182
ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΖ Τῆς θείας σαρκώσεως ἔτη λζʹ Τούτῳ τῷ ἔτει διωγμοῦ κατὰ τῆς ἐκκλησίας γενομένου πολλοὶ μὲν τῶν πιστῶν διεσπάρησαν, πρὸς οὓς πρώτην ἔγραψε καθολικὴν ἐπιστολὴν Ἰάκωβος ὁ ἀδελφόθεος, τοῖς ἐν τῇ διασπορᾷ τοῦτο ἐπιγράψας. Στέφανος δὲ ὁ μέγας πρωτομάρτυς ἀπόστολος καὶ πρωτοδιάκονος λίθοις ἀνῃρέθη Σαύλου τοῦ μετὰ ταῦτα διὰ θεοπτίας ἐπιστρέψαντος. Κατὰ τὸν αὐτὸν χρόνον συνεργοῦντος τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χρι στοῦ Παῦλος μεταβληθεὶς ὁ μέγας ἀπόστολος καὶ ἐν ∆αμασκῷ φωτισθεὶς ὑπὸ Ἀνανίου φυγὰς ἧκεν εἰς Ταρσὸν διδάσκων τὸν λόγον τοῦ θεοῦ, κἀ κεῖθεν πάλιν εἰς Ἀντιόχειαν. Φίλιππος εἷς τῶν ζʹ σὺν τῷ πρωτομάρτυρι προχειρισθέντων εἰς δια κονίαν ὑπὸ τῶν ἀποστόλων ἐν τοῖς διασπαρεῖσι γενόμενος, ἀπὸ Ἱερουσαλὴμ κατελθὼν εἰς Σαμάρειαν δυνάμεως θείας ἐπληρώθη, ὥστε καὶ Σίμωνα τὸν μάγον καταπλαγέντα τοῖς θαύμασιν αὐτοῦ προσελθεῖν ἅμα τοῖς ἑταί ροις καὶ τῷ Φιλίππῳ μαθητευθῆναί τε καὶ βαπτισθῆναι δολερῶς. ὅθεν καὶ οἱ ἀπ' αὐτοῦ μέχρι νῦν ὑποκρινόμενοι βαπτίζεσθαι πάντη τῶν θείων ἐντολῶν καὶ δογμάτων εἰσὶν ἀλλότριοι, μὴ δεχόμενοι τὸν περὶ ἀναστάσεως λόγον μηδὲ τὸν ὁρώμενον κόσμον θεοῦ λέγοντες εἶναι, πᾶσαν θεοβδέ λυκτον αἰσχρουργίαν μετερχόμενοι. τούτοις ἑαυτὸν μὲν πατέρα καλεῖσθαι 401 τοῖς ἀθλίοις παραδέδωκεν, εἰκόνι τε ∆ιὸς ὀνόματι προσκυνεῖσθαι, τὴν δὲ σὺν αὐτῷ πόρνην Ἑλένην ἀντὶ Ἀθηνᾶς προσκυνεῖσθαι ἐδίδαξεν ὁμοίως τῇ αὐτῇ εἰκόνι. Ἰουδαίοις δὲ Χριστὸν ἑαυτὸν ἔλεγεν εἶναι καὶ οὐχὶ πατέρα. Τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας πρῶτος ἐπίσκοπος Ἰάκωβος ὁ ἀδελφόθεος ἔτη κηʹ. Ῥωμαίων βασιλεὺς δʹ Γάιος Καλλιγούλας ἔτη γʹ.
ΤΟΥ ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΖ Τῆς θείας σαρκώσεως ἔτη λζʹ Πόντιος Πιλᾶτος ἐπὶ
Γαΐου Καίσαρος ποικίλαις περιπεσὼν συμφοραῖς, ὥς φασιν οἱ τὰ Ῥωμαίων συγγραψάμενοι, αὐτοφονευτὴς ἑαυτοῦ ἐγένετο. Γάιος Καλλιγούλας ἔκγονος Τιβερίου πολλοὺς ἀναιτίως τῆς γερουσίας ἀνελών, ὁ αὐτὸς τὰς ἰδίας ἀδελφὰς κατὰ νήσους φυγαδεύσας, ὁ αὐτὸς τοὺς ἐν ἐξορίαις ἀνελὼν ὕστερον ὑπὸ τῶν ἐν στρατείαις ἐπισήμων ἀνῃρέθη. Οὗτος καὶ τὸν Ἰούλιον Κανὸν ἕνα τῶν Στωικῶν φιλοσόφων ἀνεῖλε, περὶ οὗ παράδοξον Ἕλλησιν, ὡς δοκῶ, πέπλασται. ἀπαγόμενος γὰρ πρὸς τὸ θανεῖν ἀταράχως λέγεταί τινι τῶν ἑταίρων Ἀντιόχῳ τοὔνομα Σελευκεῖ συνεπομένῳ προειπεῖν, ὡς ἐντεύξεται αὐτῷ κατὰ τὴν αὐτὴν νύκτα μετὰ τὴν ἔξοδον καὶ διαπορήσει τι τῶν σπουδῆς ἀξίων, καὶ ὅτι μετὰ τρεῖς ἡμέρας Ῥέκτος εἷς τῶν ἑταίρων ὑπὸ Γαΐου φονευθήσεται. ἃ καὶ γέγονε, τοῦ μὲν ἀναιρεθέντος τριταίου, τοῦ δὲ Ἀντιόχου τὴν ἐποψίαν εἰπόντος τῆς νυκτός, ὅτι φανεὶς Ἰούλιος Κανὸς τὰ περὶ διαμονῆς τῆς ψυχῆς καὶ καθαρω τέρας φωτὸς μετὰ τὴν ἔξοδον διηγήσατο. ταῦτα Πλούταρχος ὁ Χαιρω νεὺς ἱστορεῖ. Ἰουδαίων ἀλλόφυλος δʹ Ἡρώδου παῖς Ἀγρίππας ἔτη ζʹ. 402 ΤΟΥ ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΘ Τῆς θείας σαρκώσεως ἔτη λθʹ Ἀγρίππας Ἡρώδου παῖς ἐπὶ Τιβερίου Καίσαρος φρουρηθεὶς διὰ τὰς κατὰ τοῦ ἰδίου πατρὸς κατηγορίας καὶ ἀνεθεὶς τῶν δεσμῶν ὑπὸ Γαΐου Καίσαρος βασιλεὺς Ἰουδαίων ἐκπέμπεται. Ἡρώδης δὲ ὁ τούτου πατὴρ ἐν Λουγδόνῳ τῆς Γαλλίας ἐξορισθεὶς ἐν ἐσχάτῃ πενίᾳ σὺν Ἡρωδιάδι τῇ μοιχαλλίδι θνήσκει. τὴν γὰρ ὀρχησα μένην κόρην ἐπὶ τῆς ἀποτομῆς τοῦ μεγάλου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου ζῶσαν κατέπιεν ἡ γῆ. Φλάγκος Ἀγκύλιος Αἰγύπτου ἔπαρχος παντοίαις συμφοραῖς τὸ Ἰουδαίων ἔθνος καθυπέβαλε. Γάιος ἀνδριάντα ἑαυτοῦ ∆ιὸς ἐπιφανοῦς καλουμένου ἐν τοῖς Ἱεροσολύ μοις ἀναθεῖναι Πετρωνίῳ τῷ Συρίας ἐπάρχῳ προσέταξε. Φίλων ἱστορεῖ ἐν τῷ ἐπιγεγραμμένῳ λόγῳ Φλάγκῳ, ὅτι πρεσβείαν ὡς περὶ Ἰουδαίων πρὸς Γάιον ἐποιήσατο, ὑπὲρ ὧν Φλάγκος Ἰουδαίοις ἐπιβουλεύων εἰκόνων καὶ ἀνδριάντων καὶ βωμῶν ἀναθέσεσι τὰς συναγωγὰς ἐμίανε. τότε καὶ ὁ τῶν Ἀλεξανδρέων δῆμος