182
περιέθηκε τῷ προσώπῳ· αἰδέσιμον πᾶσιν ἐποίησεν. Ἔχει καὶ οὗτος ὁ βασιλεὺς ἱμάτια, οὐ τοιαῦτα· ἱματισμός ἐστιν διάχρυσον κόσμον ἔχων. Ἐὰν θέλῃς, περίβαλε τὴν ψυχήν. Ἀλλ' οὐκ ἐποίησεν εὐκαταφρόνητον ἀνθρώποις ἐκεῖνος. Τί τοῦτο μέγα; ἡ μέντοι χηρεία οὐκ ἀφίησί σε γενέσθαι εὐκαταφρόνητον τοῖς δαίμοσιν. Τότε τῶν οἰκετῶν ἐκράτεις τῶν σῶν, εἴ γε πάντως ἐκράτεις· νυνὶ δὲ ἀντὶ τῶν οἰκετῶν, ἀσωμάτων δυνάμεων, τῶν ἀρχῶν, τῶν ἐξουσιῶν, τοῦ κοσμοκράτορος. Ἀλλὰ τὰ καταλειφθέντα παιδία θρέψαι μεριμνᾷς; ὁ πατὴρ τῶν ὀρφανῶν αὐτῶν προνοήσεται. Τίς αὐτὰ δέδωκεν, εἰπέ μοι; Οὐκ ἀκούεις τοῦ λέγοντος ἐν τοῖς Εὐαγγελίοις, ὅτι Ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Ὁρᾷς ὅτι ἀπὸ συνηθείας, ἀλλὰ ἀπιστίας ἡμῖν ὁ θρῆνος γίνεται; Ἀλλ' οὐκ ἔστι λαμπρὰ τὰ παιδία τοῦ πατρὸς τετελευτηκότος; ∆ιὰ τί τὸν Θεὸν ἔχει πατέρα, καὶ οὐκ ἔστι λαμπρά; Πόσους σοι δείξω ὑπὸ χηρῶν ἀνατραφέντας καὶ γενομένους εὐδοκίμους; πόσους δὲ ὑπὸ πατράσιν ὄντας καὶ διεφθαρμένους καὶ ἀπολωλότας; Μὴ πρὸς ἐκείνους ἴδῃς διεζωσμένους τὰς ζώνας τὰς χρυσᾶς, μηδὲ τοὺς ἐφ' ἵππων φερομένους, μηδὲ τοὺς ἐν τοῖς βασιλείοις λάμποντας διὰ τοὺς πατέρας, μηδὲ τοὺς ἀκολουθοῦντας ἔχοντας καὶ παιδαγωγούς. Ταῦτα γὰρ ἴσως τὰς χήρας ἐπὶ τοῖς ὀρφανοῖς κόπτεσθαι ποιεῖ, ἐννοουμένας, ὅτι Καὶ οὗτος ὁ ἐμὸς παῖς, εἴ γε ὁ πατὴρ αὐτοῦ περιῆν, τοσαύτης ἂν ἀπήλαυσεν μακαριότητος· νῦν δὲ ἐν κατηφείᾳ καὶ ἀτιμίᾳ, καὶ οὐδενὸς λόγου ἄξιός ἐστιν. Μηδὲ ταῦτα ἐννοήσῃς, ὦ γύναι, ἀλλὰ ἀναπέτασον τοῦ οὐρανοῦ τὰς πύλας· τῷ λογισμῷ κατάμαθε τὰ ἐκεῖ βασίλεια. Ἴδε τὸν ἐκεῖ καθήμενον βασιλέα. Ἔξεστιν, ἐὰν θέλῃς, ἐπὶ τοῖς οὐρανοῖς αὐτὸν στρατεῦσαι· εἰς ἐκείνην κατάλεξαι τὴν στρατολογίαν. Οἱ γὰρ ἐκεῖ καταλεγόμενοι οὐκ ἐφ' ἵππων φέρονται, ἀλλ' ἐν νεφέλαις· οὐκ ἐπὶ γῆς βαδίζουσιν, ἀλλ' εἰς τὸν οὐρανὸν ἁρπάζονται· οὐ παῖδας ἔχουσι τοὺς προηγουμένους, ἀλλὰ τοὺς ἀγγέλους αὐτούς· οὐ βασιλεῖ παρεστήκασι θνητῷ, ἀλλὰ ἀθανάτῳ βασιλεῖ τῶν βασιλευόντων· οὐ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν ἔχοντες, ἀλλὰ τὴν δόξαν ἐκείνην τὴν ἄῤῥητον, καὶ 96.41 βασιλέων γίνονται λαμπρότεροι. Ἐν γὰρ τοῖς βασιλείοις ἐκείνοις, οὐ πλοῦτος, οὐκ εὐγένεια, οὐδὲν ἄλλο ἢ ἀρετῂ ζητεῖται. Ἀπεσχίσθης τοῦ ἀνδρὸς, ἀλλ' ἡνώθης τῷ Χριστῷ. Οὐκ ἔχεις συνόμιλον τὸν ὁμόδουλον, ἀλλ' ἔχεις τὸν ∆εσπότην. Ὅταν εὔχῃ, οὐχὶ τῷ Θεῷ διαλέγεις; ὅταν ἀναγινώσκεις, ἀκούεις αὐτοῦ σοι διαλεγομένου. Τί δέ σοι διαλέγεται; πολλῷ τοῦ ἀνδρὸς προσηνέστερα ῥήματα. Ὁ μὲν γὰρ ἀνὴρ, κἂν κολακεύῃ, οὐ πολλὴ ἡ τιμή· ὁμόδουλος γάρ ἐστιν. Ὅταν οὖν ὁ ∆εσπότης τὴν δούλην κολακεύῃ, τότε πολλὴ ἡ θεραπεία. Πῶς οὖν ἡμᾶς οὐ θεραπεύει; Ἄκουσον. ∆εῦτε, φησὶ, πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Καὶ πάλιν διὰ τοῦ προφήτου βοᾷ λέγων· Μὴ ἐπιλήσεται γυνὴ ἐλεῆσαι τὰ ἔγγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαι, λέγει Κύριος. Πόσου ταῦτα φίλτρου τὰ ῥήματα; Ἐπίστρεψον πρός με, καὶ σωθήσῃ. Τί τούτων τῶν ῥημάτων ἥδιον; ὁρᾷς διάλεξιν Θεοῦ πρὸς ἀνθρώπους. Ὑπόμεινον οὖν, ἵνα τῶν αἰωνίων ἀπολαύσῃς ἀγαθῶν. Μὴ γὰρ ἀδαμάντινος ἦν Ἰὼβ τὴν καρδίαν; μὴ γὰρ ἐκ λίθου ἦν πεποιημένα αὐτῷ τὰ σπλάγχνα; Ἔπεσον αὐτῷ δέκα παῖδες ἐν βραχείᾳ καιροῦ ῥοπῇ, μιᾷ πληγῇ συντριβέντες ἐν τῷ οἴκῳ τῆς θυμηδίας, ἐν καιρῷ τῆς ἀπολαύσεως ἐπικατασείσαντος αὐτοῖς τοῦ διαβόλου τὸ οἴκημα. Εἶδεν τράπεζαν αἵματι μεμιγμένην· εἶδεν παῖδας, διαφόρως μὲν κατὰ τὸν χρόνον ἀποτεχθέντας, κοινῇ δὲ ὑπελθόντας τοῦ βίου τὸ τέλος. Οὐκ ᾤμωξεν· οὐ κατετίλατο τὴν κόμην οὐκ ἀφῆκέ τινα φωνὴν ἀγενῆ, ἀλλὰ τὴν ἀοίδιμον ἐκείνην, καὶ παρὰ πᾶσιν ἀνυμνουμένην ἐν παῤῥησίᾳ ἐφθέγξατο· Ὁ Κύριος ἔδωκεν, ὁ Θεὸς ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Μὴ ἀσυμπαθὴς ὁ ἄνθρωπος; καὶ πῶς, ὅς γε περὶ ἑαυτοῦ λέγει, Ἐγὼ ἔκλαυσα ἐπὶ παντὶ ἀδυνάτῳ; Ἠτιμάσθης; ἀλλὰ πρὸς τὴν δόξαν τὴν διὰ τῆς ὑπομονῆς ἐν οὐρανοῖς ἀποκειμένην ἀπόβλεψον. Ἐζημιώθης; ἀλλ'