Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
Ἔστην, φησὶ, διὰ παντὸς ἡμέρας, καὶ δι' ὅλης νυ- κτός· καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος. Αὐτὸς ἄρα τίς; ὁ Πέρσης τε καὶ Ἐλαμίτης, ἤγουν ὁ τῆς στρατιᾶς ἡγούμενος, τοῦτ' ἔστιν, ὁ Κύρος. 9Καὶ ἀποκριθεὶς εἶπεν· Πέπτωκε Βαβυλὼν, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς, καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν.9 Τοῦ προφήτου λέγοντος· Ἰδοὺ αὐτὸς ἔρχεται 70.493 ἀναβάτης ξυνωρίδος, τίνα τρόπον τὰ τῆς ἐφόδου πραχθήσεται, καὶ οὐκ εἰς μακρὰν εὖ μάλα τεθεα- μένου, λοιπὸν ἀποκρίνεται Θεὸς καί φησιν· Πέπτωκε Βαβυλὼν, τοῦτ' ἔστιν, ἡ ἀλαζὼν, ἡ ὑβρίστρια, ἡ σφύρα πάσης τῆς γῆς, καθά φησιν Ἱερεμίας· ἡ πᾶσι τοῖς ἔθνεσι θηριοπρεπῶς ἐπεμβαίνουσα, ἡ γαῦρον αἴρουσα τὸν αὐχένα, χώρας τε καὶ πόλεις καταλειαίνουσα. Πέπτωκε, φησὶ, τοῦτ' ἔστιν, ἀπ- όλωλε παντελῶς· ᾤχετο καὶ πεπάτηται, καὶ κατεῤῥιμ- μένη παντελῶς, καὶ ὑπὸ πόδας τῶν ᾑρηκότων ὁρᾶται κειμένη λοιπόν. Συνετρίβη δὲ καὶ πάντα αὐτῆς τὰ ἀγάλματα καὶ τὰ χειροποίητα. Γῆ γὰρ τῶν γλυπτῶν ἐστι, καθά φησιν ἕτερος τῶν ἁγίων προφητῶν· ἐπεποίθει δὲ λίαν ἐπὶ τοῖς ψευδωνύμοις θεοῖς· καὶ ταῖς παρ' αὐτῶν ἐπικουρίαις σώζεσθαι προσδοκή- σασα, πεπάτηται σὺν αὐτοῖς, καὶ ὁμοῦ τοῖς ἰδίοις συνετρίβη σεβάσμασιν. 9Ἀκούσατε, οἱ καταλελειμμένοι, καὶ ὀδυνώμε- νοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου Σαβαὼθ, ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν.9 Ἀπεκομίσθη μὲν αἰχμάλωτος ὁ Ἰσραὴλ, καὶ δεδούλευκε τοῖς Βαβυλωνίοις, ἐφιέντος Θεοῦ διὰ πολλὴν ἁμαρτίαν καὶ ταῖς οὕτω μακραῖς αὐτὸν ἐναλῶναι συμφοραῖς. Ἀπομεμενήκασί γε μὴν ἔν τε Ἱεροσολύμοις, καὶ ἐν τῇ Ἰουδαίᾳ πολλοί· πλὴν διετέλουν στένοντές τε καὶ ὀδυνώμενοι, πεπορθημένης αὐτοῖς τῆς χώρας· κατεμπρησθέντος δὲ καὶ αὐτοῦ τοῦ ναοῦ, ἠρημωμένης δὲ κατὰ κράτος τῆς Ἱερου- σαλήμ. Φάρμακον τοίνυν ἐπικουρίας αὐτοῖς εἰς παράκλησιν ἐξυφαίνει χρησίμως ὁ προφήτης τὴν ὅρασιν, καί φησι πρὸς αὐτούς· Ἀκούσατε, οἱ κατα- λελειμμένοι καὶ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου Σαβαώθ. Ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγει-λεν ἡμῖν. Ἤδει γὰρ, ᾔδει τὴν Βαβυλωνίων συμφορὰν θυμηδείας αὐτοῖς ἐσομένην πρόξενον, καὶ τὰ κατὰ τῶν λελυπηκότων διηγήματα παρακλήσεως ἔσεσθαι τρόπον τοῖς οὕτω πεπορθημένοις.
{1ΤΟ ΟΡΑΜΑ ΤΗΣ Ι∆ΟΥΜΑΙΑΣ.}1 Καὶ τῆς προκειμένης ὁράσεως οἶμαι δὴ δεῖν προαφηγήσασθαι τὴν ὑπόθεσιν.
Συνεῖεν γὰρ ὧδέ τε καὶ οὐχ ἑτέρως οἱ ἐντευξόμενοι. ∆ύο τοίνυν γενέσθην υἱοὶ τῷ Ἰσαὰκ, Ἡσαῦ τε καὶ Ἰακώβ· καὶ ὁ μὲνἩσαῦ Ἐδὼμ ἐπεκλήθη, τοῦτ' ἔστι, γήϊνος· τοιοῦτος γὰρ ἦν ὁ βίος αὐτῷ, καὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ, καθὰ γέγραπται. Ἰακὼβ δὲ ἦν ἀνὴρ ἄπλαστος, οἰκῶν οἰκίαν· ἔφη γὰρ οὕτω περὶ αὐτοῦ τὸ Γράμμα τὸ ἱερόν· Καὶ γεγόνασι μὲν ἐξ Ἰακὼβ, ὃς μετωνόμασται καὶ Ἰσραὴλ, Ἰουδαῖοι·ἀπὸ δέ γε τοῦ Ἡσαῦ, ἤγουν τοῦ Ἐδὼμ, οἱ Ἰδουμαῖοι,ἤγουν οἱ Ἀγαρηνοὶ, εἰσὶ δὲ οὗτοι Σαρακηνοί. Οὐκ- οῦν ἀδελφοὶ καὶ ἀγχίσποροι τοῖς ἐκ Ἰσραὴλ γεγόνα- σιν οἱ Ἰδουμαῖοι· ἦσαν δὲ καὶ ἀλλήλοις ὅμοροί τε καὶ ἀγχιτέρμονες ἥ τε τῶν Ἰουδαίων καὶ ἡ τῶν Ἰδουμαίων χώρα. Ἀλλ' οὔτε τὸ συγγενὲς, οὔτε μὴν τὸ γειτνιᾷν ἀλλήλοις, ἐβράβευε τοῖς γένεσι τὴν ὁμοψυχίαν. ∆ιεφέροντο γὰρ καὶ τοῖς Ἑλλήνων ἔθεσί 70.496 τε καὶ νόμοις διαζῶντες Ἰδουμαῖοι, κατεληίζοντο συχνῶς τὴν τῶν Ἰουδαίων χώραν, καὶ πάντων αἴσχιστα δρᾷν εἰς αὐτοὺς ἀπετόλμων. Καὶ γοῦν ὅτε τῆς Αἰγυπτίων πλεονεξίας ἀποφορτισάμενοι τὸν ζυγὸν οἱ ἐξ Ἰσραὴλ, ἀνεφοίτων εἰς τὴν γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην, "6Ἀπέστειλε, φησὶν, ὁ Μω- σῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα Ἐδὼμ, λέγων· Τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· Σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς· καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους· καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν· καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν, καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου· καὶ νῦν ἐσμὲν