182
ἐχομένου καὶ τοῦ εχοντος, ὡς τοῦ ἀόπλου καὶ τοῦ ὡπλισμένου, καὶ τοῦ ἐνδύματος καὶ τοῦ ἐνδυομένου. Εξισ ἐστὶν ἡ ποιὰ πάσης φύσεως δύναμις, ἡ τῶν λοιπῶν αὐτὴν οὐσιῶν διακρίνουσα καὶ ἀφορίζουσα. καθὰ φησὶν ὁ θεῖος ∆ιονύσιος, οτι φθορὰ ἐστὶν φύσεως ἀσθένεια καὶ ελλειψις τῶν φυσικῶν εξεών τε καὶ ἐνεργειῶν καὶ δυνάμεων. διαιρεῖται δὲ ἡ εξις εἰς ἀρετὴν καὶ κακίαν. εξεως δὲ ειδη ἀρετὴ καὶ κακία. ̓Εξιτηρίους εὐχάσ. ἐφοδίους η τελευταίας. παρὰ τὸ ιημι. ἐξιτηρία καὶ ἐξαγγελία κατὰ ̔Ρωμαίους τὰ ὑπὲρ τῆς ἐξόδου παρεχόμενα. epsilon.761 ̓Εξοδία. ἡ εξοδος. τὸ μὲν πρῶτον ὡς ἐπ' ἐξοδίαν ὁρμήσαντες ἐκ τῆς πόλεως παρὰ τὴν ὁδὸν εμειναν. πάνδημον ἐξοδίαν ποιησάμενοι καθῆκαν ἐνέδρας. ̓Εξόδων. ἀνατολῶν. ∆αβίδ· ουτε ἐξ ἐξόδων, ουτε ἀπὸ δυσμῶν. Εξοδοι. αἱ γεννήσεις. ὡς τό· αἱ εξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. ηγουν τοῦ Χριστοῦ. ἡ μὲν γὰρ ανω ἀπ' ἀρχῆς καὶ ἀεὶ ην· ἡ δὲ κάτω ἐξ ἡμερῶν ηρξατο καὶ ὑπὸ χρόνον ἐστίν. ̓Εξορευγμία. ἡ ὀρυγή. ὀξυρευγμία δὲ, οταν ἡ τροφὴ ἐποξίσῃ. ̓Εξομολόγησισ. ἡ τῶν ευ πεπονθότων μετ' εὐχαριστίας τῶν θείων εὐεργεσιῶν ἀπαρίθμησις, καὶ ἡ τῶν κακῶς πεπραγμένων παρὰ τῶν ὑπαιτίων ἐξαγόρευσις. ἀμφότερα γὰρ ταπεινώσεως ὑπάρχει ποιητικά. Ἐξουρίασ. τὸ πλέειν ἐπιτηδείως. ̓Εξουδένωσισ. ἡ ἐν τῷ ἀγαθῷ ἀνυπαρξία καὶ ἡ υβρις. epsilon.762 ̓Εξουσίαι. δυνάμεις ἐξουσιαστικαὶ κατὰ χάριν θεοῦ. ̓Εξούλησ. ονομα δίκης. καὶ ἐξούλης δίκη. οἱ δίκην νικήσαντες, ωστε ἀπολαβεῖν χωρίον η οἰκίαν, επειτα ἐμβατεύειν κωλυόμενοι, μὴ ἐμβατεύσαντες, ἐξελαυνόμενοι δίκην ἐξάγουσι πρὸς τοὺς ἐξελαύνοντας, η οὐκ ἐῶντας ἐμβατεύειν. καὶ αὐτὴ ἡ δίκη ἐξούλης καλεῖται. ειρηται δὲ ἀπὸ τοῦ ἐξέλειν. οἱ παλαιοὶ γὰρ τὸ κωλύειν καὶ ἀπελαύνειν ἐξέλειν ελεγον. ̓Εξυπαρχῆσ. ἀπ' ἀρχῆς. ̓Εξ ὑπερδεξίων. ἐξ ὑψηλῶν. ετεροι τὰς ὑπερδεξίους τῶν πεδίων σκοπιάς-. ̓Εξωμίσ. χιτὼν εὐτελὴς καὶ οὐκ ἐλεύθερος, οὐκ ἐπισκεπάζων τοὺς βραχίονας. ̓Εξωμοσία. τὸ εἰς τὴν κεφαλὴν καὶ σωτηρίαν τοῦ βασιλέως καὶ τὴν οἰκείαν σωτηρίαν ὀμόσαι. η ἐξωμοσία ἐστὶν ενορκος παραίτησις δι' ευλογον αἰτίαν. οτάν τις φάσκῃ ὑπὲρ ἑαυτοῦ η ὑπὲρ ἑτέρου ἐγκαλούμενος μὴ δεῖν εἰσάγεσθαι δίκην, ειτα καὶ τὴν αἰτίαν, δι' ην οὐκ εἰσαγώγιepsilon.763 μος ἡ δίκη, εἰ δοκεῖ κατὰ λόγον ἀξιοῦν, ἐδίδοτο αὐτῷ ἐξωμοσία χρῆσθαι, καὶ ουτως διεγράφετο ἡ δίκη. ̓Εξώλεια. πανωλεθρία, παντελὴς ἀπώλεια. καὶ ἐξώλειαν αὐτῷ προσεπαρασάμενος. ̓Εξίτηλοσ. ἀμαυρῶν, ἐγγὺς ἀφανισμοῦ. ἀπὸ μεταφορᾶς τῆς πορφύρας, ητις μὴ εχουσα τὸ δευσοποιὸν βάμμα τῷ χρόνῳ ἐξίησι τὸ τεθηλός. (Οὐδέτερον.) ̓Εξακεραίου. ἀντὶ τοῦ εὐχερῶς καὶ εὐμαρῶς. οὐ δυνάμενος ἐξακεραίου διὰ τὴν εὐλάβειαν καὶ ἀπραγίαν τοῦ βασιλέως-. Εξαλμα. ορμημα, πήδημα. * Εξαλλον. ἐνηλλαγμένον. τὸ τοῦ προσώπου εξαλλον.* ̓Εξάλειπτρον. ἡ τοῦ μύρου λήκυθος, τὸ ἀλάβαστρον, ἐξ ης ἀλείφονται οἱ δειπνοῦντες. ̓Εξαιρετέα. αξια τοῦ καταστραφῆναι. ̓Εξαίρετον. τὸ ἐπίλεκτον. epsilon.764 ̓Εξαιρετόν. τὸ ἐκβαλλόμενον. Εξαιτον. τὸ ἐξαίρετον. ̓Εξαίσια. τὰ παντὸς ἐπέκεινα θαύματος. ̓Εξαίσιον. οτε δηλοῖ τὸ αδικον, γέγονε παρὰ τὴν αισην, ητις δηλοῖ τὸ πρέπον, οἱονεὶ εξω τοῦ πρέποντος· οτε δὲ τὸ μέγα, ἀντὶ τοῦ ὑπὲρ τὸ καθῆκον. ωσπερ τὸ, ἐκνομίους μὲν ᾐσχύνετο. ̓Αριστοφάνης ἐν Πλούτῳ· καὶ γὰρ ἐκνομίως με ῃσχυνας. ἀντὶ τοῦ μεγάλως. ̓Εξ ἐπιμέτρου. ἐκ διαμέτρου. ἡ τῶν ̓Εσσαίων αιρεσις, οι εἰσὶν ̓Ιουδαῖοι, τῶν Φαρισαίων καὶ γραμματέων τὴν δικαιοσύνην ἐξ ἐπιμέτρου διανέστηκεν. ̓Εξέρκετον. κατὰ ̔Ρωμαίους τὸ στρατόπεδον. ̓Εξ ἠθέων. ἐκ τῶν συνήθων τόπων. ̓Εξήλασμα. δίωξις. ἐξίλασμα δὲ ἀντὶ τοῦ λύτρον η τὸ προσφερόμενον τῷ θεῷ δῶρον ὑπὲρ σωτηρίας ψυχῆς, ˉι. epsilon.765 ̓Εξίτηλον. ἀσθενὲς, ἐγγὺς ἀφανισμοῦ. ̓Εξομολόγου. προφανοῦς. διὰ τὰς ἐξομολόγου καὶ συστάδην μάχας πολλοὶ επιπτον ἐξ ἀμφοτέρων. ̔Εξείδιον. εἰ μὲν ἀπὸ τῆς εξεως, δίφθογγον· εἰ δὲ ἀπὸ τοῦ εξιος, ι. ̓Εξ ὑπογυίου. παρ' αὐτά· ἀπερισκέπτως· ἐκ τοῦ σύνεγγυς. τὸ δὲ ἐξ ὑπογυίου, πατρόθεν ἀπὸ τοῦ ̓Εκδικίου ῥήτορος. ̓Εξωλέστερον. ἐξολεθρευτικώτερον. ( ̔Ρῆμα.) ̓Εξάπτεσθαι.