182
παρέλκων, παρώξυνε τοὺς ̔Ρωμαίους τὰς ἐμβολὰς τοῦ κριοῦ ποιεῖσθαι δυνατωτέρας. ἑάλω τοίνυν καὶ τὸ δεύτερον τεῖχος ἡμέρᾳ πέμπτῃ μετὰ τὸ πρῶτον. παρελθὼν δ' ἐντὸς ὁ Τίτος κτείνειν τε τοὺς καταλαμβανομένους ἐκώλυσε, καὶ μηδὲ τὰς οἰκίας ὑποπιμπρᾶν τοῖς στρατιώταις ἐκέλευσεν, ἀλλ' οὐδὲ τοῦ τείχους πολὺ μέρος καθαιρεθῆναι ἠθέλησε· περὶ πλείονος γὰρ ἐποιεῖτο τὴν μὲν πόλιν ἑαυτῷ περισῶσαι, τῇ πόλει δὲ τὸν ναόν. ἐπιτίθενται τοίνυν οἱ στασιασταὶ τοῖς ἐπελθοῦσιν εἰς τὴν πόλιν ̔Ρωμαίοις, καὶ οἱ μὲν κατὰ τοὺς στενωπούς, οἱ δ' ἐκ τῶν οἰκιῶν, οἱ δ' ἐκ τοῦ τείχους αὐτοὺς εβαλλον. καὶ οἱ τούτου φρουροὶ ̔Ρωμαῖοι καθαλλόμενοι τῶν πύργων 2.57 ἀνεχώρουν εἰς τὸ στρατόπεδον. ̓Ιουδαῖοι δὲ κατ' ἐμπειρίαν τῶν στενωπῶν ἐτίτρωσκόν τε πολλοὺς καὶ προσπίπτοντες ἐξώθουν. ̔Ρωμαῖοι μὲν ουν κρατήσαντες καὶ τοῦ δευτέρου τείχους, αυθις ἐξώσθησαν, ἐπῆρτο δὲ τοῖς στασιασταῖς τὰ φρονήματα. ηδη δὲ καὶ ὁ λιμὸς ὑφέρπων τὴν πόλιν πολλοὺς τῶν ἀγαθῶν ἀνδρῶν ἐνδείᾳ τῶν ἐπιτηδείων διέφθειρε. τοῦτο δὲ τοῖς στασιασταῖς καταθύμιον ην, μόνους ἀξιοῦσι σώζεσθαι τοὺς τὴν εἰρήνην μὴ θέλοντας, τὴν δὲ τῶν αλλων φθορὰν οἰομένοις κουφισμὸν ἑαυτῶν. ̔Ρωμαῖοι δὲ αυθις ἀπεπειρῶντο κατασχεῖν τὸ τεῖχος τὸ δεύτερον, οἱ δὲ διεκώλυον· καὶ ἐπὶ τρισὶ μὲν ἡμέραις ἀντέσχον, τῇ δὲ τετάρτῃ μὴ ἐνεγκόντες τὴν προσβολὴν εἰς τὸ ἐνδότερον μετεχώρησαν. Καὶ πάλιν ὁ Τίτος τοῦ τείχους κρατήσας αὐτίκα τούτου καθῄρησε τὸ προσάρκτιον· τῷ λοιπῷ δ' ἐγκαταστήσας φρουράν, τῷ τρίτῳ προσβαλεῖν ἡτοιμάζετο. καὶ διχῇ τὰ τάγματα διελὼν ἐγείρειν ηρχετο χώματα. τῶν δ' ἐντὸς οἱ μὲν στασιασταὶ ησαν ατεγκτοι καὶ ἀνένδοτοι, ὁ δὲ δῆμος πρὸς αὐτομολίαν κεκίνητο, καὶ πολλοὶ λανθάνοντες ηὐτομόλουν. ους δὲ τοῦτο βουλομένους οἱ στασιάζοντες ευρισκον, η καὶ μόνην εσχον ὑπονοίας σκιάν, εὐθέως ἀπέσφαττον· τοῖς δ' εὐπόροις καὶ ψευδῆ τὴν τῆς αὐτομολίας κατηγορίαν προσάπτοντες τοὺς μὲν αὐτίκα διέφθειρον, τὰς δὲ ἐκείνων οὐσίας διήρπαζον. ὁ λιμὸς δ' ἀκμάζων τὴν τῶν στασιαστῶν ὠμότητα ηυξανε. δι' ενδειαν γὰρ τῶν τροφῶν εἰσπηδῶντες τὰς οἰκίας ἠρεύνων, καὶ τοὺς οἰκοῦντας ἀρνουμένους εχειν, εἰ μὲν ευρισκον, ῃκιζον, εἰ δὲ οὐχ ευρισκον, ὡς κρύψαντας ἐπιμελέστερον ηταζον. ἐποιοῦντο μέντοι τοῦ εχειν τροφὰς η μὴ τὰ σώματα τῶν ἀθλίων τεκμήριον. οις μὲν γὰρ 2.58 ετι μετῆν ἰσχύος, εχειν ἐδόκουν, οις δ' ἐξετάκη τὰ σώματα, παρωδεύοντο. εἰ δέ τις εὐπόρησε πυρῶν η κριθῆς, κατακλείσας τὴν οἰκίαν ησθιε· τινὲς δ' ὑπὸ βίας τῆς τοῦ λιμοῦ καὶ ἀνέργαστον τὸν σῖτον προσίεντο· καὶ ἀφήρπαζον ἐξ αὐτοῦ τοῦ στόματος τὰς τροφὰς μητέρες βρεφῶν, παῖδες πατέρων, γυναῖκες ἀνδρῶν. καὶ ουτω δ' ἐσθίοντες, ομως τοὺς στασιαστὰς οὐκ ἐλάνθανον. οπου δὲ κεκλεισμένην οἰκίαν κατίδοιεν η καπνὸν ἀποθρώσκοντα, σημεῖον ταῦτ' ἐποιοῦντο τοῦ τοὺς ἐντὸς ἐσθίειν, καὶ ῥήσσοντες τὰς θύρας ἐκ τῶν φαρύγων αὐτῶν ἀνέφερον τὰς τροφάς· οὐδέ τις ην οικτος η πολιᾶς η νεότητος. τοῖς δὲ φθάσασι προβεβρωκέναι τὸ ἐσθιόμενον δεινὰς ἐπῆγον ὡς ἀδικοῦσι καὶ ἀπηνεῖς τιμωρίας, ὀρόβοις τοὺς αἰδοίων πόρους ἐμφράττοντες καὶ τὰς εδρας ῥάβδοις ὀξείαις ὠμῶς ἀναπείροντες. τὰ φρικτὰ δὲ καὶ ἀκοαῖς επασχέ τις εἰς ἑνὸς αρτου ἐξομολόγησιν, η ινα δράκα μίαν ἀλφίτων τοῖς λῃσταῖς καταπρόηται. καθ' εκαστον μὲν ουν ἐπεξιέναι τὰ τότε γενόμενα δυσχερὲς η καὶ ἀδύνατον, συνελόντα δ' εἰπεῖν, μήτε πόλιν αλλην τοιαῦτα παθεῖν μήτε γένος ετερον ἐξ αἰῶνος γενέσθαι κακίας γονιμώτερον. Τοιαῦτα μὲν ουν επασχον ̓Ιουδαῖοι, Τίτῳ δὲ τὰ χώματα προύκοπτε, καίτοι κακουμένων ἀπὸ τοῦ τείχους τῶν στρατιωτῶν. οἱ δὲ πρὸς συλλογὴν ἐξιόντες τροφῆς ἐνηδρεύοντο, ησαν δὲ οὐ δημόται μόνον, ἀλλὰ καὶ τῶν μαχίμων τινὲς οὐκέτι ταῖς ἁρπαγαῖς ἀρκούμενοι, καὶ συλλαμβανόμενοι ὑπὸ τῶν ̔Ρωμαίων μετὰ πᾶσαν βάσανον πρὸ τοῦ τείχους ἀνεσταυροῦντο. Τίτῳ 2.59 μέντοι οἰκτρὸν τὸ πάθος ἐδόκει, πεντακοσίων ἑκάστης ἡμέρας η καὶ πλειόνων ἁλισκομένων. ουτε δὲ φυλάττειν αὐτοὺς ουτ' ἀφιέναι εκρινεν ἀσφαλές, καὶ αμα πρὸς τὴν οψιν ἐνδοῦναι