182
ἡττώμενος πᾶς τις σωφρονῶν. εἰ δέ σοι φορτικὸν καὶ ἐπαχθὲς τὸ τελείως ἐμοὶ συνελθεῖν, ἀλλὰ τό γε δεύτερον, παρὰ τὴν γέφυραν ἐλθὲ τοῦ ποταμοῦ, ὡς ἂν ἐξ ἑκατέρου μέρους ὁμιλήσαντες ἀλλήλοις, ἐμοί τε τὸ σοὶ ὡμιληκέναι, καὶ σοὶ τὸ μὴ ἐγγὺς ἐμοῦ γενέσθαι, ὃ μάλιστα δέδοικας, περισώζοιτο.» ἐπεὶ δὲ ἧκε παρὰ τὴν γέφυραν πεισθεὶς, ἄλλα τε διειλέχθησαν ὅσα τις ἂν εἴποι πρὸς ἄνδρα φίλον, καὶ περὶ τῆς ἀποστασίας τῶν πόλεων ὁ μέγας δομέστικος αὐτοῦ κατηγόρει ὡς αἰτιωτάτου μάλιστα γεγενημένου. ἐφ' οἷς ἀπελογεῖτο καὶ αὐτὸς ὡς λυσιτελοῦντα δράσειεν ἑαυτῷ τε καὶ τοῖς ἄλλοις Ἀκαρνάσι τῆς δουλείας αὐτοὺς ἐλευθερῶν Ῥωμαίων, καὶ τὴν πάτριον αὐτοῖς τῶν Ἀγγέλων ἀρχὴν ἐπανασώζων. Τοιαῦτα καὶ ἕτερά τινα διαλεχθέντες, ὁ μὲν εἰς τὸ στρατόπεδον, ἐς τρίτην ἡμέραν αὖθις ἥξειν ἐπαγγειλάμενος, ὁ δ' εἰς τὴν πόλιν, τὴν δευτέραν συντυχίαν ἀπειπάμενος, διελύοντο. ἐς τρίτην δὲ ἡμέραν ὁ μέγας δομέστικος αὖθις ἦλθεν εἰς Ῥωγὼ ἐπὶ τῷ Καβασίλᾳ αὖθις συγγενέσθαι. ὁ δ' ἀναβαλλόμενος ἐπὶ μικρὸν, ἐπεὶ οὐκ ἀφιστάμενον ἑώρα, ἐξελθὼν καὶ αὖθις, τήν τε γέφυραν διαβὰς, εἰς ἓν αὐτῷ συν 1.515 ῆλθεν. ἐφ' ἱκανόν τε ὁ μέγας δομέστικος αὐτῷ διαλεχθεὶς, πεῖσαι μὲν οὐκ ἴσχυσε προσχωρῆσαι βασιλεῖ καὶ τὴν πόλιν παραδοῦναι· ὅμως δὲ διέσεισεν αὐτοῦ τοὺς λογισμοὺς τοῦ μὴ τῶν ἀπηγορευμένων παντάπασι τὸ ὑπὸ βασιλέα οἴεσθαι τελεῖν, μηδ' αἱρετώτερον ἡγεῖσθαι τῆς δουλείας τὸ ἀποθνήσκειν πολιορκουμένους. συνταξάμενος δὲ αὐτῷ καὶ αὖθις ἥξειν προειπὼν μετ' οὐ πολὺ, ὁ μὲν εἰς τὸ στρατόπεδον, ὁ δὲ εἰς τὴν πόλιν ἀνεχώρησαν. μεθ' ἡμέρας δέ τινας καὶ αὖθις προσελθὼν καὶ συνδιημερεύσας αὐτῷ ἔξω γενομένῳ τῶν τειχῶν, ἔπεισε προσχωρῆσαι βασιλεῖ καὶ τὴν πόλιν παραδοῦναι. ἐπεὶ δὲ εἶχε πεπεισμένον, αὐτὸν μὲν ἐν Ῥωγοῖ κατέλιπεν αὖθις· αὐτὸς δὲ πρὸς βασιλέα παρὰ τὴν Ἄρταν ἐστρατοπεδευμένῳ ὅτι παραδιδοίη Καβασίλας Ῥωγὼ ἀπαγγελῶν ἐχώρει. ὁδεύοντι δὲ αὐτῷ, ἐπεὶ ἐγένετο κατά τινα πηγὴν ψυχρὸν ἅμα ῥέουσαν καὶ διειδὲς καὶ ἥδιστον πιεῖν, ἐδόκει δεῖν τῶν ἵππων ἀποβάντας, ἄριστον ἑλέσθαι, καὶ ἀποβάντες κατεκλίνοντο. μετὰ μικρὸν δὲ καὶ ὁ Καβασίλας σπουδῇ ὡρᾶτο προσελαύνων, καὶ ἐπειδὴ ἐγγὺς ἦν, πρίν τι φθέγξασθαι αὐτόν· «οἴομαι» ὁ μέγας δομέστικος εἶπε «σοὶ τῶν ἑταίρων μεμφομένων καὶ πολλὴν κατηγορούντων εὐκολίαν ὅτι πρὸς ἐμὲ πολέμιον δοκοῦντα εἶναι, μηδὲν ἔχων ἐνέχυρον ἀσφαλείας, ἀπερισκέπτως οὕτω τὸ δοκοῦν φοιτᾷς, βουληθεὶς ἔργοις ἀποδεῖξαι ὡς οὐκ ἀμαθῶς οὐδὲ θρασέως, ἀλλ' εὖ εἰδὼς ᾧτινι πιστεύεις σεαυτὸν, τὰ δέοντα ποιεῖς, ἐκείνους μὲν καταλιπεῖν 1.516 ἀνόητα ἐνθυμουμένους, παρ' ἡμᾶς δὲ ἥκειν, οὓς κέκρικας τῶν ἄλλων μᾶλλον πιστοτέρους.» ὁ δ', εἰ μὴ πρῶτος, ἔφασκεν, αὐτὸς ἀφῖκτο μετὰ τοὺς ἐκεῖ ῥηθέντας λόγους, οὐ πιστεῦσαι ἂν ῥᾳδίως μή τινα τῶν λόγων ἐκείνων ἄγγελον ἐλθεῖν. τούτων γὰρ αὐτῶν ἡμῖν πρὸς ἀλλήλους εἰρημένων, καταλιπὼν αὐτοὺς, ἥκω παρὰ σέ· αὐτὸς δ' ἂν εἰδείης ὅ,τι πράττειν βέλτιον ἐμὲ, καὶ ἢ πρὸς βασιλέα ἥκειν ἅμα σοὶ, ἢ ἐνταῦθα μένειν, ἄχρις ἂν αὐτὸς κελεύῃς. ἐγὼ γὰρ, εὖ ἴσθι, βασιλεῖ μὲν οὐκ ἄν ποτε προσεχώρησα, ἀλλ', ὅπερ ἔφην πρὸς ἐκεῖνον, μᾶλλον ἂν ἀποθανεῖν εἱλόμην, ἢ ἐκείνῳ ὑποχείριος γενέσθαι· τῆς σῆς δὲ φιλίας ἡττῆσθαι παρὰ πολὺ ὁμολογῶ, καὶ τούτου γε ἕνεκα ἐμαυτόν τε καὶ πολίτας ἐγκεχειρικέναι τοὺς ἐμοὺς, ὥσθ' ἅ σοι κατὰ γνώμην, ἐξεῖναι πράττειν περὶ ἡμᾶς.» Ὁ μέγας δὲ δομέστικος πολλὴν αὐτῷ τῆς εἰς αὐτὸν εὐνοίας χάριν ὁμολογήσας, εἰς Ῥωγὼ ἐκέλευεν αὖθις ἐπιέναι, ὡς τὴν ὑστεραίαν αὐτοῦ μετὰ τῶν βασιλικῶν ἀφιξομένου δωρεῶν καὶ αὐτόν τε καὶ τοὺς ἄλλους παραληψομένου. ὁ δὲ πεισθεὶς αὖθις ἐπανῆλθεν εἰς Ῥωγώ. ἐκεῖθεν δὲ ὁ μέγας δομέστικος εἰς βασιλέα ἐλθὼν καὶ περὶ Καβασίλα καὶ Ῥωγοῦς ὡς προσεχώρησαν ἀπαγγείλας, ἐπιτραπείς τε παρ' ἐκείνου ὅσα ἂν ᾖ δίκαια καὶ συμφέροντα εὐποιΐας ἕνεκα πράσσειν πρὸς αὐτοὺς, εἰς τὴν ὑστεραίαν αὖθις εἰς Ῥωγὼ ἐλθὼν, εἰσεδέχθη τε παρὰ τῶν Ῥωγίων τὴν πόλιν παραδόντων, καὶ αὐτὸς ἑκάστῳ κατ' ἀξίαν τὰς βασιλέως παρέσχετο εὐεργεσίας· 1.517 συμπαραλαβών τε