181
ερος, τοῦ ερου, τὸν ερον, αἰολικῶς· καὶ ἐν συνθέσει ἐξ ερον. -ἐξ ερον εντο. ̓Εξ ἀκαλαῤῥείταο. ἐκ τοῦ ἡσύχως ῥέοντος διὰ τὸ βαθύ. ἐξ ἀκαλαῤῥείταο βαθυῤῥόου ̓Ωκεανοῖο. ̓Εξελευθέρουσ. τοὺς ἰδίᾳ ὑπό τινων ἀφεθέντας. ἐλευθέρους δὲ, τοὺς ὑπὸ κοινοῦ τῆς πόλεως. ̓Εξήνιοι. οἱ ἀνυπότακτοι. οἱ εξω τῶν ἡνίων καὶ τῶν χαλινῶν. ̓Εξηγηταί. οἱ τοὺς νόμους τοῖς ἀγνοοῦσιν ὑποδεικνύοντες καὶ οἱ διδάσκοντες περὶ τοῦ ἀδικήματος, ου εκαστος γράφεται. ̓Εξιτήριοι λόγοι. εὐχαὶ ἐφόδιοι, η τελευταῖαι. η ἀποδημητικοὶ λόγοι. η ἀποχαιρετισματικοί. παρὰ τὸ ιημι. ̓Εξισωτήσ. ἐπόπτης, ἀναγραφεύς. epsilon.757 ̓Εξ ὀνύχων. ητοι ἐξ ἁπαλῶν, ἐκ βρέφους. ̓Εξ οὐρανοῦ δείματα. κεραυνοὶ, σημεῖα, ἀστραπαί. ̓Εξ ὀφθαλμῶν οὐ λέγουσιν, οὐδ' ἐκ προσώπου. Φρύνιχος· ἐγὼ δέ· μισεῖ γάρ μ' αμειμι ἐξ ὀμμάτων. Εξοινοσ. ὁ μεθύων. ὁ δὲ εξοινος ων καὶ ἡμικραίπαλος. ̓Εξ ου. οὐ σημαίνει τὴν υλην, ὡς τοῖς εξωθεν δοκεῖ· ἀλλὰ συνηθεστέρα γραφὴ ἐπὶ τῆς ἀνωτάτω αἰτίας τὴν φωνὴν ταύτην παραλαμβάνει. ὡς τὸ ἐπὶ τοῦ· εις θεὸς, ἐξ ου τὰ πάντα. κέχρηται δὲ πολλάκις καὶ ἐπὶ τῆς υλης τῇ λέξει ὁ τῆς ἀληθείας λόγος, ὡς οταν λέγῃ· ἐκ ξύλων ἀσήπτων· καὶ ὁ πρῶτος ανθρωπος ἐκ γῆς χοϊκός. ̓Εξοστρακισμόσ. ἐξορισμός. φυγὴ δεκαέτης. πῆγμα δὲ γίνεται ἐν τῇ ἀγορᾷ εἰσόδους εχον, δι' ων εἰσιὼν πολίτης εκαστος ψηφίζεται οστρακον τιθεὶς ὑπογεγραμμένον. τοῦτο δὲ ὑπὸ ἑξακισχιλίων γενόμενον φυγὴ δεκαέτης ψηφίζεται τοῦ κρινομένου. ̔Εξέτει. ἑξαέτει. ἀττικῶς. οιδ' ἑξέτει σοι τραυλίσαντι πειθόμενος. ̓Εξετασμόσ. ἡ κρίσις. epsilon.758 ̓Εξωκέλησ. τὸ λῃστρικὸν πλοῖον. η αστρωτος ιππος. ̓Εξώλησ. ὁ ἀσελγὴς, ὁ ἀπολλύμενος. ὁ κίναιδος. τὸ αὐτὸ καὶ προώλης καὶ πανώλης. ̓Εξώστησ. ὁ ἀποδιώκτης η ὁ τραχὺς ανεμος. Εξ. ὁ ἀριθμός. διὰ τὸ εξωθεν ειναι τῶν πέντε. ̓Εξ υπνου. ἐκ ῥαθυμίας. καὶ ὁ ̓Απόστολος· οτι ωρα ἡμᾶς ηδη ἐξ υπνου ἐγερθῆναι. ἐγγὺς, φησὶ, τὸ τέλος· καὶ δεῖ ἐπεγείρεσθαι ἡμᾶς εἰς τὸν καιρόν. (Θηλυκόν.) ̓Εξ ἀπήνησ. ἐκ τῆς ἁμάξης. ἐξαπίνης δὲ ἀντὶ τοῦ ἐξαίφνης, ι. ̓Εξαπάτη. ονειρος. * ̓Εξακεύμενον. τὸ θεραπεῦον καὶ ἰώμενον.* ̓Εξ ἀγορᾶς ει. ̓Αριστοφάνης ἀντὶ τοῦ ἀγοραῖος καὶ θρασύς. ̓Εξάρσεισ. ἐπάρσεις. ὁ δὲ θρασύτερον προεκθέων, ἐξάρσεις τε τῶν ποδῶν ποιούμενος, βέλει τρωθεὶς, ἀπέλιπε τὸν βίον. ̓Εξατωρεία. ἐλευθερία ἀπὸ στρατείας. ̓Εξαγόρευσισ. ἡ ἐξομολόγησις. ̓Εξ ἀνίκμου. ἀπὸ στείρας. ̓Εξάρτυσισ. ἡ παρασκευή. πυθόμενος γὰρ τὴν ἐξάρτυσιν τοῦ στόλου τῶν ̓Ιώνων. epsilon.759 ̓Εξ αὐτῆσ. παραυτίκα· εὐθέως. ἐξ αὐτῆς οἱ προειρημένοι βιβλιαφόρον επεμπον πρὸς τὸν Περσέα διασαφοῦντα τὸ γεγονός. Ἐξαιρέσεως δίκη. ὁπόταν τις αγοι μέν τινα ὡς δοῦλον, αλλος δέ τις αὐτὸν ὡς ἐλεύθερον ἐξαιροῖτο. ̓Εξαιρετέα. ἀξία τοῦ καταστραφῆναι. ἡ Καρχηδὼν πολλοῖς ̔Ρωμαίοις ἐξαιρετέα ἐδόκει ειναι. ̓Εξ ἐφόδου. ἐξ ἐπιδρομῆς. ̓Εξ εὐνῆφι. ἐκ τῆς κοίτης. ̓Εξέτασις καὶ ἐξετασμόσ. ἡ κρίσις. ̓Εξεγγύησισ. τὸ ἐκτελέσαι τινὰ διὰ τῆς τῶν ἐγγυητῶν καταστάσεως. ουτως ∆ημοσθένης. Εξεδρον. παρηλλαγμένην. εξεδρον χρόαν εχων. καὶ Σοφοκλῆς· οὐκ εντοπος, ἀλλ' εξεδρος ἀνήρ. ̓Εξ ἐπιπολῆσ. οὐκ εἰς βάθος, ἀλλ' εἰς οψιν. ̓Εξεσία. ἡ πρεσβεία. ἐξαισία δὲ, ἡ δικαία, δίφθογγον. ̓Εξ ἐφημερίασ. ἐκ συνεχοῦς λειτουργίας. ἐφημερία δὲ κυρίως τὸ παρεβδομαρεύειν. ̓Εξ εὐθείασ. ἐκ τοῦ παραυτίκα. ἐπιστολὴ δὲ ἐξ εὐθείας πρὸς αὐτὸν ἐπιθεῖναι ἐνάρκησα. * ̓Εξῃρημένοσ. ὑπερκείμενος.* ̓Εξηγορία. ἐπαγγελία. epsilon.760 ̓Εξηλιθιότησ. ἐπίτασις μωρίας. Εξισ. δυσμετακίνητος τρόπος ητοι διάθεσις βεβαία καὶ εμμονος, καθ' ην εὐλόγως η κακῶς διακείμεθα. η ποιότης εμμονος. εξις ἐστὶ ποιότης ἐπίκτητος ἐκ μαθήσεως καὶ μελέτης καὶ εθους προσγινομένη. Εξισ ἐστὶ ποιότης τὶς δυσκίνητος καὶ δυσμετάβλητος· ἡ δὲ διάθεσις, ἡ ἀντιδιαστελλομένη τῇ εξει, εὐμετάβλητος καὶ εὐμετακίνητος. Εξισ ἐστὶν ἡ κατὰ φύσιν ἑκάστου ἐνέργεια καὶ ὁλοκληρία, οιον· ἐπὶ μὲν ψυχῆς σωφροσύνη, ἐπὶ δὲ σώματος τὸ ἐντελὲς τῶν μελῶν, καὶ ἀνάλογον, καὶ ἡ ὑγεία. ἡ δὲ τούτων αὐτῶν ἀταξία καὶ διαμάρτησις. εξις τοίνυν λέγεται ἡ καθ' ενα μὲν τρόπον ἐνέργεια τοῦ