181
τῶν ποινῶν πρὸς Κύριον ἐξεδήμησαν, ἀθλητικὸν στέφανον ἀράμενοι. Τί τὰ τῆς βλασφημίας; κωμῳδεῖται ἡ σεπτὴ καὶ φρικτὴ εἰκὼν Χριστοῦ ὡς βδέλυγμα ἐρημώσεως, ὡς εἴδωλον πλάνης· οὕτως πᾶσα ἄλλη δεσποινική, ἁγιωτική. ἄρτι, φησί, καθαρὰ καὶ ἀμώμητος πίστις, ἄρτι, φησί, Κύριος ἐλάλησεν εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ' αὐτόν. ὡς ἤδη ἀρθείσης τῆς εἰρήνης, ἀφ' οὗ Χριστὸς ἔφη, εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν μέχρι τοῦ δεῦρο, καὶ ἐρρυπωμένης οὔσης τῆς ἐκκλησίας αὐτοῦ, ἣν ὁ ἱερὸς Παῦλος βοᾷ μὴ ἔχειν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ' εἶναι ἁγίαν καὶ ἄμωμον, οἱ μὲν τέλεον περὶ τὴν πίστιν ἐναυάγησαν, οἱ δέ, εἰ καὶ τοῖς λογισμοῖς οὐ κατεποντίσθησαν, ὅμως τῇ κοινωνίᾳ τῆς αἱρέσεως συνόλλυνται. ἀλλὰ γὰρ καὶ αὐτοὶ οἱ κατὰ νοῦν ὀρθοδοξοῦντες τῇ ἐπιμονῇ τοῦ διωγμοῦ ἰλιγγιῶσι περὶ τὴν ἀλήθειαν, ὥσπερ οἱ ὑπὸ τρικυμιῶν θαλάσσης ἀπειρίᾳ πλεύσεως σκοτούμενοι. ἐλεεινὰ τὰ πάντα ἡμῖν καὶ ὀδυρμῶν ἄξια. παραστέλλονται ψαλμῳδίαι ἀρχαιοπαράδοτοι, ἐν αἷς περὶ εἰκόνων ᾄδεταί τι, ἀντᾴδεται τὰ νέα δόγματα, ἀσεβῆ εἰς προῦπτον κείμενα, ἄλλα τοῖς παισὶ πρὸς τῶν διδασκάλων παραδιδόμενα· καὶ μεταστοιχείωσις τῶν πάντων ἀθεωτάτη. ἐγενόμεθα κυρίως εἰπεῖν ὡς Σόδομα καὶ Γόμορρα κατὰ τὰς ἁμαρτίας ἡμῶν καὶ ἡ καταιγὶς τῆς αἱρέσεως κορυφουμένη κορυφοῦται ὁσημέραι, καὶ ὁ διαναστήσων Χριστὸν τὸν θεὸν ἡμῶν ἐπιτιμῆσαι τῇ πονηρᾷ ταύτῃ θαλάσσῃ οὐχ εὕρηται. Ἀλλὰ γενοῦ ἡμῖν εἷς τῶν δώδεκα ἀποστόλων, ὦ μακαριώτατε, διύπνισον τὸν ἀκοίμητον ὀφθαλμόν, οἰκονομικῶς καθεύδοντα, ὅτι ἀπολλύμεθα τέλεον. εἴ πως καὶ ἄλλως ἐστί τι φάρμακον βοηθείας, ἰατρεῦσαι τοὺς ἠσθενηκότας ὡς ἐπιστήμων ἐπείχθητι. ναί, δεόμεθα, ἁγιώτατε, ἀντιβολοῦμεν, παρακαλοῦμεν· σοῦ ἐσμεν μέλη, ἐπεὶ οἱ πάντες πιστοὶ σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. ἐπίτρεψον καὶ τοῖς ἄλλοις ἁγίοις πατράσιν ἡμῶν χεῖρα πρεσβευτικὴν ὀρέξαι, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς ἔλεος εἴη παρὰ θεοῦ. τούτου δὴ χάριν τὸ γράμμα, καὶ ὁ γραμματηφόρος πρὸς πάντων τῇ προθέσει ἀπεσταλμένος, εἰ καὶ παρ' ἡμῶν μόνων τῶν ἐλαχίστων, ἀναπληρούντων τὸ ἐκείνων πρόσωπον. ἵνα δὲ γνοίη ἐκ μέρους ἡ κορυφαιότης σου οἷα τὰ τῶν ἀθέων δόγματα, συναπέστειλα τοῖς γράμμασι ταῦτα ἐν τετραδίοις, ἃ καὶ ἔδοξα ὁ ἀμαθὴς ἀνατρέπειν, προτραπεὶς ὑφ' ἑτέρων. αἰτῶ δὲ παρὰ τῆς σῆς θεοσοφίας ἐπισκεφθῆναι καὶ τὸ ἐλλιπὲς ἀνορθωθῆναι, συγγνώμην τε τῶν ἐπωφλημένων δέξασθαί με, οὐ μὴν ἀλλὰ καὶ τὸν σύνδουλον ἡμῶν ἀδελφὸν συγκροτηθῆναι πρός τε διάδοσιν τῶν ἐν οἷς ἐπεστείλαμεν ἑτέρων ἁγίων προσώπων ἐπιστολῶν καὶ δή, θεοῦ θέλοντος, εἰς ἐπιστροφὴν παλινοδίας αὐτοῦ τῶν ἐνταῦθα. 277 {1Εἰς τὴν λαύραν τοῦ Ἁγίου Σάβα}1 Τῷ θεοτιμήτῳ, ἠγαπημένῳ καὶ πνευματικῷ μου πατρί, κυρίῳ καθηγεμόνι τῆς περιβοήτου λαύρας τοῦ παμμάκαρος ἁγίου πατρὸς ἡμῶν Σάβα, καὶ τοῖς ὑπ' αὐτῇ ὁσίοις μου πατράσι Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου. Χαρά μοι μεγάλη καὶ δόξης περιβολὴ τῷ ἀναξίῳ, ὅτιπερ ἠξίωμαι εὐτελές μου γραμματεῖον ἀποστεῖλαι ἐν τόπῳ ἁγίῳ, ἐν σκηναῖς ὁσίων τῆς ὑμετέρας περιποθήτου πατρότητος. ἐπειδὴ γὰρ τῇ τοῦ σώματος παρουσίᾳ οὐχ οἷόν τε ἦν παραγενέσθαι με πρὸς τὰ ἴχνη ὑμῶν καὶ ἰδεῖν τὸ ἅγιον τέμενος, τὴν ἱερὰν περιοχὴν ὑμῶν, ἣν ἐγὼ ὁ ταπεινὸς ὡς πόλιν θεοῦ δι' αἰδοῦς ἔχων εἰμί, εὐδόκησεν ὁ ἀγαθὸς θεὸς διὰ τῆς τοῦ γράμματος ἐπισκοπῆς τὸ καταθύμιόν μου πληρῶσαι τοῦ ἁμαρτωλοῦ. καὶ δὴ ὡς παρὼν πρὸ τῶν ποδῶν ὑμῶν καὶ περιπτύσσομαι ὑμᾶς τῷ ἁγίῳ πόθῳ καὶ προσκυνῶ τὸ θεῖον ἔδαφος, ἐν ᾧ τὸ ἐκλεκτὸν σκεῦος τοῦ θεοῦ τεταμίευται, τὸ φῶς τῶν μοναζόντων, ὁ λαμπτὴρ τῆς οἰκουμένης, ὁ τοῦ νοητοῦ Φαραὼ καταποντιστὴς καὶ τοῦ ἁγίου ἔθνους καθηγητής, ὁ τῆς ἁγίας γῆς ἐγκρατὴς καὶ τῶν θείων μονῶν κληροδότης. συνασπάζομαι καὶ τὰς λοιπὰς σεβασμίας θήκας, ἐφ' αἷς τὰ ἱερὰ σώματα τῶν ὁσίων, οἷς ὁ πλοῦτος τῶν ἀρετῶν ἐν νυκτὶ τοῦ τῇδε βίου ἄστροις