Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
νους τῷ ὑποποδίῳ; ἆρα καὶ χεῖρας καὶ ὀφθαλμούς; Μὴ τοῦτο ὑπολάβῃς. Σκευάζεται μὲν γὰρ ὁ ὑπ' αὐτῷ λόγος ὡς ἐκ τῶν καθ' ἡμᾶς καὶ ἐκ τῶν ἀνθρωπίνων πραγμάτων· νοεῖται δὲ τὰ ἐπ' αὐτῷ θεοπρεπῶς. Ἐπειδὴ τοίνυν ἔθος ἐστὶ τοῖς προσκυνοῦσι τοὺς ἐπὶ γῆς βασιλέας φιλεῖν τοὺς πόδας αὐτῶν, ἐκ τῆς παρὰ ἀνθρώποις συνηθείας ἐπὶ Θεοῦ τὸν λόγον ἀναφέρει λέγων ὁ Ψαλμωδός· "Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ."] [Ὅτι ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ. Οὐκοῦν τετίμηκεν ὡς τιμήσαντας, ἠγάπησεν ὡς γνησίους οἰκέτας, ὡς τῶν αὐτοῦ θεσπισμάτων γεγο νότας φύλακας. Οὐκοῦν οὐκ ἄμισθος ἡ ὑπακοὴ, μᾶλ λον δὲ τῆς ἀνωτάτω τιμῆς πρόξενος διὰ τὸ εὐπειθὲς καὶ εὐάγωγον.]
ΨΑΛΜΟΣ Θʹ.
[∆ουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ. Τουτέστι, μὴ στυγνοὶ, μὴ κατηφεῖς,
μηδὲ ὀκνηροὶ πρὸς ἀγαθουργίαν, πρόθυμοι δὲ μᾶλλον καὶ ἱλαροὶ καὶ 69.1260 τῇ ἐλπίδι χαίροντες· ἐλπίδι δὲ πάντως τῇ τοῖς ἀγίοις ηὐπρεπισμένῃ.] Εἰ δέ τις μὴ δουλεύοι αὐτῷ ἐν εὐφροσύνῃ, μὴ τολμάτω παριέναι ἐνώπιον αὐτοῦ, ἀνίπτοις ποσὶ πα ραβάλλων εἰς τὴν Ἐκκλησίαν αὐτοῦ.] Γνῶτε ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός. (cod. M f.176.) Οὗτός ἐστιν ὁ Χριστὸς, ὁ τῷ ἰδίῳ αἵματι πᾶσαν λυτρωσάμενος τὴν γῆν. Αὐτός ἐστιν ὁ καὶ τοῦ ἡμετέρου ποιήματος δημιουργός. Οὐ γὰρ αὐτομάτως συνέστημεν, ἀλλὰ τῶν χειρῶν αὐτοῦ ἔργον ἐσμέν. ∆ιὸ καὶ λαὸς αὐτοῦ, καὶ πρόβατα αὐτοῦ τυγχάνομεν. Εἴη δὲ λαὸς ὁ λογικωτέραν τάξιν ἐπέχων· πρόβατα δὲ οἱ μὴ τοσαύτην ἔχοντες διάκρισιν, μηδὲ πεῖραν τῶν θείων λογίων, κατὰ τό· "Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός."
ΨΑΛΜΟΣ Ρʹ. [Ψαλμὸς τῷ ∆αβίδ. Τῷ ∆αβὶδ ψαλμός. Τουτέστιν, ὕμνος καὶ δοξολογία τῷ ἐκ
σπέρματος ∆αβὶδ τῷ κατὰ σάρκα Χριστῷ. Ἀνέφυ γὰρ ἐξ Ἰεσσαὶ καὶ ∆αβὶδ τὸ τῆςεἰρήνης φυτὸν, τὸ θεῖόν τε καὶ εὐγενὲς καὶ ὑπερκό σμιον βλάστημα. Καὶ μετ' ὀλίγα· Εἰσκεκόμισται δὲ πρόσωπον ἀνδρὸς ἁγίου, πολιτείας ἡμῖν τῆς ἐξαιρέ του καταγράφον τοὺς τύπους, καὶ οὐχ ἵνα τοὺς παρά τινων τύπους ἁρπάσῃ, οὐδ' ἵνα δόξαν θηράσηται κενὴν (ἀλλότριον γὰρ τοῦτο ἁγίων), ἀλλ' ἵνα μᾶλλον ἡμᾶς ὠφελήσῃ διὰ τούτου, καὶ μάθωμεν τίνα τρόπον πο λιτεύεσθαι χρὴ τοὺς ἐθέλοντας ἀρέσκειν Θεῷ.] [Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Οἶδά σε, φησὶν, ἐλεήμονα καὶ δίκαιον ὄντα κριτὴν, καὶ ἐπ' αὐτοῖς δὴ τούτοις ὑμνήσω σε. Ἐλέησε γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ, ἐν Χριστῷ δικαιώσας τῇ πίστει, καὶ χαρισάμενος ἡμῖν τὴν ἄφεσιν τῶν ἀρ χαίων πλημμελημάτων, καὶ κρίσιν ἐφ' ἡμῖν δικαίαν ἐξενεγκών.] [Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ. "Ψαλῶ" σοι, φησὶν, ὦ ∆έσποτα, καὶ δοξολογήσω σε διηνεκῶς· "συνήσω δὲ καὶ ἐν ὀδῷ ἀμώμῳ." Τουτ έστι, μετὰ συνέσεως καὶ σοφίας βαδιοῦμαι τὴν ὀρθὴν καὶ ἀδιάστροφον καὶ ἀμώμητον ὁδόν. Χρὴ γὰρ ἡμᾶς εἶναι συνετωτάτους τοὺς ἐθέλοντας εὐαρεστεῖν τῷ Θεῷ, καὶ σοφίας μεμεστωμένην ἔχειν τὴν καρ δίαν· σοφίας δὲ οὐ τῆς ἐπιγείου καὶ κοσμικῆς, ἐκεί νης δὲ μᾶλλον ἣν χαρίζεται Χριστός. Ἐν αὐτῷ γὰρ "πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι·" καὶ αὐτὸς σοφοῖ τυφλοὺς, καὶ συνέσεως ἀπάσης ἐστὶ χορηγός.] [Καὶ τί δὴ τοῦτό ἐστιν; Ἕως μὲν γάρ ἐσμεν ἐν ῥύποις καὶ ἁμαρτίαις, οὐκ ἔχομεν ἑαυτοῖς κατοι κοῦντα Χριστόν· ὅταν δὲ τοὺς τῆς ἁμαρτίας ἀπονιψώ μεθα ῥύπους, καὶ καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελέσωμεν δὲ καὶ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ, τότε γὰρ παρ' ἡμῖν 69.1261 γίνεται, καὶ ἐν ἡμῖν αὐλίζεται, καὶ οἶκός ἐσμεν αὐτοῦ].