181
ἐγίνετο, ̓Ιουδαίοις δὲ κατὰ ̔Ρωμαίων ἐνέδρα τις μεμηχάνητο. οἱ γὰρ τολμηρότεροι τῶν στασιαστῶν προελθόντες τῆς πόλεως, ὡς ἐκβεβλημένοι δῆθεν ὑπὸ τῶν τὰ εἰρηνικὰ φρονούντων, περὶ τὸ τεῖχος ησαν εἰλούμενοι· αλλοι δὲ στάντες ἐπὶ τοῦ τείχους, ὡς ἐκ τοῦ δήμου τυγχάνοντες, εἰρήνην ἐβόων καὶ δεξιὰν ᾐτοῦντο, καλοῦντες τοὺς ̔Ρωμαίους ὡς τὰς πύλας ἀνοίξοντες. τοῖς μὲν ουν στρατιώταις οὐδὲν ὑπωπτεύετο, καὶ ἐχώρουν ἐπὶ τὸ εργον, Τίτῳ δὲ δι' ὑποψίας ην τῆς ἐπικλήσεως τὸ παράλογον. πρὸ μιᾶς γὰρ ἡμέρας διὰ τοῦ ̓Ιωσήπου ἐπὶ συμβάσεις αὐτοὺς προκαλούμενος, οὐδὲν φρονοῦντας ευρισκε μέτριον. μένειν ουν κατὰ χώραν τοὺς στρατιώτας ἐκέλευε. φθασάντων δέ τινων πρὸς τὰς πύλας δραμεῖν, τὸ μὲν πρῶτον οἱ ἐκβεβλῆσθαι δοκοῦντες ὑπέφευγον, ὡς δὲ μεταξὺ τῶν τῆς πόλεως ἐγένοντο πύργων, ἐξέθεον καὶ ἐκύκλουν αὐτούς. καὶ οἱ ἐπὶ τοῦ τείχους βέλη κατ' αὐτῶν ἠφίεσαν καὶ λίθους ἠκόντιζον καὶ ἀνεῖλον συχνοὺς καὶ πλείους κατέτρωσαν. καὶ οἱ μὲν ̓Ιουδαῖοι ἐσκίρτων τοὺς θυρεοὺς ἀνασείοντες, τοῖς δὲ στρατιώταις ὁ Τίτος ἠπείλει καὶ οἱ ταξίαρχοι. Ηδη δὲ τοῦ πρὸ τῶν τειχῶν χώρου ἐξισωθέντος, ἐκεῖ μεταθεῖναι βουλόμενος τὸ στρατόπεδον, τὸ καρτερώτατον τῆς δυνάμεως ἀντιπαρεξέτεινε τῷ τείχει, καὶ ουτω πεφραγμένων ̓Ιουδαίοις τῶν ἐκδρομῶν, ἐστρατοπεδεύσαντο οἱ ̔Ρωμαῖοι ἐκεῖ. τρισὶ δὲ τείχεσιν ἡ πόλις περιεβέβλητο· οπου δ' ἡ φύσις τοῦ τόπου ταύτην ὠχύρου, ἑνὶ περιβόλῳ διέζωστο. ουτω δ' ἐχούσης τῆς πόλεως απορος ἐδόκει τῷ Τίτῳ ἡ προσβολή. τέως δ' ουν εδοξε κατὰ τὸ ̓Ιωάννου τοῦ 2.55 ἀρχιερέως μνημεῖον προσβάλλειν. καὶ τοῖς τάγμασι δῃοῦν τὰ πρὸ τῆς πόλεως ἐγκελεύεται, συμφορεῖν τε τὴν υλην, ιν' ἐγείροιεν χώματα. καὶ οἱ μὲν εἰς εργον ηγον τὸ κέλευσμα, τῶν δὲ χωμάτων ἐγηγερμένων προσάγειν τοὺς κριοὺς ὁ Τίτος προσέταττε καὶ τύπτειν τὸ τεῖχος. Ηδη τῶν κριῶν ἠργμένων τριχόθεν, ἐξαισίου τε κτύπου τὴν πόλιν περιηχήσαντος, κραυγὴ παρὰ τῶν ενδον ηρθη, καὶ οἱ στασιασταὶ δείσαντες ὡμονόησαν, κοινὴν τὴν αμυναν πρὸς τοὺς πολεμίους ποιεῖσθαι συνθέμενοι. τῶν γε μὴν κριῶν τυπτόντων οὐχ ὑπεδίδου τὸ τεῖχος πληττόμενον, γωνία δέ τις μόνον ἑνὸς τῶν πύργων παρακεκίνητο, τὸ δὲ τεῖχος ἀκέραιον ην. ̓Ιουδαῖοι δὲ τοὺς ̔Ρωμαίους ἐσκεδασμένους παρατηρήσαντες κατὰ τὸ στρατόπεδον, ἐκθέουσι πάντες, πῦρ ταῖς μηχαναῖς ἐπιφέροντες. δεινὴ δὲ περὶ τὰς ἑλεπόλεις μάχη συνέπεσε, τῶν μὲν ὑποπιμπρᾶν, τῶν δὲ κωλύειν βιαζομένων· ̓Ιουδαῖοι δὲ ὑπερεῖχον ἐξ ἀπονοίας. καὶ τὸ πῦρ τῶν ἑλεπόλεων ηπτετο, καὶ εἰ μὴ ὁ Τίτος σὺν τοῖς ἱππεῦσιν ἐπεβοήθησε, καὶ κατεφλέγησαν αν. νῦν δὲ τῶν προμάχων τῶν ̓Ιουδαίων πεσόντων ὡς δώδεκα, οἱ λοιποὶ ἐνέκλιναν καὶ συνηλάθησαν εἰς τὴν πόλιν. ζωγρηθεὶς δὲ τῶν ̓Ιουδαίων εις πρὸ τοῦ τείχους ἀνεσταυρώθη, εἰ πρὸς τὴν οψιν οἱ λοιποὶ καταπλαγέντες ἐνδοῖεν. πύργους δὲ πεντήκοντα πήχεων εκαστον ἐκ ξύλων τοῦ Τίτου κατασκευάσαντος καὶ τοῖς χώμασιν αὐτοὺς ἐπιστήσαντος οὐκέτι ἐκώλυον ̓Ιουδαῖοι τὰς ἐμβολὰς τῶν κριῶν, ἐκ τῶν πύργων βαλλόμενοι καὶ κακούμενοι. ηδη δὲ τῷ Νίκωνι τοῦ τείχους ἐνδιδόντος, αὐτοὶ γὰρ ̓Ιουδαῖοι τὴν μεγίστην ἑλέπολιν τῶν ̔Ρωμαίων ουτως ἐκάλεσαν, μαλακισθέντες ἀνεχώρουν οἱ πολλοί. καὶ 2.56 τῶν ̔Ρωμαίων ἐπιβάντων αὐτοῦ, πάντες εἰς τὸ δεύτερον ἀναφεύγουσι τεῖχος. Καὶ ουτως οἱ ̔Ρωμαῖοι τοῦ πρώτου τείχους ἐν πεντεκαίδεκα ἡμέραις ἐκράτησαν. ἐντεῦθεν αὐτοῖς κατὰ τοῦ δευτέρου τείχους ἐγένοντο προσβολαί. καὶ προσάγεται ἡ ἑλέπολις· σαλευομένου δὲ τοῦ πύργου καθ' ου τὰς ἐμβολὰς ἐποιεῖτο, οἱ μὲν αλλοι πεφεύγασι, Κάστωρ δέ τις ἀνὴρ γόης μεθ' ἑτέρων δέκα προτείνων τὰς χεῖρας ὡς ἱκετεύων ἐκάλει τὸν Τίτον. ὁ δὲ πιστεύσας ἐπέχει τὴν ἐμβολὴν τοῦ κριοῦ. καὶ ὁ Κάστωρ καταβῆναι βούλεσθαι ἐπὶ δεξιᾷ ελεγε, καὶ τῶν σὺν αὐτῷ δέκα οἱ μὲν τὴν ἱκεσίαν συνυπεκρίνοντο, οἱ δ' οὐκ αν ποτε δουλεύσειν ̔Ρωμαίοις ἐβόων. τριβομένης δ' ἐν τούτοις τῆς ωρας, ὁ Κάστωρ ἐδήλου τῷ Σίμωνι περὶ τῶν ἐπειγόντων βουλεύεσθαι, ὡς ἐμπαίζοντος ̔Ρωμαίοις αὐτοῦ καὶ τὸ σφῶν ἐπέχοντος ορμημα. τέλος δὲ γνωσθεὶς ἀπάτῃ τὸν καιρὸν