1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

180

ὀφφικίου. καὶ τούτους ἀποστείλας παρήγγειλε πάντας τοὺς οἰκοῦντας ἐν ἐκείνοις τοῖς κάστροις τῷ ξίφει ὀλοθρεῦσαι καὶ μηδένα ζωογονῆσαι, παραδεδωκὼς αὐτοῖς καὶ Ἡλίαν τὸν σπαθάριον ὀφείλοντα ἄρχοντα Χερσῶνος καταστῆναι. οἱ δὲ τὴν 378 Χερσῶνα καταλαβόντες, μηδενὸς αὐτοῖς ἀντιστάντος, τὰ κάστρα παρέλαβον καὶ πάντας τῷ ξίφει ἀνεῖλον χωρὶς τῶν μειρακίων, ὡς νηπίων τούτων φεισάμενοι καὶ πρὸς δουλείαν περιποιηθέντων. Τουδοῦνον δέ, τὸν ἄρχοντα Χερσῶνος ὡς ἐκ προσώπου τοῦ Χαγάνου ὄντα, καὶ Ζώϊλον, τὸν ἐκ σειρᾶς καὶ γένους ὄντα πρωτοπολίτην, καὶ ἑτέρους τεσσαράκοντα ἐμφανεῖς καὶ πρωτεύοντας τῆς Χερσῶνος συμφαμίλους δεσμίους πρὸς τὸν βασιλέα ἀπέστειλαν, ἑτέρους δὲ ἑπτὰ τῶν πρωτευόντων Χερσῶνος εἰς σούβλας ξυλίνας προσαρτήσαντες ἐπὶ πυρὸς ὤπτησαν, ἄλλους δὲ εἴκοσιν ἐξάγκωνα δήσαντες καὶ εἰς χελανδίου λώρους προσδήσαντες καὶ λίθοις τοῦτο γεμίσαντες εἰς βυθὸν κατεπόντισαν. τοῦ δὲ Ἰουστινιανοῦ ταῦτα μαθόντος καὶ ἐπὶ τῇ τῶν μειρακίων σωτηρίᾳ μανέντος, ἐκέλευσε σπουδαίως αὐτοὺς πρὸς αὐτὸν παραγενέσθαι. ἀποκινήσαντος δὲ τοῦ στόλου τῷ Ὀκτωβρίῳ μηνί, καὶ ἐν τῷ πελάγει φθασθέντος ἐν τῇ τοῦ ἄστρου ἐπιτολῇ τοῦ λεγομένου Ταυρουρᾶ, μικροῦ δεῖν ἅπας ὁ στόλος κατεποντίσθη· καὶ ἠριθμήθησαν οἱ ἐν τῷ ναυαγίῳ ἀποθανόντες χιλιάδες ογʹ. τοῦ δὲ Ἰουστινιανοῦ ταῦτα μαθόντος καὶ μὴ λυπηθέντος, μᾶλλον μὲν οὖν χαρᾶς πλησθέντος καὶ τῆς τοιαύτης μανίας ἀκμὴν ἐχομένου καὶ κραυγικῶς ἐπαπειλοῦντος, πάλιν ἕτερον ἐκπέμπειν στόλον καὶ ἀροτριᾷν ἅπαντας καὶ ἐξεδαφίζειν ἕως οὐροῦντα πρὸς τοῖχον, ἤκουσαν ταῦτα οἱ τῶν κάστρων ἐκείνων καὶ ἑαυτοὺς ἠσφαλίσαντο, καὶ ἀναγκασθέντες κατὰ τοῦ βασιλέως φρονῆσαι ἀπέστειλαν πρὸς τὸν Χαγάνον εἰς Χαζαρίαν αἰτούμενοι λαὸν πρὸς φυλακὴν αὐτῶν. ἐπὶ τούτοις οὖν διεγείρεται καὶ Ἡλίας ὁ σπαθάριος καὶ Βαρδάνης ὁ ἐξόριστος, τὸ τηνικαῦτα ἀνακληθεὶς ἀπὸ Κεφαληνίας καὶ σὺν τῷ στόλῳ εἰς Χερσῶνα ὤν. ὁ δὲ Ἰουστινιανὸς ταῦτα μαθὼν ἀπέστειλε μετ' ὀλίγων δρομώνων Γεώργιον τὸν πατρίκιον, τὸ ἐπίκλην Σύρον, καὶ γενικὸν λογοθέτην, καὶ Ἰωάννην τὸν ἔπαρχον, καὶ Χριστοφόρον, τουρμάρχην τῶν Θρᾳκησίων, μετὰ καὶ τριακοσίων ἐξωπλισμένων, 379 παραδεδωκὼς αὐτοῖς Τουδοῦνόν τε καὶ Ζώϊλον ὀφείλοντας ἀποκατασταθῆναι κατὰ τὸ πρότερον ἐν Χερσῶνι, δι' ἀποκρισιαρίου δὲ ἀπολογήσασθαι τῷ Χαγάνῳ, ἀγαγεῖν δὲ πρὸς αὐτὸν Ἡλίαν καὶ Βαρδάνην. τῶν δὲ περασάντων ἐν Χερσῶνι, οἱ τῆς πόλεως Χερσῶνος τούτοις περιλογὴν οὐκ ἐποίησαν. τῇ δὲ ἐπαύριον τούτους μόνους εἰσελθεῖν οἱ τῆς πόλεως προτρεψάμενοι τὰς πύλας ἀπέκλεισαν, καὶ τὸν μὲν γενικὸν λογοθέτην ἅμα τῷ ἐπάρχῳ ξίφει ἀνεῖλον, τὸν δὲ Τουδοῦνον ἅμα Ζωΐλῳ καὶ τῷ λεχθέντι τουρμάρχῃ σὺν τοῖς τριακοσίοις στρατιώταις τοῖς Χαζάροις παρέδωκαν καὶ πρὸς τὸν Χαγάνον ἀπέστειλαν. τοῦ δὲ Τουδούνου κατὰ τὴν ὁδὸν τεθνηκότος, οἱ Χάζαρεις εἰς δοχὴν αὐτοῦ ἀπέκτειναν τὸν τουρμάρχην σὺν τοῖς τριακοσίοις στρατιώταις. τότε οἱ Χερσῶνος καὶ τῶν λοιπῶν κάστρων τὸν μὲν Ἰουστινιανὸν ἀνέσκαψαν, τὸν δὲ ἐκεῖσε ἐξόριστον Βαρδάνην Φιλιππικὸν καὶ βασιλέα εὐφήμησαν. ταῦτα μαθὼν Ἰουστινιανὸς καὶ ἐπὶ πλέον ἐκμανεὶς τὰ μὲν τέκνα τοῦ σπαθαρίου Ἡλία εἰς τὸν τῆς μητρὸς ἀπέσφαξε κόλπον, ταύτην δὲ ἠνάγκασε τῷ οἰκείῳ αὐτῆς ζευχθῆναι μαγείρῳ Ἰνδῷ ὄντι· εἶθ' οὕτω τε πλώϊμον ἕτερον κατασκευάσας ἀποστέλλει Μαῦρον τὸν πατρίκιον, τὸν Βέσσον, παραδεδωκὼς αὐτῷ πρὸς καστρομαχίαν κριόν, μαγγανικά τε καὶ πᾶσαν ἑλέπολιν, ἐντειλάμενος αὐτῷ, τὰ μὲν τείχη Χερσῶνος ἐδαφίσαι καὶ πᾶσαν τὴν πόλιν, μηδεμίαν δὲ ψυχὴν ἐξ αὐτῆς ζωογονῆσαι, πυκνοτέρως δὲ δι' ἀναφορῶν τὰ αὐτῷ πεπραγμένα δηλοῦν. τούτου δὲ περάσαντος καὶ διὰ τοῦ κριοῦ τὸν λεγόμενον Κεντηναρήσιον πύργον καταβαλόντος, ἅμα δὲ καὶ τὸν πλησίον αὐτοῦ Σύαγρον καλούμενον, Χαζάρων δὲ καταλαβόντων, ἐγένετο ἀνοχὴ τοῦ πολέμου. Βαρδάνης δὲ ἐκφυγὼν πρὸς τὸν Χαγάνον ᾤχετο.