβάστου δεσποίνης ἡμῶν Θεοτόκου, τοῦτο κἀκεῖνο, ἵνα μὴ μακρὸν ἀποτείνοιμι λόγον. ὤ, πῶς καὶ ἀπ' αὐτῆς μόνης τῆς ἐπιμνήσεως ἁγιασμοῦ ἐστι μετάληψις· ὤ, πηλίκων καὶ φρικτῶν σεβασμάτων ἡ τῆς σῆς μακαριότητος ὑπάρχει κορυφή. σὺ πρῶτος πατριαρχῶν, κἂν πεντάζοις τῷ ἀριθμῷ· οὗ γὰρ ὁ ἐπίσκοπος τῶν ψυχῶν καὶ τῶν ὅλων ἀρχιερεὺς καὶ ἐγεννήθη καὶ ἔδρασε τὰ θεουργὰ πάντα καὶ ἔπαθεν καὶ τέθαπται καὶ ἀνέστη καὶ ἔζησε καὶ ἀνελήφθη, ἐκεῖ δῆλον ὅτι τὸ ὑπεραῖρον ἁπάντων ἀξίωμα. Ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα πόθῳ καὶ τρόμῳ τετόλμηταί μοι λαλῆσαι, ἐπὶ δὲ τὸ ἕτερον τρέψομαι ἀπάγγελμα. διωγμὸς ἡμᾶς κατείληφεν, ὦ μακαριώτατε, καὶ διωγμῶν ὁ ἑλληνοειδέστατος· ἐπεὶ γὰρ ᾔσθετο ὁ σατανᾶς ἐν προθύροις εἶναι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλλου θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μείζους τῶν αἱρέσεων ἀνάπτει τὰς φλόγας, προεισόδια τῆς τοῦ Ἀντιχρίστου παρουσίας. τί τοῦτο; τὴν πάλαι ἐπὶ Λέοντος καὶ Κωνσταντίνου διεγερθεῖσαν ἀσέβειαν καὶ μανεῖσαν ἐπὶ πολὺ καὶ ῥαγεῖσαν θείᾳ ἐπιτιμήσει, αὖθις ἄρτι ὁ ὁμώνυμος καὶ συνώνυμος τῇ ἀσεβείᾳ κρατῶν ἀνενεώσατο, καὶ τοσοῦτον, ὡς ἀποκρύψαι τὴν ἐκείνων λύτταν. διώκει τὸν Χριστὸν ἐγγεγραμμένον σὺν μητρὶ καὶ θεράπουσι καὶ οὗ ἂν εὕροι καθαίρει, φλέγει· ἐντεῦθεν θυσιαστήρια κατεσκαμμένα, ἱεροὶ ναοὶ ἠμαυρωμένοι, σκεύη ἱερὰ ἐμπεπρησμένα· οὐκ ἔστιν ὅ τι μὴ ἐλλέλειπται μέρος τῆς ὑπ' αὐτὸν βασιλείας ἐαθὲν ἀκαθαίρετον, ἀλλ' εἴ πως εὑρεθείη τις ἐγκεκρυφὼς σεπτὴν εἰκόνα ἢ δέλτον, περὶ αὐτῆς λεκτόν τι ἔχουσαν, ἀνάρπαστος εὐθύς, μάστιξι καταξαινόμενος καὶ πᾶν ἄλλο δεινὸν ὑφιστάμενος. ἐντεῦθεν δείματα καὶ τρόμοι καὶ ἐκστάσεις περὶ πάντα ἄνθρωπον, ὡς καὶ χαίρειν λέγειν ἀδελφῷ ἀδελφὸν καὶ φίλῳ φίλον ἐκτρέπεσθαι. σύνοδος κυροῦσα τὴν πάλαι ἀσεβεστάτην καὶ καταθεματίζουσα τὴν ὀρθόδοξον. ἱερεῖς ἠφρονεύσαντο καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν, ἀλλὰ τὸ τῷ Ἀχαὰβ δόξαν συνεκρότησαν. πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, πλὴν ὀλίγων κομιδῇ· τίνων τούτων; ἐπισκόπων τε καὶ ἡγουμένων, μοναζόντων τε καὶ μοναζουσῶν, αὐτοῦ τε χάριτι θεοῦ τοῦ κορυφαιοτάτου ἡμῶν ἀρχιερέως· ὧν οἱ μὲν ἐμαστίχθησαν, ἄλλοι ὑπερωρίσθησαν, ἔνιοι δὲ καὶ παραυτὰ