181
τιμωρίᾳ. ∆ιάκονος οὐκ εὐλογεῖ· οὐ δίδωσιν εὐλογίαν, λαμβάνει δὲ παρὰ ἐπισκόπου καὶ πρεσβυτέρου· οὐ βαπτίζει, οὐ προσφέρει· τοῦ δὲ ἐπισκόπου προσενεγκόντος ἢ τοῦ πρεσβυτέρου, αὐτὸς ἐπιδίδωσιν τῷ λαῷ, οὐχ ὡς ἱερεύς, ἀλλ' ὡς διακονούμενος ἱερεῦσιν. Τῶν τε ἄλλων κληρικῶν τὸ τοῦ διακόνου ἔργον ποιῆσαι οὐδενὶ ἐξόν. ∆ιακόνισσα οὐκ εὐλογεῖ, ἀλλ' οὐδέ τι ὧν ποιοῦσιν οἱ πρεσβύτεροι ἢ οἱ διάκονοι ἐπιτελεῖ, ἀλλ' ἢ τοῦ φυλάττειν τὰς θύρας καὶ ἐξυπηρετεῖσθαι τοῖς πρεσβυτέροις ἐν τῷ βαπτίζεσθαι τὰς γυναῖκας διὰ τὸ εὐπρεπές. ∆ιάκονος ἀφορίζει ὑποδιά κονον, ἀναγνώστην, ψάλτην, διακόνισσαν, ἐὰν ᾖ τι τοιοῦτον μὴ παρόντος πρεσβυτέρου Ὑποδιακόνῳ οὐκ ἔξεστιν ἀφορίσαι, οὔτε μὴν ἀναγνώστῃ οὔτε ψάλτῃ οὔτε διακονίσσῃ, οὐ κληρικόν, οὐ λαϊκόν· ὑπηρέται γάρ εἰσιν διακόνων. Περὶ δὲ ὕδατος καὶ ἐλαίου ἐγὼ Ματθαῖος διατάσ σομαι. Eὐλογείτω ὁ ἐπίσκοπος τὸ ὕδωρ ἤτοι τὸ ἔλαιον· ἐὰν δὲ μὴ παρῇ, εὐλογείτω ὁ πρεσβύτερος, παρεστῶτος τοῦ διακόνου· ἐπὰν δὲ ὁ ἐπίσκοπος παρῇ, παριστάσθω πρεσβύτερος καὶ διάκονος. Λεγέτω δὲ οὕτως· Κύριε Σαβαώθ, ὁ Θεὸς τῶν δυνάμεων, κτίστα τῶν ὑδάτων καὶ χορηγὲ τοῦ ἐλαίου, οἰκτίρμον καὶ φιλάνθρωπε, ὁ δοὺς τὸ ὕδωρ πρὸς πόσιν καὶ κάθαρσιν, καὶ ἔλαιον τοῦ ἱλαρῦναι πρόσωπον εἰς ἀγαλλίαμα εὐφροσύνης· αὐτὸς καὶ νῦν διὰ Χριστοῦ ἁγίασον τὸ ὕδωρ τοῦτο καὶ τὸ ἔλαιον ἐπ' ὀνόματι τοῦ προσκομίσαντος ἢ τῆς προσκομισάσης, καὶ δὸς δύναμιν ὑγείας ἐμποιητικήν, νόσων ἀπελαστικήν, δαιμόνων φυγα δευτικήν, οἴκου φυλακτικὴν, πάσης ἐπιβουλῆς διωκτικὴν διὰ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, δι' οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Ὁ αὐτὸς περὶ ἀπαρχῶν καὶ δεκατῶν. Ἔτι προστάσσω, πᾶσαν ἀπαρχὴν προσκομίζεσθαι τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς διακόνοις εἰς διατροφὴν αὐτῶν, πᾶσαν δὲ δεκάτην προσφέρεσθαι εἰς διατροφὴν τῶν λοιπῶν κληρικῶν καὶ τῶν παρθένων καὶ τῶν χηρῶν καὶ τῶν ἐν πενίᾳ ἐξεταζομένων· αἱ γὰρ ἀπαρχαὶ τῶν ἱερέων εἰσὶν καὶ τῶν αὐτοῖς ἐξυπηρετουμένων διακόνων. Ὁ αὐτὸς περὶ περισσευμάτων. Τὰς περισ σευούσας ἐν τοῖς μυστικοῖς εὐλογίας κατὰ γνώμην τοῦ ἐπισκόπου ἢ τῶν πρεσβυτέρων οἱ διάκονοι διανεμέτωσαν τῷ κλήρῳ, τῷ ἐπισκόπῳ μέρη τέσσαρα, πρεσβυτέρῳ μέρη τρία, διακόνῳ μέρη δύο, τοῖς δὲ ἄλλοις, ὑποδιακόνοις ἢ ἀναγνώσταις ἢ ψάλταις ἢ διακονίσσαις, μέρος ἕν. Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ, ἕκαστον