181
εἶεν παραστήσασθαι, προτεταλαιπωρηκυῖαι τοῦ χειμῶνος καὶ πολλῶν ἀναπεπλησμέναι κακῶν ἐκ τοῦ πολέμου. πιγκέρνης μὲν οὖν κατὰ τὰ προστεταγμένα ὑπὸ βασιλέως ἅμα στρατιᾷ εἰς Ἀκαρνανίαν διαχειμάσας, τάς τε οὔσας ὑπηκόους βασιλεῖ πόλεις διεφύλαξε καὶ τὰς ἀποστάσας ἐκάκου. ἅμα δὲ ἦρι καὶ ὁ βασιλεὺς πανστρατιᾷ ἐπὶ Ἀκαρνανίαν ἦλθε. καὶ τοὺς μὲν τῶν ἄλλων πόλεων δήμους καὶ τοὺς δυνατοὺς τῆς εἰς αὐτὸν εὐνοίας ἕνεκα ἠμείβετο πολλαῖς εὐεργεσίαις, τὴν στρατιὰν δὲ διελόμενος τριχῇ, τὰς ἀποστάσας πόλεις συντονώτατα ἐπολιόρκει. Θωμόκαστρον μὲν οὖν, ἔνθα καὶ Νικηφόρος διῆγεν ὁ δοὺξ, διέφερε ῥᾳδίως τὴν πολιορκίαν, ἅτε ἐξ ἠπείρου τῶν Ῥωμαίων μόνον πολιορκούντων· κατὰ γὰρ τὴν θάλατταν ὅσων ἐδεῖτο εἰσῆγέ τε καὶ ἐξῆγε, δύναμιν μὴ ἔχοντος βασιλέως ναυτικήν. Ἄρτα δὲ καὶ Ῥωγὼ οὖσαι ἠπειρώτιδες, πολλὴν ὑπέμενον τὴν ἔνδειαν ἐκ τῆς πολιορκίας, οὐδὲν πλέον δυνάμενοι ἐπεισάγειν πλὴν τῶν ἐπὶ τοῦ χειμῶνος πρὶν βασιλέα ἀφικέσθαι παρεσκευασμένων, 1.512 καὶ φλαύρως εἶχον σίτου τε καὶ τῶν ἄλλων ἐπιτηδείων ἀπορίᾳ. καίπερ δὲ οὕτω πρὸς τὴν πολιορκίαν ἀνεπιτηδείως παρεσκευασμένοι, οὐδὲν μᾶλλον ὑφεῖσαν τῆς πικρίας, οὐδὲ ἠνείχοντο ἄχρι λόγων τὸ ὑπείκειν αὖθις βασιλεῖ· ἀλλὰ πάντα μᾶλλον ᾤοντο ὑπομενετέον εἶναι καὶ τῶν πρὸς τροφὴν ἀθεμίτων ἅπτεσθαι, ἢ παραδιδόναι βασιλεῖ τὰς πόλεις. βασιλεὺς δὲ Ἄρταν ἐπολιόρκει αὐτὸς παρών· καὶ τειχομαχίας τε ἐποιεῖτο καρτερὰς καὶ συνεχεῖς καὶ μηχανήματα πάντα, ἐξ ὧν ᾤετο παραστήσεσθαι, προσῆγεν. Ἀρταῖοι δὲ πρωτοστράτορα μὲν τοῦ δεσμωτηρίου ἐκλαβόντες, ἐξέπεμψαν ὡς βασιλέα, εἴτε μή τι νεωτερισθείη παρ' αὐτοῦ τινων δείσαντες συστάντων πρὸς αὐτὸν, εἴτε τι διανοηθέντες ἕτερον· αὐτοὶ δὲ ἀπὸ τῶν τειχῶν ἠμύνοντο καρτερῶς καὶ ἀπράκτους ἀπεδείκνυον πάσας μηχανὰς καὶ τειχομαχίας. τριβομένου δὲ τοῦ χρόνου κατὰ τὴν πολιορκίαν, ἀπὸ γὰρ ἦρος μάλιστα ἀρχῆς ἄχρι ἐκβολῆς τοῦ θέρους ἐπολιορκοῦντο, ἔγνω δεῖν ὁ βασιλεὺς Καβασίλᾳ εἰς Ῥωγὼ ἀπελθὼν δι' ἑαυτοῦ διαλεχθῆναι, νομίζων πείσειν ὑπενδοῦναι τῆς φιλονεικίας καὶ τὴν πόλιν παραδοῦναι ἀμαχεί. ὁ δὲ τοσοῦτον ἐδέησε τοῦ πείθεσθαι αὐτῷ ὥστε καὶ ἠπείλησεν, ὡς εἰ συμβαίη καθ' ἡντιναοῦν αἰτίαν βασιλέα ἐγκρατῆ Ῥωγοῦς γενέσθαι, κατακρημνίσειν ἑαυτὸν ἀπὸ τοῦ πύργου, ἵνα μὴ ζῶν ἁλοὺς, ἀναγκασθῇ δουλεύειν αὖθις βασιλεῖ. τοσοῦτον ἀπεχθείας αὐτῷ καὶ μήνιδος περιῆν. 1.513 λεʹ. Ὁ μέγας δὲ δομέστικος μεμνημένος ὡς Καβασίλας οὑτοσὶ, ὅτε πρῶτον Ἀκαρνανίαν προσεποιήσατο αὑτῷ ὁ βασιλεὺς, πολλὰ αὐτοῦ πολλάκις ἐδεήθη τοῖς φίλοις συναριθμηθῆναι αὐτοῦ καὶ τοῖς οἰκείοις, καὶ πολλῆς ἀπέλαυσε προνοίας τῆς αὐτοῦ πεισθέντος πρὸς τὴν αἴτησιν, ἐλπίσας τέ τι ἐκ τῆς πρὸς αὐτὸν ἀνύσειν Καβασίλα φιλίας, τῶν οἰκείων ὀλίγους παραλαβὼν, ἦλθεν εἰς Ῥωγώ. Καβασίλας δ' ἐπεὶ ἀπὸ τοῦ τείχους ἑώρα προσιόντα, πέμψας ἐδεῖτο, μὴ ἐγγὺς τειχῶν γενέσθαι. ἢ γὰρ ἀνάγκη συντυγχάνειν παρὰ γνώμην, πεπεικέναι γὰρ ἑαυτὸν καθάπαξ ἀφίστασθαι Ῥωμαίων, ἢ ἀπωθεῖσθαι· ὃ καὶ αὐτὸ παντὸς ἐπαχθέστερον κακοῦ, καὶ οὐχ ἥκιστα παντὸς ἀνιαρώτερον. ὁ μέγας δὲ δομέστικος οὐδὲν ἔφασκε τοὺς λόγους εἶναι πρὸς αὐτόν. αὐτὸς γὰρ ἐπαγγειλάμενος Καβασίλᾳ εἶναι φίλος, τὰ προσήκοντα φίλοις μὴ κατοκνεῖν ποιεῖν. ἂν δ' αὐτὸς διωθῆται προσιόντα, τῇ σφετέρᾳ δόξῃ λυμανεῖσθαι, ἀγνώμονα περὶ τοὺς φίλους καὶ τὴν γνώμην εὐμετάβολον ἀποδεικνύντα ἑαυτὸν, καὶ ταῦτα πρότερον αὐτὸν δεηθέντα καὶ πείσαντα τοῖς φίλοις τοῖς ἐμοῖς καταγραφῆναι. Καβασίλας δὲ καὶ αὐτὸς διϊσχυρίζετο, μήτε βούλεσθαι, μήτε δύνασθαι τὴν πρὸς αὐτὸν φιλίαν ἀπειπεῖν, καὶ δεινὰ πάσχειν καὶ τῇ πρὸς αὐτὸν φιλίᾳ τυραννεῖσθαι, οὐ μετρίως ἀνιώμενον, ὅτι μὴ δι' ἑαυτοῦ αὐτὸς, ἀλλὰ δι' 1.514 ἑτέρων τὸν παρόντα χρόνον ὁμιλεῖ. δεδοικέναι δὲ μὴ οὐχ οἷός τε ᾖ κρατεῖν ἑαυτοῦ, συγγενόμενος ἐκείνῳ, ἀλλὰ ταὐτὸν τοῖς μαινομένοις πάθῃ, οἳ ἥδονται κατακόπτοντες ἑαυτοὺς, ἀγνοοῦντες ὅ,τι πάσχουσι διὰ τὴν νόσον. «τούτου μὲν οὖν ἕνεκα» ὁ μέγας δομέστικος εἶπεν «ἐπαινῶ, ὅτι φιλίας ἥττησαι τοσοῦτον, ἧς ἥδεται