1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

181

καὶ Ἰωάννῃ μετὰ τὴν ἀνάληψιν τῶν λοιπῶν ἀποστόλων ἡγεῖσθαι προσέταξεν ὁ κύριος, ὡς ἂν μὴ ἐπιδικάζοιν το δόξης· οἳ καὶ πρῶτον Ἱεροσολύμων εἵλαντο τὸν αὐτὸν Ἰάκωβον, ὥς φησι Κλήμης ἐν ἕκτῳ τῶν Ὑποτυπώσεων· ὁ δ' αὐτὸς καὶ ἐν ζʹ συνῳδά φησιν ὧδε· Ἰακώβῳ τῷ δικαίῳ καὶ Ἰωάννῃ καὶ Πέτρῳ μετὰ τὴν ἀνάστασιν παρ έδωκε τὴν γνῶσιν ὁ κύριος. οὗτοι τοῖς λοιποῖς παρέδωκαν, οἱ δὲ λοιποὶ ἀπόστολοι τοῖς οʹ, ὧν εἷς ἦν πρῶτος ἐπίσκοπος Ἰάκωβος ὁ ἀδελφόθεος τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας.

398 ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛ∆ Τῆς θείας σαρκώσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ

Χριστοῦ ἔτη λδʹ Κατὰ τὰς αὐτὰς ἡμέρας οἱ μαθηταὶ ἐπηρώτων τὸν κύριον ἐν τῷ ὄρει τῶν ἐλαιῶν· εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Τῷ αὐτῷ ἔτει Ἰάκωβος ὁ ἀδελφόθεος πρῶτος ἐπίσκοπος Ἱεροσολύμων ὑπὸ τῶν ἀποστόλων καθίσταται. ∆ύο ἦσαν Ἰάκωβοι, ὅ τε ἀδελφόθεος υἱὸς ὢν τοῦ Ἰωσὴφ ὁ λεγόμενος δίκαιος, περὶ οὗ καὶ Παῦλός φησιν· «ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου», ὃς κατὰ τοῦ πτερυγίου βληθεὶς ὑπὸ Ἰουδαίων ξύλῳ πληγεὶς γναφικῷ τελειοῦται, καὶ ἕτερος ὁ ἐκτμηθεὶς τὴν κεφαλὴν ἀδελφὸς Ἰωάννου τοῦ θεολόγου. Πρῶτος εἰς ἀποστολὴν Ματθίας εἷς τῶν οʹ μαθητῶν τοῦ κυρίου κλη ροῦται δι' εὐχῆς καὶ ἐπιθέσεως χειρῶν τῶν μακαρίων ἀποστόλων ἀντὶ Ἰούδα τοῦ προδότου. Ἑπτὰ τὸν ἀριθμόν, δοκεῖ μοι, πρὸς ὑπηρεσίαν τῶν ἀδελφῶν ὑπὸ τῶν ἀποστόλων κατεστάθησαν. ὧν πρῶτος ἦν Στέφανος ὁ πρωτομάρτυς ὁ μετὰ τὸν σωτῆρα παρὰ τῶν κυριοκτόνων λιθοβοληθεὶς καὶ τὸν φερώνυ μον ἀξίως ὑπενεγκάμενος στέφανον ὑπὲρ αὐτοῦ. Ἰουδαίων γʹ ἀλλόφυλος Ἡρώδης υἱὸς Ἡρώδου ἔτη κδʹ. Τῷ αὐτῷ ἔτει Πιλᾶτος μετὰ τὴν στάσιν Ἰουδαίων διὰ τὰς Καίσαρος εἰκόνας τὸν λεγόμενον κορβωνᾶν ἤτοι ἱερὸν θησαυρὸν εἰς ὑδάτων κατ αγωγὴν ἐδαπάνησε, καὶ αὖθις στασιάζειν ἠνάγκαζεν. Ὁ δ' αὐτὸς Πιλᾶτος Τιβερίῳ τὰ κατὰ τὸν σωτῆρα ἀναγαγὼν καὶ τοῦ Χριστιανῶν δόγματος ἐκίνησεν εἰς ἔρωτα πίστεως, Τιβέριός τε πρὸς τὴν σύγκλητον ἐκοινολογήσατο περὶ τῆς εἰς Χριστὸν πίστεως. τῆς δὲ μὴ 399 πειθομένης, ἀλλὰ μωρίαν ἡγουμένης τὸ κήρυγμα τοῦ σταυροῦ, ὁ αὐτὸς θάνατον ἐψηφίσατο κατὰ τῶν διωκτῶν τῶν Χριστιανῶν, ὡς Τερτυλλιανὸς ἱστορεῖ. Σηιανὸς ἔπαρχος Τιβερίου Καίσαρος περὶ τελείας ἀπωλείας τοῦ ἔθνους τῶν Ἰουδαίων πολλὰ συνεβούλευσε τῷ Καίσαρι, ὡς Φίλων Ἰουδαῖος ἐξ Ἀλεξανδρείας διάγων ἱστορεῖ ἐν τῇ δευτέρᾳ τῆς περὶ αὐτῶν πρε σβείας. Γάιος ἑαυτὸν ἀποθεοῖ. ὁ αὐτὸς τὴν γυναῖκα Μεμμίου Ῥηγούλου λαβὼν πατέρα ταύτης τὸν ἴδιον ἄνδρα Μέμμιον λέγειν εἶναι ἠνάγκασεν. Ἐν Ἱερουσαλὴμ ἐπὶ Ἡρώδου τοῦ τετράρχου κατὰ τῶν ἀποστόλων καὶ τῆς ὅλης ἐκκλησίας ἐπιβουλή.

ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΕ Τῆς θείας σαρκώσεως ἔτη λεʹ Πέτρος καὶ Ἰωάννης εἰς τὸ

ἱερὸν ἀνιόντες τὸν ἐκ γενετῆς χωλὸν ἐθερά πευσαν. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΣ Τῆς θείας σαρκώσεως ἔτη λςʹ Τὰ κατὰ τὸν Ἀνανίαν καὶ

Σαπφείραν ἐν Ἱερουσαλὴμ πραχθέντα Πέτρῳ. Θωμᾶς Θαδδαῖον εἰς Ἔδεσαν καὶ Ἰούδας κατὰ θεῖον χρησμὸν ἐξέπεμψαν εὐαγγελίσασθαι. ὃς τόν τε Αὔγαρον ἰασάμενος ἐν λόγῳ κυρίου, καθὼς καὶ προέγραψεν αὐτῷ ὁ σωτὴρ πέμψας καὶ τὸν ἅγιον αὐτοῦ χαρακτῆρα, λέγων ὅτι «μετὰ τὸ ἀναληφθῆναί με ἀποστέλλω σοὶ τινὰς τῶν μαθητῶν 400 μου, ἵνα ἰάσωνταί σου τὸ πάθος καὶ ζωήν σοι καὶ τοῖς σοῖς παράσχωσι», καὶ τοὺς αὐτόθι πάντας ἐφώτισε λόγοις καὶ ἔργοις· ὃν ἡ πόλις ἅπασα μέχρι νῦν εὐσεβεῖ τὸν αὐτὸν ἀχειροποίητον δεσποτικὸν σέβουσα χαρακτῆρα.