182
προφητεία δεδήλωκεν· ἔφη γάρ· "Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτῶν εἰς τὰ ὀπίσω·" σεμνότερον τὸ μέρος δηλώσασα τὸ δεξάμενον τὴν πληγήν. Ὕπνον δὲ τὴν μακροθυμίαν ἐκάλεσεν· ἐξ οἴνου δὲ κραιπά 80.1501 λην, τὴν ἀγανάκτησιν. Καθάπερ γὰρ ἐπείσακτόν ἐστι Θεοῦ, τιμωρία δικαίως τοῖς πλημμελοῦσιν ἐπαγομένη. ξζʹ. "Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν Ἐφραῒμ οὐκ ἐξελέξατο." Πάλιν τὰς ἄλλας καταλιπὼν φυλὰς, μόνης μέμνηται τῆς Ἐφραΐμ, τὴν ἐσομένην προορῶν τυραννίδα. Ἐκ ταύτης γὰρ Ἱεροβοὰμ ὁρμώμενος, τὰς δέκα φυλὰς ἐκ τῆς ∆αβι τικῆς ἀπέῤῥηξε βασιλείας· Ἰωσὴφ δὲ καὶ Ἐφραῒμ τὴν αὐτὴν λέγει φυλήν· υἱὸς γὰρ τοῦ Ἰωσὴφ ὁ Ἐφραΐμ. Ἀπωσθῆναι δὲ αὐτὴν λέγει, τῷ μὴ διαμεῖναι ἐν τῇ Σηλὼμ τὴν σκηνὴν, ἀλλ' ἐν τῇ Ἱερου σαλὴμ τῆς θείας κιβωτοῦ μεταβῆναι τὴν χάριν, ἐν ᾗ καὶ ὁ Σολομὼν μετὰ ταῦτα τὸν θεῖον νεὼν ἐδεί ματο. ξηʹ. "Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα· τὸ ὄρος τὸ Σιὼν, ὃ ἠγάπησεν." Ἐξελέξατο μέντοι τὴν φυλὴν Ἰούδα, διὰ τὴν ἐξ Ἰεσσαὶ ῥάβδον ἀνθήσειν προσδοκωμένην. Ταύτην δὲ τὴν βλάστην καὶ ὁ πατριάρ χης Ἰακὼβ προεθέσπισεν εὐλογῶν τὸν Ἰούδαν· μέμνηται δὲ αὐτῆς καὶ ὁ θεσπέσιος Παῦλος, οὑτωσὶ λέγων· "Πρόδηλον δὲ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός." Ταύτης οὖν ἕνεκα τὴν Ἰούδα φυλὴν τῶν ἄλλων προείλετο· ἐπειδὴ δὲ τοῦτό πως ἠγνοεῖτο τοῖς πολλοῖς τὸ μυστήριον, μάλα σαφῶς ἐπήγαγε· "Τὸ ὄρος τὸ Σιὼν, ὃ ἠγάπησεν," ἵνα τῶν ἄλλων φυλῶν κατασβέσῃ τὸν φθόνον, μο νονουχὶ λέγων· Μηδεμίαν ἀφορμὴν ζηλοτυπίας εἰσδέξησθε. ∆ιὰ γὰρ τὸ Σιὼν ὄρος ἐξελέξατο τὴν Ἰούδα φυλήν. Ἄλλως τε καὶ σεβάσμιον βούλεται δεῖξαι τὸ ὄρος, διὰ τὸν οἰκοδομηθησόμενον νεὼν ἐν αὐτῷ. ξθʹ. "Καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ." Κέρατι τὸν μονόκερων ἑνὶ καθω πλίσθαι φασίν· ἕνα δὲ προσκυνεῖν Θεὸν καὶ ὁ νόμος ἐδίδαξεν. Εἰκότως τοίνυν ἀπείκασε μονοκέρωτι τὸν ἕνα νεὼν, τὸν τῷ ἑνὶ ἀφιερωμένον Θεῷ. "Ἐν τῇ γῇ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα." Ὁ δὲ Σύμμαχος οὕτως· Ὡς τὴν γῆν, ἣν ἐθεμελίωσας εἰς τὸν αἰῶνα. Καὶ οἱ ἄλλοι δὲ τὴν αὐτὴν διάνοιαν ἡρμηνεύκασι. Λέγει τοίνυν, ὅτι καθάπερ μίαν ἐδημιούργησε γῆν, οὕτω νεὼν Ἰουδαίοις ἕνα δημιουργῆσαι προσέταξε. οʹ. "Καὶ ἐξελέξατο ∆αβὶδ τὸν δοῦλον αὑτοῦ, καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων." Κατὰ ταυτὸν διὰ τούτων ἐδήλωσε, καὶ τοῦ ∆αβὶδ τὴν ἀρετὴν, δοῦλον αὐτὸν ὀνομάσας Θεοῦ, καὶ τοῦ Θεοῦ τὴν φιλοτιμίαν, ὅτι τὸν προβατέα βασιλέα πεποίηκεν. 80.1504 οαʹ. "Ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτόν." Ὁ δὲ Σύμμαχος οὕτως· Ἀκολουθοῦντα ἐγκύμοσιν ἤγαγεν αὐτόν. Ἐπίτασις δὲ τῆς φιλοτιμίας καὶ τοῦτο· οὐδὲ γὰρ ποιμὴν τέλειος ἦν, ἀλλ' ὑπουργὸς ποιμένος, τοῖς τίκτουσι τῶν προβάτων ἑπόμενος. "Ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὑτοῦ, καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὑτοῦ· καὶ ἐποίμα νεν αὐτοὺς ἐν τῇ ἀκακίᾳ τῆς καρδίας αὑτοῦ, καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὑτοῦ ὡδήγησεν αὐτούς." Καὶ τοῦτο δὲ δείκνυσι τὴν τῆς κηδεμονίας ὑπερβο λήν· οὐ γὰρ τοῖς τυχοῦσιν ἀνθρώποις ἐπέστησε τὸν τῶν προβάτων νομέα, ἀλλ' ἁπλότητι σύνεσιν κεράσας, κατὰ τοὺς θείους αὐτοὺς ἐποδήγησε νόμους, Τούτοις ἔοικεν ἡ τοῦ Κυρίου νομοθεσία· "Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστε ραί." Ἑκατέρου γὰρ ἐξορίσας κακίαν, καὶ τοῦ μὲν τὴν κακουργίαν, τῆς δὲ τὴν ἄνοιαν ἐξελὼν, τὴν ἐπαινουμένην ἐκέρασεν ἀρετήν. Ταύτην καὶ ἡμᾶς ἐν ἑαυτοῖς κατορθῶσαι προσήκει, καὶ τῷ μακαρίῳ ∆αβὶδ κληθέντας παραπλησίως, μᾶλλον δὲ ἐπὶ μεί ζοσι· μειζόνων γὰρ πραγμάτων διακονίαν ἐνεχειρί σθημεν· ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθημεν, κατὰ τὴν τοῦ θεσπεσίου Παύλου νομοθεσίαν.
ΕΡΜΗΝ. ΤΟΥ ΟΗʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ Ἀσάφ." Ἀντιόχου, τοῦ ἐπίκλην Ἐπιφανοῦς, τὴν κατὰ τοῦ
λαοῦ τῶν Ἰουδαίων μανίαν ὁ προφητικὸς προθεσπίζει λόγος. Τὴν δὲ χρησμολο γίαν