1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

182

τὴν ἁγίαν καὶ οἰκουμενικὴν ἕκτην σύνοδον. καὶ τῷ αὐτῷ χρόνῳ ἐτυφλώθη ὁ μάταιος. ἐν πολλῇ δὲ ἀμεριμνίᾳ εἰς τὰ βασίλεια διατελῶν πλήθη τε χρημάτων καὶ λαμπροτάτων οὐσιῶν ἐκεῖσε εὑρὼν ἐκ πλειόνων χρόνων ὑπὸ τῶν προβεβασιλευκότων συναχθέντων ἐκ δημεύσεων καὶ διαφόρων προφάσεων, καὶ μάλιστα ὑπὸ τοῦ εἰρημένου Ἰουστινιανοῦ, ταῦτα εἰκῆ καὶ μάτην ἀπόνως διεσκόρπισεν. καὶ ἐν μὲν ταῖς διαλαλιαῖς αὐτοῦ λόγιος καὶ ἐχέφρων ἐλογίζετο, ἐν δὲ ταῖς πράξεσιν αὐτοῦ ἀσέμνως καὶ ἀνικάνως τὸν βίον διατελῶν πάντη ἀδόκιμος ἐδείκνυτο. ἦν δὲ καὶ αἱρετικὸς καὶ μοιχός. Κῦρον δὲ τὸν πατριάρχην ἐξωθήσας τῆς ἐκκλησίας Ἰωάννην τὸν αὐτοῦ συμμύστην καὶ συναιρετικὸν προεβάλετο. 382 Κόσμου ἔτη σδʹ. Τῆς θείας σαρκώσεως ἔτη ψδʹ. Ῥωμαίων βασιλεὺς Φιλιππικὸς ἔτη βʹ. αʹ. Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτη θʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη γʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. ζʹ. Τούτῳ τῷ ἔτει Φιλιππικὸς τοὺς Ἀρμενίους τῆς ἑαυτοῦ γῆς ἐξελάσας Μελιτηνὴν καὶ τὴν τετάρτην Ἀρμενίαν οἰκῆσαι ἠνάγκασεν. Μασαλμᾶς δὲ τὴν Ἀμάσειαν παρέλαβε σὺν ἄλλοις καστελλίοις καὶ πολλῇ αἰχμαλωσίᾳ· Γεώργιός τε, ὁ Ἀπαμείας ἐπίσκοπος μετῳκίσθη ἐν Μαρτυροπόλει. Φιλιππικὸς δὲ οὐκ ᾐσχύνθη ἐκμανῶς κινηθῆναι κατὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου, ἀνατρέπειν σπεύδων τὰ ὑπ' αὐτῆς βεβαιωθέντα θεῖα δόγματα. εὗρε δὲ ὁμόφρονας αὐτοῦ Ἰωάννην, ὃν ἐπίσκοπον Κωνσταντινουπόλεως πεποίηκε καθελὼν Κῦρον, τὸν ταύτης πρόεδρον, ὃν καὶ περιώρισεν ἐν τῷ τῆς Χώρας μοναστηρίῳ· Γερμανόν τε τὸν μετὰ ταῦτα τὸν θρόνον Κωνσταντινουπόλεως κατασχόντα, ἐπίσκοπον τὸ τηνικαῦτα ὑπάρχοντα Κυζίκου, καὶ Ἀνδρέαν καὶ αὐτὸν ἐπίσκοπον Κρήτης ὄντα, Νικόλαόν τε τὸν ἀπὸ καυκοδιακόνων σοφιστὴν γεγονότα τῆς ἰατρικῆς ἐπιστήμης κυέστορά τε τότε ὑπάρχοντα, Ἐλπίδιόν τε διάκονον τῆς μεγάλης ἐκκλησίας, Ἀντίοχόν τε τὸν χαρτοφύλακα καὶ ἑτέρους τούτων ὁμοιοτρόπους· οἵτινες καὶ ἐγγράφως ἀνεθεμάτισαν τὴν ἁγίαν ἕκτην σύνοδον. τῶν δὲ Βουλγάρων διὰ τοῦ Φιλέα λάθρα ἐπὶ τὸ Στενὸν καταρριψάντων καὶ μεγάλην σφαγὴν πεποιηκότων καὶ ἕως τῆς πόλεως ἐκδραμόντων, καὶ πολλοὺς περαματίζοντας, γάμους τε ἐνουσίους καὶ δαψιλεστάτους ἀρίστους μετὰ ποικίλου ἀργύρου καὶ λοιπῆς ἀποσκευῆς εὑρηκότων, καὶ ἕως τῆς Χρυσῆς πόρτης διαδραμόντων καὶ τὴν ἅπασαν Θρᾴκην αἰχμαλωτισάντων, ὑπέστρεψαν ἀβλαβεῖς εἰς τὰ ἴδια μετὰ κτηνῶν ἀμέτρων. ὁμοίως καὶ οἱ Ἄραβες τὴν Μίσθειαν παρέλαβον καὶ ἕτερα κάστρα, πλείστων φαμιλιῶν καὶ κτηνῶν ἀναριθμήτων ἅλωσιν ποιησάμενοι. 383 βʹ. ηʹ. βʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἄβας τὴν Ῥωμανίαν καὶ παρέλαβεν Ἀντιόχειαν Πισιδίας μετὰ πολλῆς αἰχμαλωσίας, καὶ ὑπέστρεψεν. ἐγένετο δὲ σεισμὸς μέγας κατὰ τὴν Συρίαν μηνὶ Περιτίῳ κηʹ. διετοῦς δὲ χρόνου τῆς βασιλείας Φιλιππικοῦ ἐν τούτοις παραδραμόντος, καὶ τοῦ γενεθλίου ἱππικοῦ ἐπιτελουμένου, Πρασίνων νικησάντων, ἔδοξε τῷ βασιλεῖ τῷ σαββάτῳ τῆς πεντηκοστῆς καβαλλάριον μετὰ δοχῆς καὶ ὀργάνων εἰσελθεῖν καὶ λούσασθαι εἰς τὸ δημόσιον λουτρὸν τοῦ Ζευξίππου καὶ μετὰ πολιτῶν ἀρχαιογενῶν ἀριστῆσαι. ἐν δὲ τῷ μεσημβρίζειν αὐτὸν ἐξάπινα διὰ τῆς Χρυσῆς πόρτης εἰσῆλθε Ῥοῦφος, ὁ πρωτοστράτωρ τοῦ Ὀψικίου, ὑπὸ βουλὴν Γεωργίου, πατρικίου καὶ κόμητος τοῦ Ὀψικίου, τὸ ἐπίκλην Βουράφου, καὶ Θεοδώρου πατρικίου τοῦ Μυακίου, μετὰ τῶν ταξάτων, ὧν εἶχεν ἐν τῇ Θρᾴκῃ τοῦ αὐτοῦ θέματος, καὶ εἰσδραμὼν εἰς τὸ παλάτιον εὗρε τὸν Φιλιππικὸν μεσημβρίζοντα, καὶ ἁρπάσας αὐτὸν ἀνήνεγκεν εἰς τὸ ὀρνατώριον τῶν Πρασίνων κἀκεῖ αὐτὸν ἐτύφλωσεν, μηδενὸς διεγνωκότος. τῇ δὲ ἐπαύριον, ἤγουν τῇ πεντηκοστῇ, σωρευθέντος τοῦ λαοῦ εἰς τὴν μεγάλην ἐκκλησίαν, ἐστέφθη Ἀρτέμιος ὁ πρωτοασηκρήτης, μετονομασθεὶς Ἀναστάσιος. τῷ δὲ σαββάτῳ μετὰ τὴν πεντηκοστὴν ἐτυφλώθη Θεόδωρος ὁ Μυάκης, καὶ τῷ δευτέρῳ σαββάτῳ ἐτυφλώθη