181
δεσποτείαν. Τοῦτο γὰρ δηλοῖ τὸ ἐν σχοινίῳ κληροδοσίας. Τὴν γὰρ οἰκείαν εἰώθασι γῆν οἱ κεκτημένοι μετρεῖν· τοὺς δὲ κλή ρους καὶ τὰς διανεμήσεις ἀκριβέστερον διδάσκει τοῦ Ἰησοῦ τοῦ Ναυῆ ἡ συγγραφή. νεʹ. "Καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ." Κατὰ [φυλὰς] γὰρ τὴν γῆν διενείμαντο· οὕτω τὴν μετὰ τὴν ἔρημον αὐτῶν ἀπιστίαν διδάξας, διηγεῖται τὰς ἐν τῇ γῇ τῆς ἐπαγγελίας παρανομίας. νʹ. "Καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον, καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο." Μετὰ τοσαύτας καὶ τηλικαύτας εὐεργεσίας ἐπέμει ναν παρανομοῦντες, καὶ τὰς θείας παραβαίνοντες ἐντολάς. νζʹ. "Καὶ ἀπέστρεψαν, καὶ ἠθέτησαν καθὼς καὶ οἱ πατέρες αὐτῶν." Τὴν τῶν πατέρων ἐμιμή σαντο μοχθηρίαν, καὶ τὴν ἐκείνων θεασάμενοι τιμω ρίαν, οὐδὲν ἐντεῦθεν ἀπώναντο. "Μετεστρά φησαν εἰς τόξον στρεβλόν." Τόξον, κατὰ μὲν τέχνην κατεσκευασμένον, κατὰ σκοποῦ πέμπει τὰ ἀφιέμενα βέλη· διαστροφὴν δέ τινα δεξάμενον, τὰ πεμπόμενα βέλη κατευθύνειν οὐ δύναται. Κἀκεῖνοι τοίνυν τῆς διανοίας τὴν εὐθύτητα διαφθείραντες, οὔτε ταῖς θείαις εὐεργεσίαις εἰς δέον ἐχρῶντο, καὶ βλάβης ἀφορμὰς τὰς τῆς ὠφελείας ἀπέφαινον ἀφορμάς. νηʹ. "Καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐ τῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν." Παρὰ τοῦ Θεοῦ τῶν ὅλων δεχόμενοι τὰ ἀγαθὰ, τοῖς ἀψύχοις εἰδώλοις ἐδούλευον. νθʹ. "Ἤκουσεν ὁ Θεὸς, καὶ ὑπερεῖδε." ∆εομέ νους, φησὶ, τῆς οἰκείας οὐκ ἠξίου προνοίας. Ταῦτα δὲ σαφέστερον ἡ τῶν Κριτῶν ἱστορία διδάσκει. Παρέ δωκε γὰρ αὐτοὺς, ποτὲ μὲν Ἀμμανίταις, ποτὲ δὲ Μωαβίταις, ἄλλοτε δὲ Μαδιηναίοις, καὶ ἀλλοφύλοις· ποινὴν αὐτοὺς τῆς ἀσεβείας εἰσπραττόμενος. "Καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ." Τὸν γὰρ πολυθρύλλητον ἐκεῖνον λαὸν, τὸν παραδόξως τῆς Αἰγυπτίων δουλείας ἀπαλλαγέντα, ὃν ἡ θάλασσα εἶδε καὶ ἔφυγε, καὶ ὁ Ἰορδάνης ἀνεχώρησεν εἰς τὰ ὀπίσω, τοῦτον οἱ ὅμοροι ῥᾳδίως κατηγωνίζοντο. 80.1500 ξʹ. "Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, σκήνωμα ὃ κατεσκήνωσεν ἐν ἀνθρώποις." Ταῦτα δὲ λοιπὸν ἡ ἀρχὴ τῶν Βασιλειῶν διδάσκει, Ἡλεὶ μεμνημένη τοῦ ἀρχιερέως, καὶ τῆς τῶν ἐκείνου παίδων παρα νομίας. ξαʹ. "Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν· καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρας ἐχθρῶν." Ἰσχὺν αὐτῶν καὶ καλλονὴν τὴν κιβωτὸν λέγει· ταύτην δὲ Ὀφνὶ καὶ Φινεὲς εἰς ἐπικουρίαν τῶν ὁμοφύλων ἐξαγαγόντες, τῆς οἰκείας παρανομίας ἔτισαν δίκας· τὴν δὲ κιβωτὸν οἱ ἀλλόφυλοι λαβόντες ἀνέθεσαν οἷόν τι ἀκροθίνιον τῷ ∆αγών· εἴδωλον δὲ τοῦτο ἦν, ὑπ' ἐκείνων θεραπευόμενον. ξβʹ. "Καὶ συνέκλεισεν εἰς ῥομφαίαν τὸν λαὸν αὑτοῦ, καὶ τὴν κληρονομίαν αὑτοῦ ὑπερεῖδε." Παρέδωκε γὰρ αὐτοὺς ταῖς τῶν πολεμίων χερσὶ, διὰ τὴν τῆς παρανομίας ὑπερβολήν. Κληρονομίαν δὲ αὐτοὺς ὠνόμασεν, ὡς κηδεμονίας ὅτι μάλιστα πλεί στης παρ' αὐτοῦ τετυχηκότας ἀεί. Οὕτω δὲ αὐτοὺς καὶ ὁ μέγας προσηγόρευσε Μωσῆς. "Ἐγενήθη γὰρ, φησὶ, μερὶς Κυρίου, λαὸς αὐτοῦ Ἰακὼβ, σχοί νισμα κληρονομίας αὐτοῦ Ἰσραήλ." Εἶτα καταλέγει τῆς τιμωρίας τὰ εἴδη. ξγʹ, ξδʹ. "Τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ· καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν. Οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσον, καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυσθήσονται." Τοὺς μὲν γὰρ πυρὶ παρέδωκε· τῶν δὲ ὁ συνήθης οὐκ ἐγένετο θρῆνος, ἑκάστου περὶ τὰ οἰκεῖα ἠσχολημένου κακά. Ὀφνὶ δὲ καὶ Φινεὲς οἱ ἱερεῖς, αὐτὴν ἐπιφερόμενοι τὴν κιβωτὸν, ἐδέξαντο τὴν σφαγὴν, δι' αὐτῶν διδασκόμενοι τῶν πραγμάτων, μὴ θαῤῥεῖν παρανομίᾳ συζῶντας τῇ θείᾳ κηδε μονίᾳ. ξεʹ. "Ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος." Ἀλλ' ὅμως ταύταις αὐτοὺς ταῖς τιμωρίαις ὑποβαλὼν, καὶ τοὺς τούτων ἐδίδαξε πολεμίους τὰς τῶν γεγενη μένων αἰτίας. "Ὡς δυνατὸς, καὶ κεκραιπαληκὼς ἐξ οἴνου. [ξʹ.] Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτῶν εἰς τὰ ὀπίσω ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς." Οἷον γάρ τινα ὕπνον τὴν μακροθυμίαν ἀποσεισάμενος, τοῖς ἀλλοφύλοις ἐπήνεγκε τὴν πληγὴν, δι' ἣν ἐπ ονείδιστοι παρὰ πᾶσιν ἐγένοντο. Λέγει δὲ τῆς ἕδρας τὸ πάθος, ὅπερ ἡ ἱστορία διδάσκει. Τοῦτο δὲ καὶ ἡ