1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

181

ἀπράκτου δὲ τοῦ στόλου γεγονότος καὶ πρὸς τὸν βασιλέα ὑποστρέψαι μὴ τολμῶντος, τὸν μὲν Ἰουστινιανὸν ἀνέσκαψαν, τὸν δὲ Βαρδάνην ὡς βασιλέα καὶ αὐτοὶ εὐφήμησαν. ᾐτήσαντο δὲ τὸν Χαγάνον δοθῆναι αὐτοῖς τὸν Φιλιππικόν. τοῦ δὲ Χαγάνου λόγον αὐτοὺς ἀπαιτήσαντος τοῦ μὴ προδοθῆ380 ναι αὐτὸν ὑπ' αὐτῶν καὶ τοῦ κομίσασθαι αὐτὸν κατὰ ἄνδρα ἀνὰ νομίσματος ἑνός, οἱ δὲ παραχρῆμα ταῦτα δόντες παρέλαβον τὸν Φιλιππικὸν βασιλέα. ἐν δὲ τῷ χρονίζειν τὸν στόλον, ἀναφορᾶς τε μὴ ἐλθούσης, ἐστοχάσατο Ἰουστινιανὸς τὴν αἰτίαν, καὶ ἐπάρας σὺν αὐτῷ τοὺς τοῦ Ὀψικίου καὶ μέρος Θρᾳκησίων ἀνῆλθεν ἕως Σινώπης πρὸς τὸ διαγνῶναι τὰ ἐν Χερσῶνι. ἐν δὲ τῷ σκοπεύειν αὐτὸν τὰ περατικὰ μέρη ὁρᾷ τὸν στόλον ἐπὶ τὴν πόλιν ἀρμενίζοντα καὶ βρύξας ὡς λέων καὶ αὐτὸς ἐπὶ τὴν πόλιν ὥρμησεν. τοῦ δὲ Φιλιππικοῦ προλαβόντος καὶ τὴν πόλιν κρατήσαντος, αὐτὸς ἐπὶ τὸν ∆αματρῦν ἐλθὼν ἐν αὐτῷ σὺν τοῖς αὐτοῦ ἠπλήκευσεν. ὁ δὲ Φιλιππικὸς ἀποστέλλει εὐθέως κατὰ μὲν τοῦ Τιβερίου Μαῦρον τὸν πατρίκιον σὺν Ἰωάννῃ σπαθαρίῳ, τὸ ἐπίκλην Στρούθῳ, τὸν δὲ Ἡλίαν ὁμοίως μετὰ κούρσου κατὰ Ἰουστινιανοῦ εἰς τὸν ∆αματρῦν, καὶ ἕτερον πάλιν κατὰ τοῦ Βαρισβακουρίου φυγῇ χρησαμένου. καὶ ὁ μὲν Μαῦρος ἅμα τοῦ ῥηθέντος Στρούθου ἐν Βλαχέρναις πορευθεὶς εὗρε τὸν Τιβέριον κρατοῦντα τῇ μιᾷ χειρὶ τὸ κιονάκιον τῆς ἁγίας τραπέζης τοῦ θυσιαστηρίου τῆς θεομήτορος, καὶ τῇ ἑτέρᾳ τὰ τίμια ξύλα καὶ ἐν τῷ τραχήλῳ φυλακτά, ἔξωθεν δὲ τοῦ βήματος παρακαθεζομένην Ἀναστασίαν, τὴν τοῦ πατρὸς αὐτοῦ μητέρα. ἥ τις τοῖς ποσὶ τοῦ Μαύρου κυλινδουμένη ᾐτεῖτο μὴ ἀποκτανθῆναι τὸν αὐτῆς ἔγγονα Τιβέριον, ὡς μηδὲν ἄτοπον πράξαντα. αὐτῆς δὲ τοὺς πόδας τούτου κατεχούσης καὶ μετὰ δακρύων ἱκετευούσης, εἰσελθὼν ὁ Στροῦθος ἔνδον τοῦ βήματος βίᾳ ἀφήρπασεν αὐτόν· καὶ τὰ μὲν τίμια ξύλα ἐξ αὐτοῦ ἄρας ἐπάνω τῆς τραπέζης ἐπέθηκεν, τὰ δὲ φυλακτὰ εἰς τὸν ἴδιον προσήρτησε τράχηλον. καὶ λαβόντες τὸν παῖδα ἐπὶ τῷ ἄνω τῶν Καλλινίκης παραπορτίῳ καὶ τοῦτον ἐκδύσαντες καὶ ἐπὶ τῆς φλιᾶς ἁπλώσαντες δίκην προβάτου αὐτὸν ἐλαρυγγοτόμησαν, καὶ τοῦτον ἐν τῷ ναῷ τῶν ἁγίων ἀναργύρων, τῷ λεγομένῳ Παυλίνης, ταφῆναι προσέταξαν. χειρωθεὶς δὲ καὶ Βαρισβακούριος, ὁ πρωτοπατρίκιος καὶ κόμης τοῦ Ὀψικίου, καὶ αὐτὸς ἀνῃρέθη. ὁ δὲ Ἡλίας ἅμα τῷ συνόντι αὐτῷ λαῷ ἀνελθὼν ἐν τῷ ∆αματρῦ καὶ εἰς λόγους μετὰ τοῦ ἐκεῖσε ὄντος στρατοῦ ἐλθὼν λόγον τε ἀπαθείας τῷ συνόντι τῷ Ἰουστινιανῷ λαῷ δεδωκώς, διῃρέθησαν ἅπαντες καὶ ἀπέδρασαν 381 ἐκ τοῦ Ἰουστινιανοῦ, μόνον αὐτὸν καταλιπόντες καὶ τῷ μέρει τοῦ Φιλιππικοῦ προσρυέντες. τότε ὁ προλεχθεὶς Ἡλίας σπαθάριος θυμῷ ἐπιδραμὼν καὶ τὸν τούτου τράχηλον δραξάμενος τῷ παραμηρίῳ, ᾧ ἦν διεζωσμένος, ἀπέτεμε τὴν αὐτοῦ κάραν καὶ διὰ Ῥωμανοῦ σπαθαρίου πρὸς Φιλιππικὸν ἀπέστειλεν· ὁ δὲ Φιλιππικὸς διὰ τοῦ αὐτοῦ σπαθαρίου ταύτην ἐπὶ τὰ δυτικὰ μέρη ἕως Ῥώμης ἐξέπεμψεν. πρὸ δὲ τοῦ βασιλεῦσαι αὐτὸν ἐν τῇ μονῇ τῶν Καλλιστράτου ἔγκλειστος ἦν προορατικὸς καὶ αἱρετικός, ὅστις ἀνελθόντι τῷ Φιλιππικῷ εἶπεν αὐτῷ, ὅτι "βασιλεία σοι κεῖται." ὁ δὲ ἐταράχθη, καὶ λέγει ὁ ἔγκλειστος· "εἰ ὁ θεὸς κελεύει, σὺ τί ἀντιλέγεις; τοῦτο δὲ λέγω σοι, ὅτι ἡ ἕκτη σύνοδος κακῶς ἐγένετο· ἐὰν οὖν βασιλεύσῃς, ταύτην ῥίψον, καὶ γενέσθαι σοι ἔχει ἡ βασιλεία κραταιὰ καὶ πολυχρόνιος." ὁ δὲ συνέθετο αὐτῷ μεθ' ὅρκου τοῦτο ποιεῖν. τοῦ δὲ Λεοντίου διαδεξαμένου τὸν Ἰουστινιανόν, ἀνέρχεται Φιλιππικὸς πρὸς τὸν ἔγκλειστον. ὁ δὲ λέγει αὐτῷ· "μὴ σπουδάσῃς, γενέσθαι ἔχει." βασιλεύσαντος δὲ καὶ Ἀψιμάρου, πάλιν ἀνῆλθε πρὸς αὐτόν, καὶ πάλιν εἶπεν αὐτῷ, ὅτι "μὴ σπουδάσῃς, ἐκεῖνο περιμένει σε." θαρρήσαντος δὲ Φιλιππικοῦ τινι τῶν φίλων αὐτοῦ, ἐμήνυσε τῷ Ἀψιμάρῳ. ὁ δὲ δείρας καὶ κουρεύσας αὐτὸν καὶ σιδηρώσας ἐξώρισεν εἰς Κεφαληνίαν. βασιλεύσαντος δὲ Ἰουστινιανοῦ, πάλιν ἀνεκαλέσατο αὐτόν. καὶ βασιλεύσας ἐποίησε ψευδοσύνοδον ἐπισκόπων κατὰ τὸν λόγον τοῦ ψευδαββᾶ καὶ ἐγκλείστου καὶ ἔρριψε