ἐνεποίησεν, οἱ δὲ ἀπατηθέντες δεύτερον οὐδὲν ἔτι πρόθυμον ἔσχον, κολουσθέντες τε αὖθις τὸ μάτην θαρσῆσαι, καὶ ἐκ τῆς δι' ὀλίγου 434 μεταβολῆς σφων ἐς τὴν τοῦ χείρονος δόκησιν οὐδ' ὕστερόν ποτε αὐτὸν φθαρήσεσθαι ἐλπίσαντες. 94. Ὅτι συγχαιρόντων τινῶν τῷ Πύρρῳ τῆς νίκης, τὴν μὲν δόξαν τοῦ ἔργου ἐδέχετο, εἰ δὲ δὴ καὶ αὖθίς ποτε ὁμοίως κρατήσειεν, ἀπολεῖσθαι ἔφη. καὶ τοῦτό τε αὐτοῦ φερόμενόν ἐστιν, καὶ ὅτι τοὺς Ῥωμαίους καίτοι νικηθέντας ἐθαύμασε καὶ προέκρινε τῶν ἑαυτοῦ στρατιωτῶν, εἰπὼν ὅτι "τὴν οἰκουμένην ἂν ἤδη πᾶσαν ἐχειρωσάμην, εἰ Ῥωμαίων ἐβασίλευον." 95. Ὅτι Πύρρος λαμπρός τε ἐπὶ τῇ νίκῃ ἦν καὶ ὄνομα ἀπ' αὐτῆς μέγα ἔσχεν, ὥστε πολλοὺς μὲν τῶν ἐκ τοῦ μέσου καθημένων προσχωρῆσαί οἱ, πάντας δὲ τοὺς περιορωμένους τῶν συμμάχων ἀφικέσθαι. οὐ μὴν οὔτε ἐμφανῆ ὀργὴν αὐτοῖς ἐποιήσατο, οὔτ' αὖ παντελῶς τὴν ὑποψίαν ἀπεκρύψατο, ἀλλ' ὀλίγα σφίσιν ἐπὶ τῇ διαμελλήσει ἐπιτιμήσας ................ ἔδεισε μὴ καὶ ἐς φανερὰν αὐτοὺς ἀλλοτρίωσιν προαγάγῃ, καὶ ἐκ τοῦ μηδὲν ἐνδείξασθαι ἐνόμισεν ἤτοι καταγνωσθήσεσθαι ὑπ' αὐτῶν εὐήθειαν ὡς οὐ συνεὶς ὧν ἔπραξαν, ἢ καὶ ὑποπτευθήσεσθαι ὀργὴν κρυφαίαν ἔχειν, καὶ ἀπ' αὐτῶν ἢ καταφρόνησιν ἢ μῖσος προεπιβουλήν τε ἐς αὐτόν, ὅπως μὴ προπάθωσί τι, ἐγγενήσεσθαί σφισι προσεδόκησε. δι' οὖν ταῦτα πράως τε αὐτοῖς διελέχθη καὶ τῶν σκύλων τινὰ ἔδωκεν. 96. Ὅτι οἱ Ῥωμαῖοι ἐν ἀπόρῳ γενόμενοι διὰ τοὺς ἐλέφαντας, ἅτε μηπώποτε τοιοῦτο θηρίον ἰδόντες, τὴν μέντοι θνητὴν φύσιν ἐνθυμούμενοι καὶ ὅτι θηρίον οὐδὲν ἀνθρώπου κρεῖττόν ἐστιν, ἀλλὰ πάντα δὴ πάντως, εἰ καὶ μὴ κατ' ἰσχύν, ταῖς γοῦν σοφίαις σφῶν ἐλαττοῦται, ἐθάρσουν. 97. Ὅτι καὶ οἱ στρατιῶται οἱ τοῦ Πύρρου, οἵ τε οἴκοθεν καὶ οἱ σύμμαχοι, δεινῶς πρὸς τὰς ἁρπαγὰς ὡς καὶ ἑτοίμους καὶ ἀκινδύνους σφίσιν οὔσας ἠπείγοντο. 98. Ὅτι οἱ Ἠπειρῶται τὴν φιλίαν, ἀγανακτήσει ὅτι ἐπὶ με 435 γάλαις δή τισιν ἐλπίσιν στρατεύσαντες οὐδὲν ἔξω τῶν πραγμάτων εἶχον, ἐλυμήναντο, καὶ πάνυ γε ἐν καιρῷ τοῦτο τοῖς Ῥωμαίοις ἐγένετο· συνιστάμενοι γὰρ πρὸς αὐτὸν οἱ τὴν Ἰταλίαν οἰκοῦντες ἀνεκόπησαν, ἐξ ἴσου τὰ τῶν συμμάχων καὶ τὰ τῶν πολεμίων πορθοῦντας αὐτοὺς ὁρῶντες· τὰ γὰρ ἔργα αὐτοῦ μᾶλλον ἢ τὰς ὑποσχέσεις ἐσκόπουν. 99. Ὅτι ὁ Πύρρος ἐφοβήθη μὴ καὶ πανταχόθεν ὑπὸ τῶν Ῥωμαίων ἐν χωρίοις ἀγνώστοις ἀποληφθῇ. χαλεπῶς δ' ἐπὶ τούτῳ τῶν συμμάχων αὐτοῦ φερόντων, εἶπέ σφισιν ὅτι σαφῶς ἐξ αὐτῆς τῆς χώρας ὁρῴη ὅσον τῶν Ῥωμαίων διαφέρουσι· τὴν μὲν γὰρ ἐκείνων ὑπήκοον καὶ δένδρα παντοδαπὰ καὶ ἀμπελουργίας καὶ γεωργίας κατασκευάς τε τῶν ἀγρῶν πολυτελεῖς ἔχειν, τὰ δὲ δὴ τῶν ἑαυτοῦ φίλων οὕτω πεπορθῆσθαι ὥστε μηδ' εἰ κατῳκήθη ποτὲ γιγνώσκεσθαι. 100. Ὅτι ὁ αὐτός, ἐπειδή γε ἀναχωροῦντι αὐτῷ τὸ στράτευμα τοῦ Λαμινίου πολλῷ πλεῖον τοῦ πρόσθεν εἶδεν, ὕδρας ἔφη δίκην τὰ στρατόπεδα τῶν Ῥωμαίων κοπτόμενα ἀναφύεσθαι. οὐ μέντοι παρὰ τοῦθ' ἧττον ἐθάρσησεν· ἀντιπαρετάξατο μέν, οὐκ ἐμαχέσατο δέ. 101. Ὅτι τοῦ Φαβρικίου αὐτὸ τοῦτο μόνον εἰπόντος, ὅτι "Ῥωμαῖοι ἡμᾶς ἔπεμψαν τούς τε ἑαλωκότας ἐν τῇ μάχῃ κομιουμένους καὶ λύτρα ἀντ' αὐτῶν ἀντιδώσοντας, ὅσα ἂν ἀμφοτέροις ἡμῖν συμβῇ", διηπορήθη τε ὅτι μὴ περὶ τῆς εἰρήνης πρεσβεύειν ἔφη, καὶ μεταστησάμενος αὐτοὺς ἐβουλεύετο μετὰ τῶν φίλων ὧνπερ εἰώθει, τὸ μέν τι καὶ περὶ τῆς ἀνταποδόσεως τῶν αἰχμαλώτων, τὸ δὲ δὴ πλεῖστον περί τε τοῦ πολέμου καὶ περὶ τῆς διαχειρίσεως αὐτοῦ, εἴτε κατὰ τὸ ἰσχυρὸν εἴτε καὶ ἄλλως πως αὐτὸν ..... 102. "....... μεταχειρίσασθαι, ἐς μάχας καὶ παρατάξεις ἀσταθμήτους ἀναρρῖψαι· ὥστε πεισθείς, ὦ Μίλων, ἐμοὶ καὶ τῷ 436 παλαιῷ λόγῳ μηδὲ ἐς ἄλλο τι βίᾳ μᾶλλον ἢ σοφίᾳ, ὅπου γε καὶ ἐνδέχεται, χρήσῃ, ἐπεὶ Πύρρος γε πάντα τὰ πρακτέα οἱ ἀκριβῶς οἶδε καὶ οὐδὲν αὐτῶν δεῖται παρ' ἡμῶν μαθεῖν." ταῦτ' εἶπε, καὶ πάντες ὁμογνώμονες ἐγένοντο, καὶ μάλισθ' ὅτι ἐκ μὲν τούτων οὔτε ζημιωθήσεσθαί τι οὔτε κινδυνεύσειν, ἐκ δὲ τῶν ἑτέρων ἑκάτερον πείσεσθαι ἔμελλον. καὶ ὁ Πύρρος οὕτω φρονῶν εἶπε πρὸς τοὺς πρέσβεις "οὔτε πρότερον ἑκὼν ὑμῖν, ὦ Ῥωμαῖοι, ἐπολέμησα, οὔτ' ἂν νῦν