182
ἐοικὼς θεοφαέσιν. ὁρῶ τὸν χῶρον, ἐφ' ᾧ ὁ στῦλος τοῦ πυρὸς τῷ στύλῳ τῶν ἀρετῶν ὦπται, ἡ πρὸς τοὺς ἀοράτους ἐχθροὺς νικηφόρος πάλη, τὸ τῆς θαυματουργίας δρᾶμα, τοῦτο κἀκεῖνο ποικιλλόμενον ταῖς κατὰ καιρὸν ἐνεργείαις τοῦ Πνεύματος. ὤ, πόσα μοι ὁ πόθος ἐπιβάλλει λέγειν καὶ ὁ τρόπος εἴργει τοῦ μὴ εἰς ἄμετρον ἐκπεσεῖν τὴν ἐπιστολήν· ὤ, πόσων ἀγαθῶν πράξεων σύμβολα καὶ ὑπομνήματα ἐν ὑμῖν, μονονουχὶ καὶ ὑπὸ θέας αὐτῆς δυνάμενα παρακαλεῖν ψυχὴν εἰς ἐπίδοσιν ἀρετῆς. Ἀλλ' ὁ μὲν πρῶτος λόγος ἐχέτω ταῦτα, εἰ καὶ ἐνδεέστερον τῆς ἐπιθυμίας· ἐφ' ἕτερον δὲ μετελεύσομαι ὀδυρτικόν, οὐ περιχαρῆ, δι' ὃν καὶ ὁ πρότερος ὑφωρμήθη μοι ὑπάρξαι. ὀργὴ θεοῦ ἡμᾶς κατέλαβεν, ὦ πατέρες ἁγιώτατοι, διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγείσης τῆς ἀγάπης, ὡς ὁ Κύριος εἴρηκε, διωγμὸς ἑλληνοειδής, χαλεπώτατος λίαν. ἀπηλάθη τῆς αὐλῆς ὁ ἀρχιποιμὴν ἡμῶν, διεσκορπίσθη τὰ Χριστοῦ πρόβατα· λύκοι βαρεῖς εἰσεφθάρησαν ἐν τῇ ποίμνῃ καί γε μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. τί τοῦτο; πάλιν ἐνταῦθα ἠτιμάσθη ἡ σεπτὴ εἰκὼν τοῦ θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς Θεοτόκου, παντὸς οὑτινοσοῦν ἁγίου. διὰ τοῦτο ποιμένες ἠφρονεύσαντο καὶ οὐχ ὅτι τὸν Κύριον, προφητικῶς εἰπεῖν, οὐκ ἐξεζήτησαν (ἧττον γὰρ ἂν ἧν τὸ ἀσέβημα), ἀλλ' ὅτι συνήχθησαν ἰουδαϊκῶς κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ, ἀποδοκιμάσαντες αὐτοῦ τὴν ἁγίαν εἰκόνα τῆς τε αὐτοῦ μητρὸς καὶ τῶν θεραπόντων. ∆ιὰ τοῦτο θυσιαστήρια ἅγια ἠφανίσθη καὶ ναοὶ Κυρίου ἠμαυρώθησαν ἐν πάσῃ πόλει καὶ χώρᾳ τῆς τῇδε ἐξουσίας, εἰς πένθος προκείμενοι τοῖς ὁρῶσι, τὸν οἰκεῖον κόσμον τῆς θείας εὐμορφίας ἀφῃρημένοι· διὰ τοῦτο ἱερὰ σκεύη ἀναχωνευόμενα καὶ ἐσθὴς θεία πυρὶ παραδιδομένη σὺν τοῖς ἐν πίναξι χαρακτῆρσι καὶ βίβλοις, ἐν οἷς τι λεκτὸν περὶ εἰκόνων· διὰ τοῦτο γελᾶται τὸ μέγα τῆς οἰκονομίας μυστήριον καὶ βδέλυγμα κέκληται (ὃ καὶ φρίττω λέγων) τὸ σωτηριόκοσμον ὁμοίωμα Χριστοῦ, μᾶλλον δὲ Χριστὸς σὺν μητρὶ καὶ θεράπουσιν, εἴπερ ὡς τῇ τιμῇ καὶ τῇ κλήσει ταὐτὸν ἀμφότερα, εἰκὼν καὶ πρωτότυπον· διὰ τοῦτο ἐξερευνήσεις καὶ ἐκζητήσεις καὶ κατ' ἄνδρα καὶ κατ' οἶκον, καὶ φόβοι καὶ ἀπειλαί, μὴ ὑπολειφθῆναι ἀνάλωτον τῇ αἱρέσει τινὰ μηδ' αὖ πᾶσαν εἰκόνα· διὰ τοῦτο ἱερεῖς ἀνομοῦντες καὶ μοναχοὶ ἀμόναχοι κατὰ τῶν ὁμοσχήμων φερόμενοι, φοιτηταὶ κατὰ τῶν ἡγουμένων, ἆθλον τῆς ἀποστασίας τὴν προεδρίαν κομιζόμενοι, καὶ ὁ τὰ πλεῖστα μανεὶς κατὰ Χριστοῦ πλείους καὶ τιμὰς ἠξιωμένος· διὰ τοῦτο μάστιγες, δεσμοί, φυλακαί, λιμοκτονήσεις, ἐξορίαι, θάνατοι ἐπὶ τοὺς ἐνισταμένους. οὐκ ἀρχιερωσύνη τοῖς ἀσεβέσιν αἰδέσιμος, οὐ πολιὰ οἰκτειρήσιμος, οὐκ ἄσκησις εὐσεβείας, οὐκ ἄλλο τι τῶν φειδοῦς ἀξίων· εἷς νόμος, τὸ τοῦ Καίσαρος θέλημα, καὶ μία σπουδή, ἅπαντας ἐν τούτῳ ἁλῶναι. αἱ ἐρημίαι τοὺς διαπεφευγότας ἔχουσιν, αἱ πέτραι καὶ τὰ σπήλαια τοὺς διασεσωσμένους. ὤ, πῶς ὡμοιώθημεν πελεκᾶνι ἐρημικῷ· ὤ, πῶς παρεδόθημεν εἰς χεῖρας, τοῖς ὀδοῦσι τῶν ἀσεβῶν, καὶ τὰ πλείω παρῆκα διὰ τὸ προσκορές. Ἀλλὰ στενάξατε ἐφ' ἡμᾶς, ὦ συμπαθέστατοι, ὡς σύσσωμοι, ὀρέξατε χεῖρα πρεσβευτικὴν ὡς φιλάδελφοι. τῶν αὐτόθι χείρονα τὰ ἡμέτερα βαρβαρίζεται. ὡς Σόδομα ἤδη γεγόναμεν καὶ ὡς Γόμορρα ἤδη ὡμοιώθημεν. διὰ τοῦτο τοιγαροῦν καὶ ἐπεβοησάμεθα τῇ ἁγιωσύνῃ ὑμῶν οἱ ταπεινοὶ ὡς ἐν ἑνὶ στόματι τῶν πάντων ἀδελφῶν καὶ συμπασχόντων· ἴσμεν γὰρ ὅτι ἰσχύει ἡ δικαία ὑμῶν δέησις ἐνεργουμένη, ὡς ἂν τῷ ἐξιλασμῷ αὐτῆς κοπάσῃ ἡ θραῦσις τῆς αἱρετικῆς ῥομφαίας, τοῦ Κυρίου εἰς εἰρηνικὴν ὀρθοδοξίαν ἐπανάγοντος καὶ τὴν καθ' ἡμᾶς ἐκκλησίαν. ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς, ὦ σεβάσμιοι, ἐκ μέρους, οἷα τὰ ἀσεβῆ δόγματα τῶν ἀθέων, συναπέστειλα τοῖς γράμμασι ταῦτα ἐν τετραδίοις, ἃ καὶ ἔδοξα ὁ ἀμαθὴς ἀνατρέπειν, προτραπεὶς παρὰ εὐσεβῶν. αἰτῶ δὲ ὑπὸ τῆς θείας ὑμῶν ἀγχινοίας ἐπισκεφθῆναι καὶ τὸ ἐλλιπὲς ἀνορθωθῆναι καὶ συγγνώμην τῶν ἐπωφλημένων δέξασθαί με, λαμβάνεσθαί τε εἰς μνήμην ἐν ταῖς θεοκλινέσιν ὑμῶν προσευχαῖς, καὶ μὴν καὶ