Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
[∆ιεπορευόμην ἐν ἀκακίᾳ καρδίας. Τί ἐστι τὸ, "Ἐν ἀκακίᾳ καρδίας μου;" Ἀντὶ τοῦ, Ἀπονήρως καὶ ἀφιλοπραγμόνως, οὐ θορύβους ἀγα πῶν πραγμάτων κοσμικῶν καὶ περισπασμῶν εἰκαίων' ἔχων δὲ μᾶλλον ἐν ἐμαυτῷ τὸν νοῦν εὐσταθῆ καὶ ἠρε μοῦντα, κατ' ἐκεῖνόν που πάντως τὸν ἀρχαῖον Ἰακὼb, περὶ οὗ γέγραπται· "Καὶ ἦν Ἰακὼβ ἄπλαστος ἀνὴρ οἰκῶν οἰκίαν."] [Οὐ προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα πα ράνομον. Οὐδενὶ, φησὶ, προσέσχον φαύλῳ τε καὶ ἀνοσίῳ πράγματι, καὶ καλοῦντι πρὸς παρανομίαν. Πολλὰ δὲ ταῦτα καὶ περὶ ἡμᾶς. Παρανομεῖ γάρ τις, ὅταν εἰς ἐπιθυμίαν ἐμπέσῃ τῶν οὐδὲν αὐτῷ προσηκόντων, καὶ γίνηται τῶν ἀλλοτρίων ἄδικος ἐραστής. Παρανομεῖ δὲ ὁμοίως ὁ σωματικαῖς ἡδοναῖς ἡττώμενος, καὶ τοῖς μοιχείας ἐγκλήμασιν ἔνοχος γεγονώς. Παραλύει νόμον ὁ καταλαλῶν ἀδελφοῦ, καὶ πλεονεκτῶν οὓς ἂν δύνηται τῶν ἀσθενεστέρων. Καὶ ἵνα μὴ καθ' ἕκαστον λέγων διατρίβω, πᾶν εἶδος φαυλότητος καὶ παρανομίας ἔγκλημα φέρει. Καὶ μετ' ὀλίγα· Ἀλλ' ἴσως ἐρεῖς· Ἆρ' οὖν ἀναμάρτητος ἦν; Εἶτα πῶς τοῦτό ἐστιν ἐφικτόν; Τὸ γὰρ ἐλεύθερον εἰς ἁμαρτίας τετήρηται, καὶ τὸ ἀναμάρτητον πρέπει μόνῳ τῷ ἐπὶ πάντων Θεῷ. "Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ ηὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ." Καὶ μετ' ὀλίγα· Πῶς οὖν ἄρα νοῆσαι πρέπει τό· "Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον;" Οὐκ εἶπεν· Οὐδέποτε ἐμ πέπτωκα παρανόμῳ πράγματι, ἀλλ', ὅτι "Οὐ προετι θέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον·" Τουτέστιν, Ἠθέλησα καὶ προτεθύμημαι μηδέποτε ἐνορᾷν παρανόμῳ πράγματι. Εἰ δὲ καὶ ἀστοχῆσαι συνέβη, φησὶν, ὡς ἄνθρωπον, θαυμαστὸν οὐδέν· ὅτι κυβερνῆται πολλάκις καὶ αὐτοὶ καλῶς εἰδότες τὴν τέ χνην κινδυνεύουσι μετὰ τῆς νηὸς, ἀγρίου καταιγίζον τος πνεύματος.] Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. (B f. 399 b, H f. 45) Τουτέστιν, ἄνθρωπος σκαμ βὴν ἔχων τὴν καρδίαν, ὅ ἐστι διεστραμμένος. [Ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγί νωσκον. Τουτέστιν, Οὐδὲ εἰδέναι προσεποιούμην. Οὐ γὰρ ἠξίουν εἶναι φίλος αὐτῶν. Ἆρα ὡς ὑπερήφανος; Οὐ δαμῶς, φησὶν, ἀλλ' εἰδὼς, ὅτι "Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί."] (B f. 400, H f. 45 b) Καρπὸς διανοίας ἁγιοπρε ποῦς τὸ παραιτεῖσθαι τοὺς πονηρούς· ἐσχάτης δὲ πο νηρίας ἀπόδειξις τὸ καταλαλεῖν ἀδελφῶν. [Ὑπερηφάνῳ ὀφθαλμῷ. Πλεῖστα γὰρ ἐν ἡμῖν εἰσι πάθη ψυχικά· ἓν δὲ καὶ μάλιστα τῶν ἄλλων ἐκτοπώτερον καὶ πᾶσιν ἀφόρητον, 69.1264 ᾧ καὶ αὐτὸς μάχεται Θεός· τοῦτο δέ ἐστιν ὑπερηφανία, ἣ καὶ ἀδελφὴν καὶ σύντροφον ἔχει τὴν πλεονεξίαν, ἤτοι τὸ ἀπλήστως πλεονεκτεῖν. Ταῦτα δύο βάραθρα ψυχῶν καὶ ὀλέθρου πύλαι, καὶ ἀκοιμήτου φλογὸς ἄξια. Τίς οὐ φεύγει τὸν ἀλαζόνα; Τίς οὐ παραιτεῖται τὸν ἀπλήστῳ χειρὶ συλλέγοντα χρημάτων πορισμοὺς καὶ πλεονεκτοῦντα πολλούς;] [Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς. Τουτέστι τοὺς ἁγίους, ὥστε καὶ "συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ·" τουτέστι, συνεῖναι, καὶ συμβα σιλεύειν ἀεὶ, καὶ ἀποφέρειν εἰς τὰ χρήσιμα. Ἐξαί ρετον γὰρ ἀγαθὸν ἀνθρώπῳ σύμβουλος ἀγαθός. Σε πτὸν αὐτὸν καὶ ἀξιοζήλωτον ἀποτελεῖ, τὸ ἀποφέρειν πρὸς πᾶν ὁτιοῦν τῶν χρησίμων, καὶ εἰς σωτηρίαν δι δάσκει τὰ συμφέροντα, ὑποτίθεται δὲ τὸ τελοῦν εἰς ὄνησιν.]
ΨΑΛΜΟΣ ΡΑʹ.
[Κλῖνον πρός με τὸ οὖς σου. "Κλῖνον, φησὶ, πρός με τὸ οὖς σου." ∆ιὰ τί; Ὅτι
θλιβόμενος οὐ δύναμαι σὺν παῤῥησίᾳ προσεύξασθαι. Θλίψιν δὲ λέγει τὴν τῶν πειρασμῶν εἴτε τῶν αἰσθη τῶν εἴτε τῶν νοητῶν ἐπαγωγήν.]
ΨΑΛΜΟΣ ΡΓʹ.