1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

181

διὰ πάσης ὁμοίως ἡλικίας χωρῶν, καὶ πάντα ἐφεξῆς τὰ σύνθετα διαλύων, οὐ ξενισθήσομαι τῷ συμβάντι; οὐκ ἀνατραπήσομαι τὸν νοῦν ὡς ὑπὸ πληγὰς ἀπροσδοκήτους καταῤῥαχθείς; πάλαι προπεπαιδευμένος ὅτι θνητὸς ὢν, θνητὸν εἶχον τὸν παῖδα, καὶ ὅτι οὐδὲν τῶν ἀνθρωπίνων βέβαιον, οὐδὲ εἰς τὸ παντελὲς παραμένειν τοῖς κτησαμένοις πέφυκεν. Ἀλλὰ καὶ πόλεις μεγάλαι, 96.37 καὶ ἐπιφανεῖς τῇ τε τῶν κατασκευασμάτων λαμπρότητι, καὶ τῇ δυνάμει τῶν ἐνοικούντων, καὶ τῇ λοιπῇ κατὰ τὴν χώραν καὶ τὴν ἀγορὰν εὐθηνίᾳ διαπρέπουσαι ἐν ἐρειπίοις νῦν μόνοις τῆς παλαιᾶς σεμνότητος τὰ σύμβολα φέρουσι. Καὶ πλοῖον πολλάκις ἐκ θαλάττης διασωθὲν, καὶ μυριάκις μὲν ταχυναυτῆσαν, μυρίον δὲ φόρτον τοῖς ἐμπορευομένοις διακομίσαν, μιᾷ προσβολῇ πνεύματος ἠφανίσθη· στρατόπεδα δὲ κρατήσαντα μάχης πολλάκις τῶν ἐναντίων, περιτραπείσης αὐτοῖς τῆς εὐημερίας, ἐλεεινὸν θέαμα καὶ διήγημα γέγονεν. Ἔθνη δὲ ὅλα καὶ νῆσοι ἐπὶ μέγα δυνάμεως προελθοῦσαι, καὶ πολλὰ μὲν κατὰ γῆν, πολλὰ δὲ κατὰ θάλατταν ἐγείρασαι τρόπαια, πολὺν δὲ πλοῦτον ἐκ λαφύρων ἀθροίσασαι, καὶ χρόνῳ καταναλώθησαν, καὶ αἰχμάλωτοι γενόμενοι, δουλείας τῆς ἐλευθερίας ἠλλάξαντο. Καὶ ὅλως ὅπερ ἂν εἴπῃς, τῶν μεγίστων καὶ ἀφορήτων κακῶν ἤδη προλαβὼν ὁ βίος ἔχει τὰ ὑποδείγματα. Ὅρα εἰς τὴν πρὸς Θεσσαλονικεῖς Ἐπιστολὴν πῶς γράφει περὶ τῶν κεκοιμημένων· καὶ οὐκ εἶπε, περὶ τῶν ἀποθανόντων· Ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Τὸ κατακόπτεσθαι τοίνυν ἐπὶ τοῖς ἀπελθοῦσι, τῶν οὐκ ἐχόντων ἐστὶν ἐλπίδα. Ψυχὴ γὰρ περὶ ἀναστάσεως οὐδὲν ἐπισταμένη, ἀλλὰ τὸν θάνατον τοῦτον ἀθάνατον εἶναι νομίζουσα, εἰκότως περὶ ἀπολωλεκότων κόπτεται καὶ θρηνεῖ, καὶ ἀφορήτως πενθεῖ. Σὺ δὲ ὁ προσδοκῶν ἀνάστασιν, τίνος χάριν ὀδύρῃ; Τῶν μὴ ἐχόντων ἐλπίδα ἐστὶν τὸ ὀδύρεσθαι. Ἀκούσατε τῶν γυναικῶν ὅσαι φιλόθρηνοι, ὅσαι πρὸς τὰ πάθη ἀφορήτως φέρεσθε. ὅτι τὰ τῶν ἐθνικῶν πράττετε. Εἰ δὲ τὸ ἀλγεῖν ἐπὶ τοῖς ἀπελθοῦσιν ἐθνικὸν, τὸ κατακόπτεσθαι καὶ καταξαίνειν τὰς παρειὰς, τίνων ἆρά ἐστιν, εἰπέ μοι; Τίνος ἕνεκεν θρηνεῖς; εἰ πιστεύεις ὅτι ἀναστήσεται, οὐκ ἀπόλωλεν. Ὅταν οὖν παῖδα ἀποβάλῃς ἐν ἀώρῳ ἡλικίᾳ, οὐδὲν οὐδέπω πρᾶξαι δυνάμενον, τίνος ἕνεκεν θρηνεῖς; τί ἐπιζητεῖς; Ἐλπίδας, φησὶ, χρηστὰς ἀνέφαινεν, καὶ προσεδόκων ὅτι μου προστήσεται. ∆ιὰ τοῦτο ζητῶ μου τὸν ἄνδρα, διὰ τοῦτο τὸν υἱόν· καὶ διὰ τοῦτο κόπτομαι καὶ θρηνῶ, οὐκ ἀπιστοῦσα τῇ ἀναστάσει, ἀλλ' ἔρημος βοηθείας γενομένη, καὶ προστάτην ἀπολωλεκυῖα, τὸν σύνοικον, τὸν ἐν πᾶσι κοινωνοῦντα, τὸν παρηγοροῦντα· ταῦτα πενθῶ. Οἶδα ὅτι ἀναστήσεται, ἀλλ' οὐ φέρω τὸν μεταξὺ χωρισμόν. Πολὺς τῶν πραγμάτων ὁ ὄχλος ἐπιῤῥεῖ· πᾶσι πρόκειμαι τοῖς βουλομένοις ἀδικεῖν. Ταῦτα οὐκ ἀφίησί με τὴν χηρείαν φέρειν πράως. ∆ιὰ ταῦτα κόπτομαι, διὰ ταῦτα θρηνῶ. Εἰ ταῦτα πενθεῖς, τί δευτέροις ὁμιλεῖς γάμοις; Μὴ φίλει τὸν ἄνδρα τοῦ Θεοῦ πλέον, καὶ οὐκ αἰσθήσῃ χηρείας ποτέ. ∆ιὰ τί; ὅτι προστάτην ἔχεις τὸν μᾶλλον φιλοῦντα ἀθάνατον. Αὐτὸν τίς σοι ἔδωκεν, ὦ γύναι; οὐχὶ αὐτός; σὲ δὲ τίς ἐποίησεν; οὐχὶ αὐτός; πόσης ταῦτα ὀργῆς τὰ 96.40 ῥήματα; Τί τοιοῦτον ἔσχες παρὰ τοῦ ἀνδρός; εἰ γάρ τι καὶ εὐεργέτησεν, ἀλλ' εὐπαθῶν. Ἐπὶ δὲ Θεοῦ οὐδὲν τοιοῦτον ἂν ἔχοις λέγειν. Οὐ γὰρ εὐπαθῶν παρ' ἡμῶν ὁ Θεὸς, οὕτως ἡμᾶς εὐεργετεῖ, ἀλλ' ἀνενδεὴς ὢν, ἐξ ἀγαθότητος μόνης εὐποιεῖ τὸ τῶν ἀνθρώπων γένος. Βασιλείας σοι ἐπηγγείλατο, ζωὴν ἀθάνατον, δόξαν, υἱοθεσίαν ἔδωκεν, συγκληρονόμον τοῦ Μονογενοῦς ἐποίησεν. Σὺ δὲ τὸν ἄνδρα πενθεῖς; τί τοιοῦτον ἐκεῖνος ἐχαρίσατο; Τὸν ἥλιον αὐτοῦ ἀνέτειλεν· τὸν ὑετὸν ἔδωκεν· ταῖς ἐτησίοις τροφαῖς τρέφει. Οὐαὶ ἡμῖν ἐκ τῆς πολλῆς ἀχαριστίας. ∆ιὰ τοῦτο λαμβάνει τὸν ἄνδρα, ἵνα αὐτὸν μὴ ζητῇς· δέον εὐχαριστεῖν, δέον πάντα ἐπ' αὐτὸν ἐπιῤῥίπτειν. Τί γάρ ἐστιν ὧν παρὰ τοῦ ἀνδρὸς ἔτυχες; ὠδῖνες, καὶ πόνοι, καὶ ὕβρεις, καὶ λοιδορίαι, καὶ ἐπιτιμήσεις πολλάκις καὶ ἀγανακτήσεις. Οὐ ταῦτα παρὰ τῶν ἀνδρῶν; Ἀλλ' ἔστι, φησὶ, καὶ ἕτερα χρηστά. Ποῖα δὴ ταῦτα; ἐκαλλώπισέ σε ἱματίοις πολυτελέσι· χρυσία