Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ἐστι, καὶ τῆς σωτηρίου μέθης ἐμποιητικός.] [Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου. Οὐ περὶ ξύλων ἦν ὁ λόγος αὐτῷ, περὶ ἁγίων δὲ μᾶλλον τῶν ἐῤῥιζωμένων ἐν τῇ πίστει, καὶ καρποφο ρούντων ἐν δικαιοσύνῃ.] [Αὔτη ἡ θάλασσα ἡ μεγάλη. Νηῒ παρεικάζει τὴν Ἐκκλησίαν, ἐν σχήματι θα λάσσης τοῦδε τοῦ καθ' ἡμᾶς νοουμένου κόσμου. Θα λάττῃ τοιγαροῦν τῇ καθ' ἡμᾶς παραβάλλει τὸν βίον τὸν ἀνθρώπινον διὰ τὸ ἀστάθμητον, καὶ ἀεικίνητον τῶν ἐν αὐτῷ πραγμάτων· ἑρπετῶν δὲ γένος τὸ ἀναρίθμητον τὴν πολυειδῆ καὶ οἱονεὶ πολυπρόσωπον τῶν ἀνθρώπων πληθὺν, εἰς τὸ τῆς ἕξεως ποικίλον νοουμένης τῆς ἐξαλλαγῆς. Φύσις μὲν γὰρ πᾶσιν ἡ αὐτὴ, καὶ ὁ τῆς γενέσεως τρόπος οὐχ ἑτεροῖος, πολυσχεδὴς δὲ ὁ νοῦς, καὶ πολυγνώμων ἐν ἡμῖν ἡ καρδία. Καὶ τοῦτο εἰδώς τις ἔφασκεν· Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων. Πλοῖα δὲ εἶναί φαμεν ἃ καὶ ἐν τῇδε τῇ νοητῇ θαλάσσῃ διαπορεύεται, κατὰ τὸ γεγραμμένον, τὰς ἁγίας τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας, οὔσας μὲν ἐν κόσμῳ, πλὴν ἀνωτέρω τοῦ κόσμου· καθάπερ ἀμέλει καὶ τὰς ὁλκάδας ἔστιν ὁρᾷν. ὅσας μὲν ἐν ὕδασι, πλὴν ὑδάτων ἀνωτέρω. Αἱ τοίνυν ἐν τάξει πλοίων Ἐκκλησίαι τὴν νοητὴν ταύτην δια νηχόμεναι θάλασσαν, δέχονται μὲν τοὺς πιστεύοντας ἀποκομίζουσι δὲ καθάπερ εἰς ἑτέραν τινὰ ἁγνὴν χώ 69.1265 ραν, τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ ἐλπίδα τὴν ἐν Χριστῷ, καὶ εἰς ἁγιασμὸν τὸν διὰ τοῦ Πνεύματος, καὶ εἰς τὴν τῶν ἁγίων πατρίδα, τὴν ἀρετήν. Πάροικοι γὰρ ὄντες καὶ παρεπίδημοι, κατὰ τὸ γεγραμμένον, ἐπὶ τῆς γῆς, οὐκ ἔχουσιν ὧδε μένουσαν πόλιν, ἐπείγονται δὲ πρὸς ἐκείνην, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Σκάφος οὖν ἢ πλοῖον ἡ Ἐκκλησία νοηθήσεται, πλοτῆρας ἔχουσα τοὺς ἡγιασμένους· οἳ καὶ, διὰ τοῦ κα ταδέξασθαι τὴν πίστιν, συνόντα διὰ παντὸς ἔχουσι τὸν Χριστόν. Ἀλλὰ καὶ δεινὸς ἐσθότε χειμὼν καταῤ ῥήγνυται, καὶ μυρία περιστάσεων τοῦ ἁγίου σκάφους κατεξανίσταται κύματα, ἀναρίθμητοι δὲ φλογίζουσι πειρασμοὶ, καὶ μὴν καὶ πνευμάτων πονηρῶν ἀγριότης ἐγκατασκήψασα, πρὸς αὐτὸ καταφέρει τοῦ θανάτου τὸ δεῖμα· καὶ σύνεστι μὲν τοῖς ἑαυτοῦ γνωρίμοις Χριστὸς, διὰ δὲ τὸ πολλάκις ἐφεῖναι παθεῖν οἰκονομι κῶς, ἀπομιμεῖσθαί πως δοκεῖ τὸν νυστάζοντα. Ὅταν τοίνυν ὑπέρμετρος ἀληθῶς, καὶ οὐκέτι τοῖς πλοτῆρσι φορητὸς ὁ θόρυβος ᾖ, καὶ πρὸς ἄκρον ἤδη τοῦ κακοῦ τὰ πράγματα βλέπῃ, τότε δὴ, τότε προσήκει βοᾷν μονονουχὶ λέγοντας· "Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; Ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος. Ἵνα τίτὸ πρόσωπόν σου ἀποστρέφεις; Ἐπιλανθάνῃ τῆς πτω χίας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν;" Ἀμελλητὶ γὰρ διαναστήσεται, καὶ πάντα μὲν ἐκ ποδῶν ποιήσει φό βον· ἐπιτιμήσει δὲ τοῖς πειράζουσι, καὶ μεταστήσει τὸ πένθος εἰς εὐθυμίαν, εὐδίαν ἁπλώσας τὴν ἁπαλὴν καὶ ἀκύμονα. Περιόψεται γὰρ οὐδαμῶς τοὺς ἐπ' αὐτῷ πεποιθότας.] Ζῶα μικρὰ μετὰ μεγάλων. (K f. 181 b) Καὶ τοῦτο τῆς θείας κηδεμονίας τε κμήριον, τὸ τὰ σμικρὰ γένη τοῖς μεγάλοις ἐνδιαιτᾶ σθαι, καὶ μὴ παντελῶς ὑπ' ἐκείνων καταναλίσκεσθαι. [∆ράκων οὗτος ὃν ἔπλασας. Καὶ οὐ δή πού φαμεν ὡς περὶ τῶν ἐν τῇ θαλάσσῃ νηχομένων ὁ λόγος ἦν αὐτῷ, οὔτε μὴν τὰς τῶν ἰχθύων διαφορὰς ὑπεμφαίνειν ἤθελεν, ἀλλ' οὐδὲ δράκοντά τινα σωματικόν τε καὶ αἰσθητὸν τοῖς τῆς θαλάσσης ὕδασι νηχόμενον, δηλοῖ δὲ, ὡς ἔφην, διά γε τούτων ἡμῖν τὴν ἐν τῷ τε βίῳ τύρβην, καὶ τῶν ἐν αὐτῷ τὸν ἐν σάλῳ βίον· καὶ μὴν καὶ δράκοντα τὸν ἀρχέκακον, τουτέστι τὸν Σατανᾶν, ὃς πάντας περίεισιν ἀνθρώπους, καὶ τὴν καθ' ἡμᾶς οἰκουμένην περινοστεῖ, ταῖς τῶν ἁγίων ἐπιβουλεύων ψυχαῖς.] Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου. (B f. 420, E f. 216 b, K f. 182 b) ∆ιαλογήν φησιν τὴν αἴνεσιν· ὁ γὰρ ψάλλων Θεῷ διαλέγεται. Ἐκλείποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς. (B f. 420, H f. 508 b) Ἀλλ' ἐρεῖ τί τις πρὸς τοῦτο τυχόν· Ἆρ' οὖν ὁ μακάριος Προφήτης κατεύχεται cod. ποτ' εὔχεται] τῶν ὄντων ἐν ἁμαρτίαις; Ἆρα πάντας τοὺς ταῖς ἁμαρτίαις