Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ἐγγίζοντες Κυρίῳ τῷ Θεῷ ἁγιασθήτωσαν, μή ποτε ἀπαλλάξῃ ἀπ' αὐτῶν Κύριος. Ἄθρει δὴ οὖν, ἄθρει, καὶ ἐκ τῶνδε δὴ πάλιν, ὡς ἔστιν ἀμήχανον διὰ τῆς Μωσέως παιδαγωγίας ἐγγίζειν Θεῷ. Προσίεται γὰρ οὐκ ἐν τύποις ἔτι καὶ σκιαῖς εὐδοκιμεῖν ἑλομένους· τοιαῦτα γὰρ τὰ Μωσέως· ζητεῖ δὲ μᾶλλον ἐν ἡμῖν τῆς ἀληθείας τὸ κάλλος. Ἀλήθεια δὲ ὁ Χριστὸς, δι' οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν, καὶ ἐγγὺς γεγόναμεν τοῦ Πατρὸς, καθάπερ εἰς ὄρος ἀναφοιτήσαντες, τὴν περὶ αὐτοῦ γνῶσιν. Ἐπεγνωκότες γὰρ τὸν Υἱὸν, ἐπέγνωμεν δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν Πατέρα. Οὐκοῦν δι' αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν, οὐ διὰ Μωσέως, τουτέστι, οὐ διὰ νόμου. Ἁγιάζεσθαι δὲ καὶ αὐτοὺς προαναφαίνοντος ἐναργῶς, οὔπω τελείως ἁγίαν τὴν κατὰ νόμον ἱερωσύνην, ὡς γὰρ ἔτι δεομένην ἁγιασμοῦ, ἄλλοθι μὴ προστέταχεν ἁγιάζεσθαι. Ἄμωμος δὲ, καὶ ἁγίων Ἄγιος ἐφ' ἡμᾶς ἀρχιερεὺς, ὁ Χριστὸς, καὶ κρείττονος διαθήκης ἔγγυος, ὡς Παῦλός φησι. Τοιγάρτοι καὶ πέπαυται μὲν ἡ πρώτη. Γέγονε δὲ καὶ αὐτῆς ἱερωσύνης μετάθεσις, οὐκ ἐχούσης τὸ ἄμεμπτον, καὶ τὸ ἄκρως ἅγιον. Τετελείωκε μὲν γὰρ οὐδένα κατὰ συνείδησιν· εἰσκεκόμικε δὲ μᾶλλον βαπτισμῶν διδαχὰς, ἐφηγήσεις περιῤῥαντηρίων πρὸς τὴν τῆς σαρκὸς καθαρότητα. Καταλήγει γὰρ εἰς τοῦτο μόλις τῆς νομικῆς ἱερωσύνης ἡ δύναμις. Ὡς οὐκ ἔχουσα τοίνυν τὸ τελείως ἅγιον, ἁγιασθησομένη δὲ κατὰ καιροὺς ἐν Χριστῷ τῶν τύπων μεταπλαττομένων εἰς ἀλήθειαν, προστέταχεν ἁγιάζεσθαι. Προστιθεὶς δὲ ὅτι· Μή ποτε ἀπαλλάξῃ ἀπ' αὐτῶν Κύριος, ἐφῆκε νοεῖν, ὅτι θάνατος ἡ δίκη, τοῖς τὴν ἐν νόμῳ τιμῶσιν ἱερωσύνην, ἀναδειχθείσης ἐν κόσμῳ τῆς διὰ Χριστοῦ· δι' οὗ καὶ λαοὶ καὶ αὐτὸ τὸ πάλαι σεπτόν τε καὶ ἱερὸν ἁγιάζεται γένος· βέβηλον δὲ πάντως, καὶ ἐν ἀκαθαρσίαις, ὃ μὴ ἡγιάσθη παρ' αὐτοῦ. ∆ιὰ τοῦτο ἔφασκε τοῖς Ἰουδαίων δήμοις· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε. Ὅτι δὲ ἔμελλον οἱ ἐξ Ἰσραὴλ ἐξήνιοι γεγονότες ἀποπέμπεσθαι κατὰ καιροὺς, ὑπονοστήσειν δὲ οὐχ ἑτέρως 69.512 πρὸς Θεὸν, πλὴν ὅτι διὰ Χριστοῦ, καταδείξει ῥᾳδίως Θεοῦ λέγοντος οἰκονομικῶς τῷ παναρίστῳ Μωσῇ· Βάδιζε, κατάβηθι, καὶ ἀνάβηθι, σὺ καὶ Ἀαρὼν μετὰ σοῦ. Ὁρᾷς πῶς ἀπεπέμπετο Μωσῆς, εἶτα μόνος οὐκ ἐπιστρέφει, ἄνεισι δὲ πάλιν συνομαρτοῦντος αὐτῷ καὶ συνδιαθέοντος Ἀαρὼν, ὃς ἦν εἰς τύπον Χριστοῦ τοῦ μεγάλου ἱερέως; ∆ι' αὐτοῦ γὰρ, ὡς ἔφην, προσιτὸς ὁ Πατήρ. Καὶ ἀπόπεμπτοι γεγονότες κατὰ καιροὺς οἱ ἐν νόμῳ, τουτέστιν ὁ Ἰσραήλ. Ἐπιγνώσονται μὲν ἐν ἐσχάτοις καιροῖς τὸν ὅσιόν τε καὶ ἄκακον ἀρχιερέα, τουτέστιν Χριστόν· προσελεύσονται δὲ δι' αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ, καθάπερ εἰς ὅρος ἀναθρώσκοντες τὸ σεπτὸν καὶ μέγα τῆς οἰκονομίας μυστήριον, δι' οὗ πάντας ἡμᾶς σέσωκεν ὁ Χριστὸς, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τῆς εἰς τὸ ὄρος ἀνόδου Μωσέως καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ καὶ τῶν ἐβδομήκοντα πρεσβυτέρων τοῦ λαοῦ. αʹ. Κέκληνται μὲν διὰ νόμου πρὸς Θεὸν οἱ ἐξ αἵματος Ἰσραὴλ, μεσιτεύοντος τὸ τηνικάδε καὶ διακονοῦντος Μωσέως. Ἀλλ' ὡς ὁ θεσπέσιος γράφει Παῦλος, Τετελείωκεν ὁ νόμος οὐδένα. Τελειότης γε μὴν αὐτοῦ καὶ προφητῶν νοεῖται Χριστός. Πᾶσα γὰρ λύτρωσις δι' αὐτοῦ. Ἐπεὶ Μὴ ἔστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανὸν ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς, καὶ ἐν αὐτῷ πᾶσα τελειότης δι' ἁγιασμοῦ ἐν πνεύματι. ∆ι' αὐτοῦ κεκλήμεθα πρὸς τὸν Πατέρα, καὶ εἰς τὴν ἄνω πόλιν ἀναβησόμεθα σὺν αὐτῷ. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου πολλαὶ μοναί εἰσιν. Εἰ δὲ μὴ, εἶπον ἂν ὑμῖν· Πορεύομαι ἑτοιμάσα· τόπον ὑμῖν. Καὶ ἐὰν πορευθῶ ἑτοιμάσαι τόπον ὑμῖν, πάλιν ἔρχομαι, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτὸν, ἴνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε. Πρωτόλειον μὲν γὰρ καὶ οἷά τις ἀπαρχὴ τῆς ἀνθρωπότητος προσέφρησεν εἰς τὸν οὐρανόν. Ἀνακομίσει δὲ ὅτι καὶ ἡμᾶς αὐτοὺς, οὐκ ἂν ἐνδοιάσειέ τις. Ἐμπεδοῖ γὰρ εἰς τοῦτο ὁ ψεύδεσθαι μὴ εἰδὼς, καὶ τοῖς τοῦ τυχεῖν ἀξίοις τὴν ἐλπίδα προσθείς. Ἐσόμεθα γὰρ οὐρανοῦ πολῖται κατὰ καιροὺς, προαναφοιτήσαντος ἡμῶν, ὡς ἔφην,